TLG 2054 001 :: ARISTIDES QUINTILIANUS :: De musica

ARISTIDES QUINTILIANUS Mus.
(A.D. 3)

De musica

Source: Winnington–Ingram, R.P. (ed.), Aristidis Quintiliani de musica libri tres. Leipzig: Teubner, 1963: 1–134.

Citation: Book — section — (line)

1

t

ΑΡΙΣΤΕΙΔΟΥ ΚΟΙΝΤΙΛΙΑΝΟΥ ΠΕΡΙ ΜΟΥΣΙΚΗΣ ΠΡΩΤΟΝ

1

.

1

Ἀεὶ μὲν ἐμοὶ θαυμάζειν ἔπεισιν, ὦ τιμιώτατοί μοι ἑταῖροι Εὐσέβιε καὶ Φλωρέντιε, τὴν τῶν παλαιῶν φιλοσό‐ φων περὶ ἅπαν μάθημα σπουδήν, καὶ ὡς τὰ μὲν αὐτοὶ παρ’ αὑτοῖς ἀνευρίσκοντες, τὰ δὲ ἄλλοις τισὶν εὑρημένα παρει‐
5ληφότες εἰς τέλος τε τὸ προσῆκον ἐξεπόνησαν καὶ τοῖς λοιποῖς ἀφθόνως τὴν ἀπ’ αὐτῶν ὠφέλειαν ἔδειξάν τε καὶ παρέδωκαν· πολὺ δὲ μάλιστα τῶν ἀνδρῶν ἄγαμαι τὴν με‐ γαλόνοιαν, ἡνίκ’ ἂν συνήθως τοὺς περὶ μουσικῆς λόγους πρὸς ἀλλήλους ποιώμεθα. οὐ γὰρ τῶν ἐπιτυχόντων ἦν
10παρὰ σφίσι τὸ ἐπιτήδευμα, ὡς πολλοὶ τῶν τοῦ πράγματος ἀπείρως ἐχόντων καὶ μάλιστα τῶν νῦν ὑπενόησαν, ἀλλὰ καὶ καθ’ αὑτὴν ὑπῆρχε τιμία καὶ ὡς πρὸς τὰς λοιπὰς ἐπιστήμας χρήσιμος, ἀρχῆς καὶ σχεδὸν εἰπεῖν τέλους ἐπέχουσα λόγον, ὑπερφυῶς ἐθαυμάζετο. ἐμοὶ δὲ μάλιστα
15κἀκεῖνο τῆς τέχνης ἴδιον ἀγαθὸν συνορᾶται· οὐ γὰρ ὥσπερ αἱ λοιπαὶ περὶ μίαν ὕλην πραγμάτων ἢ περὶ χρόνου διάστημα μικρὸν χρησιμεύουσα θεωρεῖται, ἀλλὰ πᾶσα μὲν ἡλικία καὶ σύμπας βίος, ἅπασα δὲ πρᾶξις μου‐ σικῇ μόνῃ τελέως ἂν κατακοσμηθείη. γραφικὴ μὲν γὰρ
20καὶ αἱ τοιαῦται πᾶσαι τὸ πρὸς ὄψιν μετιοῦσαι καλὸν σμι‐ κρὸν μέρος ὠφελείας εἰσφέρονται, καὶ πᾶσιν εὐκατάληπτοι γενόμεναι οὐδεμίαν εἰς τὸν ἑξῆς χρόνον γνώσεως ποικίλης
ἐπίδοσιν ἐμφαίνουσιν· ἰατρικὴ δὲ καὶ γυμναστικὴ τὴν μὲν ὠφέλειαν περὶ σῶμα εἰσηνέγκαντο, τοῖς δὲ ἐκ μαθή‐1
25σεως ἀγαθοῖς ἀδυνατοῦσιν ἐκ παίδων ὠφελῆσαι τοὺς πλησιάζοντας. διαλεκτικὴ δὲ καὶ ἡ ταύτης ἀντίστροφος ψυχὴν μὲν ὤνησε πρὸς φρόνησιν, εἰ μουσικῇ παραλάβοι κεκαθαρμένην, ἄνευ δὲ ταύτης οὐ μόνον οὐκ ὤνησεν, ἔσθ’ ὅπη δὲ καὶ διέφθειρε· μόνη δὲ ἡ προειρημένη διὰ πάσης
30ὡς εἰπεῖν ὕλης παρατέταται καὶ διὰ παντὸς διήκει χρόνου, ψυχήν τε κοσμοῦσα κάλλεσιν ἁρμονίας καὶ σῶμα καθιστᾶσα ῥυθμοῖς εὐπρεπέσι, παισί τε πρόσφορος τοῖς ἐκ μελῳδίας ἀγαθοῖς καὶ προβαίνουσι τά τε τῆς ἐμμέτρου λέξεως καὶ ἁπλῶς λόγου σύμπαντος παραδιδοῦσα κάλλη, προϊοῦσι
35δὲ τήν τε τῶν ἀριθμῶν ἐξηγουμένη φύσιν καὶ ἀναλογιῶν ποικιλίαν, ἁρμονίας δὲ τὰς διὰ τούτων ἐν πᾶσι σώμασιν ὑποφαίνουσα, τὸ μέγιστον 〈δὲ〉 δὴ καὶ τελεώτατον καὶ περὶ τοῦ δυσκαταλήπτου πᾶσιν ἀνθρώποις ψυχῆς τῆς τε καθ’ ἕκαστον, ἤδη δὲ καὶ τῆς τοῦ παντὸς λόγους ἔχουσα
40παρασχέσθαι. μαρτυρεῖ δέ μοι καὶ θεῖος λόγος ἀνδρὸς σοφοῦ Πανάκεω τοῦ Πυθαγορείου, ὅς φησιν ἔργον εἶναι μουσικῆς οὐ τὰ φωνῆς μέρη μόνον συνιστᾶν πρὸς ἄλληλα, ἀλλὰ πάνθ’ ὅσα φύσιν ἔχει συνάγειν τε καὶ συναρμόττειν. τούτων μὲν οὖν καὶ ὕστερον ἀπόδειξις ἔσται συμπροϊόντι
45τῷ λόγῳ.

1

.

2

Ἐμὲ δὲ ἐπῆρεν ἐπιχειρῆσαι τῷ συγγράμματι μάλιστα μὲν ἡ τῶν πλείστων περὶ τὸ πρᾶγμα ὀλιγωρία, ἐπιδεῖξαι προῃρημένον οἷον μάθημα οὐ προσηκόντως δι’ ἀτιμίας ἄγουσι· τῶν γὰρ ἄλλων ἤτοι διὰ τὸ δυσχερές, ὡς ἰατρι‐
5κῆς, ἢ διὰ τὸ τοῖς πολλοῖς ἀτερπές, ὡς γεωμετρίας, ἠμελημένων κατ’ οὐδέτερον τούτων τῆς μουσικῆς ἀφε‐ κτέον· οὔτε γὰρ πολλὴν ἐπιφαίνει τὴν δυσκολίαν οὔτ’ ἄνευ συμμέτρου τέρψεως τοῖς μετιοῦσι πλησιάζει, ἀλλ’ ἔνεστι
καὶ διὰ τάχους ὠφεληθῆναι τοῖς φιλοπόνοις καὶ ἡδονὴν2
10ἔνδοξον καὶ οὐ μετρίαν καρπώσασθαι. καίτοι γε ἐν μὲν ταῖς ἄλλαις τέχναις εἰ πονοίη τις, ἀλλοιοτέρας αὐτῷ διαγωγῆς χρεία πρὸς παραμυθίαν· τοῖς δὲ κατὰ μουσικὴν ἀσκου‐ μένοις ἐν αὐτῷ τῷ πόνῳ καὶ τὰ τῆς ῥᾳστώνης παραπέπηγεν οὐκ ἐλάττω τῆς κατὰ τὴν γνῶσιν ὠφελείας τὴν θυμηδίαν
15ἐπιφέροντι. οἱ δὲ πολλοὶ καὶ ταῦτα παρ’ οὐδὲν τίθενται τὴν ἐξ ἀργίας καὶ ἀπαιδευσίας ἡδονὴν τῆς μετὰ λόγου καὶ ὠφελείας προτιμήσαντες. ἀλλὰ μὴν καὶ δι’ ἐκείνους, οἳ περὶ μὲν τὴν τέχνην οὐ μικρὸν ἔρωτα εἰσηνέγκαντο, τῷ δὲ μὴ σύμπαν αὐτῆς μέρος μετεληλυθέναι οὔτε σεμνόν τι
20μετέδωκαν τοῖς πλησιάζουσιν αὐτοί τε οὐδενὸς ἐπαίνου παρ’ αὐτῶν διὰ μουσικὴν ἠξιώθησαν. ἔτι γε μὴν καὶ διὰ τὸ μηδένα σχεδὸν εἰπεῖν τῶν παλαιῶν ἐντελῶς τοὺς περὶ αὐτῆς λόγους μιᾷ καταβαλέσθαι πραγματείᾳ, ἀλλὰ κατὰ μέρος ἕκαστον καὶ διεσπαρμένως περί τινων ἐξηγήσασθαι,
25καὶ τὰς μὲν πλείστας ἀρχὰς αὐτῆς καὶ φυσικὰς αἰτίας σεσιωπηκέναι, αὐτοῦ δέ που περὶ τὴν τεχνολογίαν καὶ τὴν τῶν μελῶν χρῆσιν τὴν σπουδὴν κατατεθεῖσθαι. ἀλλὰ προοιμίων μὲν ἅλις.

1

.

3

Ἤδη δὲ καὶ ἡμῖν ἑκτέον τοῦ πρόσω θεὸν μουσηγέ‐ την κατὰ νόμον καλεσαμένοις. τοῖς μὲν γὰρ ποιηταῖς, καὶ ταῦτα μηδὲν μουσικῆς πέρι διαπονουμένοις, μικρῷ δέ τινι ταύτης μορίῳ πράξεων παλαιῶν ἀφήγησιν ποιουμένοις,
5Μοῦσαί τε καλοῦνται καὶ Ἀπόλλων Μουσῶν ἐπιστάτης· ἡμῖν δὲ τοῖς οὐ διὰ μέρους μουσικῆς παλαιοὺς μύθους διηγησομένοις ἀλλ’ αὐτήν τε σύμπασαν ἥτις καὶ ὁποία πότ’ ἐστι παραστῆσαι πειρωμένοις καὶ πᾶσαν μὲν ἰδέαν αὐτῆς τὴν ἐν φωνῇ, πᾶσαν δὲ τὴν ἐν σώμασιν ὑπόστασιν
10δηλῶσαι πραγματευομένοις, ἔτι δὲ εἴ τινες πρὸς ἀριθμοὺς σχέσεις καὶ τό γε τιμιώτατον τῶν ἐν ἡμῖν, τὴν ψυχήν, λόγοι τυγχάνουσιν ὁμοιότητος, πρὸς δὲ τούτοις οἷά τις
ἀνόδῳ χρώμενος καὶ περὶ τοῦδ’ ἔτι τοῦ παντὸς οὐκ ἀμού‐ σως ἂν ἀποφήναιτο, τίνα πρῶτον συλλήπτορα τῶν τηλι‐3
15κούτων προσήκει καλεῖν; ἢ οὐχὶ τὸν ἅπαν μὲν τόδε τὸ ὁρώμενον ἀοράτοις τέχναις ἁρμοσάμενον, πᾶσαν δὲ ψυ‐ χὴν ἁρμονίας λόγοις τελεώτατα τεχνησάμενον—εἴτε δημιουργὸν ὀνομάζειν θέμις ἐξ ὧν εἴργασται καλῶς θε‐ μένους τὴν προσηγορίαν, εἴτε εἶδος καλεῖν εὐαγὲς ἐξ οὗ
20παρέσχε τοῖς μετ’ αὐτὸν δυνάμεις ἀνθρώποις σημαίνοντας, εἴτ’ οὖν λόγον εἴθ’ ἑνάδα 〈ἤ〉, ὡς ἄνδρες θεῖοι καὶ σοφοί, λόγον ἑνιαῖον καλεῖν ἔστιν ἐπιτυγχάνοντας, τῷ μὲν ὡς πάντα ἁρμόττει καὶ κατακοσμεῖ δηλοῦντας, τῷ δὲ ἐμφαί‐ νοντας ὡς πολλὰ τὰ ὄντα καὶ διαφερόμενα παύσας δε‐
25σμοῖς ἀλύτοις ἐν ἑνὶ συλλαβὼν ἔχει; τοῦτον δὴ καλῶμεν καὶ εὐχώμεθα πᾶσαν μὲν ἡμῖν βεβαίαν κατάληψιν ὑπουρ‐ γεῖν, πᾶσαν δὲ τοῦ περὶ τῶν προκειμένων εἰπεῖν ἐπαξίως ῥᾳστώνην προξενεῖν. καὶ ταυτὶ μὲν ἀρκούντως ηὔχθω· ἤδη δὲ ἀρχώμεθα τοῦ λόγου περὶ πάσης μουσικῆς,
30ὥσπερ ὑπεσχόμεθα, ποιούμενοι παράδοσιν.

1

.

4

Μουσική ἐστιν ἐπιστήμη μέλους καὶ τῶν περὶ μέ‐ λος συμβαινόντων. ὁρίζονται δ’ αὐτὴν καὶ ὡδί· τέχνη θεωρητικὴ καὶ πρακτικὴ τελείου μέλους καὶ ὀργανικοῦ. ἄλλοι δὲ οὕτως· τέχνη πρέποντος ἐν φωναῖς καὶ κινήσεσιν.
5ἡμεῖς δὲ τελεώτερον ἀκολούθως τε τῇ προθέσει· γνῶσις τοῦ πρέποντος ἐν 〈φωναῖς τε καὶ〉 σωματικαῖς κινήσεσιν. ἐπιστήμη μὲν οὖν ἐστιν, ᾗ γνῶσις ἀσφαλὴς ὑπάρχει καὶ ἀδιάπτωτος· τῶν γὰρ ἐν αὐτῇ λεγομένων ἢ ὡς προβλη‐ μάτων ἢ ὡς ἀποτελεσμάτων οὐκ ἄν ποτε μεταβολὴν ἢ
10ἀλλοίωσιν ἐπιδέξαιτο. καὶ μὴν καὶ τέχνην αὐτὴν εὐλόγως ἂν ἀποκαλοῖμεν· σύστημά τε γάρ ἐστιν ἐκ καταλήψεων, καὶ τούτων ἐπ’ ἀκριβὲς ἠσκημένων, καὶ οὐκ ἄχρηστος τῷ βίῳ, ὡς οἱ παλαιοὶ διέγνωσαν καὶ ὁ παρ’ ἡμῶν ἐπιδείξει λόγος. τελείου δὲ μέλους εἰκότως· χρὴ γὰρ καὶ μελῳδίαν4
15θεωρεῖσθαι καὶ ῥυθμὸν καὶ λέξιν, ὅπως ἂν τὸ τέλειον τῆς ᾠδῆς ἀπεργάζηται· περὶ μὲν γὰρ μελῳδίαν ἁπλῶς ἡ ποιὰ φωνή, περὶ δὲ ῥυθμὸν ἡ ταύτης κίνησις, περὶ δὲ τὴν λέξιν τὸ μέτρον· τὰ δὲ περὶ μέλος τέλειον συμβαίνοντα κίνησις φωνῆς τε καὶ σώματος, ἔτι δὲ χρόνοι καὶ οἱ ἐκ
20τούτων ῥυθμοί. τὸ δὲ τοῦ πρέποντος εἶναι τέχνην οὐκ ἀπεικότως· πᾶν γὰρ εὐκαταφρόνητον τὸ τοῦ πρέποντος ἐστερημένον· πρέπον γάρ ἐστι καλῶν καὶ αἰνετῶν ἡ τοῖς μὴ φαύλοις κόσμου μετάδοσις ἢ πρὸς ἄλληλα συμφωνίας. θεωρητικὴν δ’ αὐτὴν ἀποφαίνονται καὶ πρακτικὴν διὰ
25τοιάσδε αἰτίας· ἡνίκα μὲν γὰρ τὰ μέρη τὰ ἑαυτῆς ἐπι‐ σκοπεῖ καὶ περὶ τὴν διαίρεσιν καὶ τεχνολογίαν διαγίνεται, θεωρεῖν αὐτὴν λέγουσιν· ἡνίκα δ’ ἂν κατ’ αὐτὰ ἐνεργῇ μελοποιοῦσα χρησίμως καὶ πρεπόντως, πράττειν αὐτὴν ἀποφαίνονται. ὕλη δὲ μουσικῆς φωνὴ καὶ κίνησις σώματος.
30τὴν δὲ φωνὴν οἱ μὲν ἀέρα πεπληγμένον, οἱ δὲ ἀέρος πλη‐ γὴν ἔφασαν, οἱ μὲν αὐτὸ τὸ σῶμα τὸ πεπονθὸς ἦχον, οἱ δ’, ὅπερ ἄμεινον, τὸ τούτου πάθος ὁρισάμενοι. ἡ δὲ δὴ κίνησις ὑφέστηκεν ἐν διαφόροις χρόνοις· χρόνος γάρ ἐστι μέτρον κινήσεως καὶ στάσεως. τῆς δὲ κινήσεως ἡ μὲν ἁπλῆ πέφυ‐
35κεν, ἡ δὲ οὐχ ἁπλῆ· καὶ ταύτης ἡ μὲν συνεχής, ἡ δὲ δια‐
στηματική, ἡ δὲ μέση. συνεχὴς μὲν οὖν ἐστι φωνὴ ἡ τάς τε ἀνέσεις καὶ τὰς ἐπιτάσεις λεληθότως διά τι τάχος ποιου‐ μένη, διαστηματικὴ δὲ ἡ τὰς μὲν τάσεις φανερὰς ἔχουσα, τὰ δὲ τούτων μεταξὺ λεληθότα, μέση δὲ ἡ ἐξ ἀμφοῖν συγ‐5
40κειμένη. ἡ μὲν οὖν συνεχής ἐστιν ᾗ διαλεγόμεθα, μέση δὲ ᾗ τὰς τῶν ποιημάτων ἀναγνώσεις ποιούμεθα, διαστη‐ ματικὴ δὲ ἡ κατὰ μέσον τῶν ἁπλῶν φωνῶν ποσὰ ποιου‐ μένη διαστήματα καὶ μονάς, ἥτις καὶ μελῳδικὴ καλεῖται.

1

.

5

Τῆς δὲ πάσης μουσικῆς τὸ μέν τι θεωρητικὸν καλεῖ‐ ται, τὸ δὲ πρακτικόν· καὶ θεωρητικὸν μέν ἐστι τό τε τοὺς τεχνικοὺς λόγους αὐτῆς καὶ τὰ κεφάλαια καὶ τὰ τούτων μέρη διαγινῶσκον, καὶ ἔτι τὰς ἄνωθεν ἀρχὰς καὶ φυσι‐
5κὰς αἰτίας καὶ πρὸς τὰ ὄντα συμφωνίας ἐπισκεπτόμενον, πρακτικὸν δὲ τὸ κατὰ τοὺς τεχνικοὺς ἐνεργοῦν λόγους καὶ τὸν σκοπὸν μεταδιῶκον, ὃ δὴ καὶ παιδευτικὸν καλεῖται. τὸ μὲν οὖν θεωρητικὸν εἴς τε τὸ φυσικὸν καὶ τεχνικὸν διαιρεῖται· ὧν τοῦ μὲν φυσικοῦ τὸ μέν ἐστιν ἀριθμητικόν,
10τὸ δὲ ὁμώνυμον τῷ γένει, ὃ καὶ περὶ τῶν ὄντων διαλέγεται, τοῦ δὲ τεχνικοῦ μέρη τρία, ἁρμονικόν ῥυθμικόν μετρικόν. τὸ δὲ πρακτικὸν εἴς τε τὸ χρηστικὸν τῶν προειρημένων τέμνεται καὶ τὸ τούτων ἐξαγγελτικόν· καὶ τοῦ μὲν χρηστι‐ κοῦ μέρη μελοποιία ῥυθμοποιία ποίησις, τοῦ δὲ ἐξαγγελ‐
15τικοῦ ὀργανικόν ᾠδικόν ὑποκριτικόν, ἐν ᾧ λοιπὸν καὶ σωματικαὶ κινήσεις ὁμόλογοι τοῖς ὑποκειμένοις μέλεσι παραλαμβάνονται. κίνησις μὲν οὖν ἐστι μεταβολὴ ποιο‐ τήτων εἰς τὰ ὁμογενῆ· τῆς δὲ κατὰ τὴν φωνὴν κινήσεως εἴδη δύο, πολυμερές τε καὶ ἀμερές. περὶ μὲν οὖν τοῦ
20πολυμεροῦς εἴρηται· τὸ δὲ ἀμερὲς αὐτῆς καὶ ἁπλοῦν τάσις προσαγορεύεται· τάσις δέ ἐστι μονὴ καὶ στάσις τῆς φωνῆς·
ταύτης δὲ εἴδη δύο, ἄνεσίς τε καὶ ἐπίτασις. ἄνεσις μὲν οὖν ἐστιν ἡνίκα ἂν ἀπὸ ὀξυτέρου τόπου ἐπὶ βαρύτερον ἡ φωνὴ χωρῇ, ἐπίτασις δ’ ὅταν ἐκ βαρυτέρου μεταβαίνῃ6
25πρὸς ὀξύτερον. ἐκ δὴ τούτων τὰ γινόμενα τὸ μὲν βαρύ‐ τητα, τὸ δὲ ὀξύτητα προσαγορεύομεν. γίνεται δ’ ἡ μὲν βαρύτης κάτωθεν ἀναφερομένου τοῦ πνεύματος, ἡ δ’ ὀξύτης ἐπιπολῆς προϊεμένου. πᾶσα μὲν οὖν ἁπλῆ κίνησις φωνῆς τάσις, ἡ δὲ τῆς μελῳδικῆς φθόγγος ἰδίως καλεῖται.
30περὶ οὗ λοιπὸν λέγωμεν, ταδὶ προειπόντες, ὅτι τῆς ἁπάσης ἁρμονικῆς μέρη ἑπτά· διαλαμβάνει γὰρ πρῶτον περὶ φθόγ‐ γων, δεύτερον περὶ διαστημάτων, τρίτον περὶ συστημάτων, τέταρτον περὶ γενῶν, πέμπτον περὶ τόνων, ἕκτον περὶ μεταβολῶν, ἕβδομον περὶ μελοποιίας. εἴπωμεν οὖν περὶ
35φθόγγων πρῶτον. ἐὰν δέ τισιν ἀδιαγνώστοις ὀνόμασι χρώμεθα, συγγνώμη· τεχνικῆς γὰρ ἀνάγκης τὸ ἰδίωμα.

1

.

6

Φθόγγος μὲν οὖν ἐστι φωνῆς ἐμμελοῦς μέρος ἐλά‐ χιστον· φθόγγων δὲ δυνάμεις ἄπειροι μέν εἰσι τῇ φύσει, αἱ δὲ παραδεδομέναι συλλήβδην καθ’ ἕκαστον τῶν γενῶν εἰκοσιοκτώ. τούτων δέ εἰσιν ὀνομασίαι αἵδε· προσλαμβανό‐
5μενος, ὑπάτη ὑπάτων, παρυπάτη ὑπάτων, ὑπάτων ἐναρμό‐ νιος, ὑπάτων χρωματική, ὑπάτων διάτονος, ὑπάτη μέσων, παρυπάτη μέσων, μέσων ἐναρμόνιος, μέσων χρωματική, μέσων διάτονος, μέση, τρίτη συνημμένων, συνημμένων ἐναρμόνιος, συνημμένων χρωματική, παρανήτη συνημμέ‐
10νων, νήτη συνημμένων, παράμεσος, τρίτη διεζευγμένων, διεζευγμένων ἐναρμόνιος, διεζευγμένων χρωματική, πα‐
ρανήτη διεζευγμένων, νήτη διεζευγμένων, τρίτη ὑπερβο‐ λαίων, ὑπερβολαίων ἐναρμόνιος, ὑπερβολαίων χρωματική, παρανήτη ὑπερβολαίων, νήτη ὑπερβολαίων.7
15 Προσλαμβανόμενος μὲν οὖν εἴρηται, ὅτι τῶν ὀνομαζομέ‐ νων τετραχόρδων οὐδενὶ κοινωνεῖ, ἀλλ’ ἔξωθεν προσλαμ‐ βάνεται διὰ τὴν ἐπὶ μέσην συμφωνίαν, τονικὸν ἐπέχων λόγον πρὸς τὴν ὑπάτην τῶν ὑπάτων ὃν ἔχει μέση πρὸς παράμεσον· ὑπάτη δὲ ὑπάτων, ὅτι τοῦ πρώτου τετρα‐
20χόρδου πρώτη τίθεται· τὸ γὰρ πρῶτον ὕπατον ἐκάλουν οἱ παλαιοί· παρυπάτη δὲ ἡ παρ’ αὐτὴν κειμένη. ὑπάτων δὲ ἐναρμόνιος χρωματική τε καὶ διάτονος τῶν γενῶν τῆς μελῳδίας εἰσὶ δηλωτικοὶ φθόγγοι· ποικίλη γὰρ καὶ ἡ τῶν τετραχόρδων διάθεσις γίνεται. αὗται γενικῶς ὑπερυπάται
25καλοῦνται. ὑπάτη δὲ μέσων ἡ πρώτη πάλιν τοῦ τῶν μέσων τετραχόρδου. τοῦτο γὰρ μόνον μεταξὺ θεωρεῖται τοῦ τε ὑπάτων καὶ τοῦ συνημμένων. παρυπάτη δὲ μέσων ἡ μετὰ ταύτην, καὶ αἱ λοιπαί γε ὅμοιαι ταῖς ὑπατοειδέσιν, αἳ καὶ τῷ γένει λιχανοὶ προσηγορεύθησαν, ὁμωνύμως
30τῷ πλήττοντι δακτύλῳ τὴν ἠχοῦσαν αὐτὰς χορδὴν ἐπο‐ νομασθεῖσαι. ἡ δὲ μετὰ ταύτας μέση καλεῖται· τῶν γὰρ καθ’ ἕκαστον τρόπον φθόγγων ἐκτιθεμένων μεσαιτάτη κεῖται. μετὰ δὲ ταύτην ἡμιτόνιον μὲν ἐπιτείναντι τρίτη συνημμένων ἐστίν, ἀπὸ τῆς τελευταίας τῶν μετὰ τὴν μέσην
35τετραχόρδων τοὺς ἀριθμοὺς ἡμῶν ποιουμένων διὰ τὸ λοι‐ πὸν ἡμᾶς ἐφῆφθαι τῶν ὀξυτέρων συστημάτων. αἱ δὲ μετὰ ταύτην ἐναρμόνιος χρωματική τε καὶ διάτονος δι’ ἃς προείπομεν αἰτίας· αὗται δὲ καὶ παρανῆται καλοῦνται διὰ τὸ πρὸ τῆς νήτης κεῖσθαι. ἐπὶ δὲ ταύταις ἡ νήτη, του‐
40τέστιν ἐσχάτη. νέατον γὰρ ἐκάλουν τὸ ἔσχατον οἱ παλαιοί. συνημμένων δὲ ἐκλήθη τὸ ὅλον σύστημα, ὅτι τῷ προκει‐ μένῳ τελείῳ τῷ μέχρι μέσης συνῆπται. πάλιν δὲ ἀπὸ τῆς μέσης ἐπιτείναντι τόνον ἡ παρ’ αὐτὴν κειμένη χορδὴ παράμεσος καλεῖται. αἱ δὲ μετὰ ταύτην διὰ τὰς ὁμοίας8
45αἰτίας κατὰ ταὐτὰ ταῖς ἐπὶ τῶν συνημμένων ἔχουσι τὰς ὀνομασίας. τὸ δὲ σύστημα τοῦτο καλεῖται διεζευγμένων· ἐφ’ ἕτερα γὰρ μέρη καὶ οὐκ ἐξ ἴσου τοῖς πρὸ αὐτοῦ κεῖται συστήμασιν. εἶτ’ ἔνεστι τρίτη ὑπερβολαίων καὶ αἱ ταύτης ἐφεξῆς, κατὰ ταὐτὰ καὶ διὰ ταὐτὰ ταῖς προκειμέναις

1

.

6

(50)

τὰς εἰδικὰς ἔχουσαι προσηγορίας. ἡ δὲ γενικὴ τούτων ὑπερβολαίων εἴρηται, ὅτι πέρας ἐν ταύταις ποιησαμένη ἡ φωνῆς ἀνθρωπίνης δύναμις ἵσταται. Τούτων δὴ τῶν φθόγγων οἱ μέν εἰσιν ἑστῶτες, οἱ δὲ φερόμενοι, καὶ οἱ μὲν βαρύπυκνοι, οἱ δὲ μεσόπυκνοι, οἱ
55δὲ ὀξύπυκνοι, οἱ δὲ ἄπυκνοι. πυκνὸν μὲν οὖν ἐστι ποιὰ τριῶν φθόγγων διάθεσις· καὶ βαρύπυκνοι μέν εἰσιν οἱ τὰς πρώτας χώρας τοῦ πυκνοῦ κατέχοντες, μεσόπυκνοι δὲ οἱ τὰς μέσας, ὀξύπυκνοι δὲ οἱ τὰς ἐσχάτας, ἄπυκνοι δὲ οἱ τῆς κατὰ τὸ πυκνὸν τετραχόρδου διαθέσεως κατὰ μηδένα
60κοινωνοῦντες τόπον. τούτων ἑστῶτες μέν εἰσιν οἵ τε ἄπυ‐ κνοι καὶ οἱ βαρύπυκνοι, οἳ καὶ ὑπατοειδεῖς καλοῦνται, διὰ τὸ μὴ δέχεσθαι ποικίλας τάσεις, φερόμενοι δὲ οἱ λοιποὶ τούτων, διὰ τὸ ποτὲ μὲν ἐλάττω, ποτὲ δὲ μείζω δηλοῦν διαστήματα κατὰ τὰς ποιὰς τῶν τετραχόρδων συνθέσεις.
65τούτων δὲ τῶν φερομένων οἱ μὲν παρυπατοειδεῖς, οἱ δὲ
λιχανοειδεῖς καλοῦνται. πάλιν τῶν φθόγγων οἱ μέν εἰσι πρὸς ἀλλήλους σύμφωνοι, οἱ δὲ διάφωνοι, οἱ δὲ ὁμόφωνοι, σύμφωνοι μὲν ὧν ἅμα κρουομένων οὐδὲν μᾶλλον τῷ ὀξυ‐ τέρῳ ἢ τῷ βαρυτέρῳ τὸ μέλος ἐμπρέπει, διάφωνοι δὲ9
70ὧν ἅμα κρουομένων ἡ τοῦ μέλους ἰδιότης θατέρου γίνε‐ ται, ὁμόφωνοι δὲ οἵτινες δύναμιν μὲν ἀλλοίαν φωνῆς, τάσιν δὲ ἴσην ἐπέχουσιν. διαφοραὶ δὲ φθόγγων πλείους, πρώτη μὲν ἡ κατὰ τὴν τάσιν ἐν ὀξύτητι καὶ βαρύτητι, δευτέρα δὲ ἡ κατὰ διαστήματος μετοχήν, ὅταν ὁ μὲν ἑνὶ
75κοινωνῶν, ὁ δὲ πλείοσι θεωρῆται, τρίτη 〈ἡ〉 κατὰ συστή‐ ματος, ὅταν ὁ μὲν ἑνός, ὁ δὲ δυεῖν μετέχῃ συστημάτων, τετάρτη ἡ κατὰ τὸν τῆς φωνῆς τόπον, ὅταν ὁ μὲν μείζονος, ὁ δὲ ἐλάττονος ᾖ τόπου (τίς δ’ ὁ τῆς φωνῆς τόπος, ὕστερον λέξομεν), πέμπτη δὲ ἡ κατὰ τὸ ἦθος· ἕτερα γὰρ ἤθη
80τοῖς ὀξυτέροις, ἕτερα τοῖς βαρυτέροις ἐπιτρέχει, καὶ ἕτερα μὲν παρυπατοειδέσιν, ἕτερα δὲ λιχανοειδέσιν.

1

.

7

Διάστημα δὲ λέγεται διχῶς, κοινῶς καὶ ἰδίως, καὶ κοινῶς μὲν πᾶν μέγεθος τὸ ὑπό τινων περάτων ὁριζόμενον· ἰδίως δὲ κατὰ μουσικὴν γίνεται διάστημα μέγεθος φωνῆς ὑπὸ δυεῖν φθόγγων περιγεγραμμένον. τῶν δὲ διαστημά‐
5των τὰ μέν ἐστι σύνθετα, τὰ δὲ ἀσύνθετα, ἀσύνθετα μὲν τὰ ὑπὸ τῶν ἑξῆς περιεχόμενα φθόγγων, σύνθετα δὲ τὰ ὑπὸ τῶν μὴ ἑξῆς, καὶ ὅσα δυνατόν ἐστι μελῳδοῦντας ἀναλύειν εἰς πλείονα. τούτων δὲ τῶν διαστημάτων ἐλά‐ χιστον μέν ἐστιν ὡς ἐν μελῳδίᾳ δίεσις ἐναρμόνιος, εἶθ’
10ὡς παχύτερον εἰπεῖν τὸ ταύτης διπλάσιον ἡμιτόνιον, εἶθ’ ὁ τούτου διπλασίων τόνος καὶ ἔτι τούτου τὸ διπλάσιον δίτονον. πάλιν τούτων ἃ μέν ἐστιν ἐλάττω, ἃ δὲ μείζω, καὶ ἃ μὲν σύμφωνα, ἃ δὲ διάφωνα, καὶ ἃ μὲν ἐναρμόνια, ἃ δὲ χρωματικά, ἃ δὲ διατονικά, καὶ ἃ μὲν ῥητά, ἃ δὲ ἄλογα,10
15ῥητὰ μὲν ὧν καὶ λόγον ἔστιν εἰπεῖν ποιόν (λόγον δέ φημι τὴν πρὸς ἄλληλα κατ’ ἀριθμὸν σχέσιν), ἄλογα δὲ ὧν οὐδεὶς πρὸς ἄλληλα λόγος εὑρίσκεται. τοῦ μὲν οὖν διὰ τεσσάρων λόγος ἐστὶν ἐπίτριτος, τοῦ δὲ διὰ πέντε ἡμιό‐ λιος, τοῦ δὲ διὰ πασῶν ὁ διπλασίων, τόνου δὲ ὁ ἐπόγδοος.
20σύμφωνα δὲ καὶ διάφωνα, καθὼς κἀπὶ τῶν φθόγγων εἴπο‐ μεν. περὶ δὲ ἐναρμονίων καὶ τῶν λοιπῶν ἐν καιρῷ λέξομεν. ἔτι τινὰ μὲν αὐτῶν ἐστιν ἀσύνθετα, ὡς ἡ δίεσις, τινὰ δὲ σύνθετα, ὡς τὸ διὰ τεσσάρων, τινὰ δὲ καὶ σύνθετα καὶ ἀσύνθετα, ὡς τὸ ἡμιτόνιον καὶ ὁ τόνος. ἔτι δ’ αὐτῶν ἃ μέν
25ἐστιν ἄρτια, ἃ δὲ περισσά, ἄρτια μὲν τὰ εἰς ἴσα διαιρούμενα, ὡς ἡμιτόνιον καὶ τόνος, περισσὰ δὲ τὰ εἰς ἄνισα, ὡς αἱ γ διέσεις καὶ ε καὶ ζ. γίνεται δὲ ἡ σύνθεσις αὕτη τοιαύτη· δύο διέσεις ἐφεξῆς τίθενται, πλείους δὲ οὐκέτι· δύο ἡμιτόνια ἐφεξῆς τίθεται, πλείω δὲ οὐκέτι. δύο τόνοι τί‐
30θενται καθ’ ἕνα, πλείους δ’ οὐκέτι· περιίσταται γὰρ τὸ ὅλον εἰς ἀσυμφωνίαν. ἔτι τῶν διαστημάτων ἃ μέν ἐστιν ἀραιά, ἃ δὲ πυκνά, πυκνὰ μὲν τὰ ἐλάχιστα, ὡς αἱ διέσεις,
ἀραιὰ δὲ τὰ μέγιστα, ὡς τὸ διὰ τεσσάρων. εἰσὶ δὲ ποικίλαι τοῦ διτόνου διαιρέσεις· πρώτη μὲν ἡ εἰς 〈κδ δωδεκατη‐11
35μόρια, δευτέρα δὲ ἡ εἰσ〉 διέσεις ἢ τόνου τεταρτημόρια η, [δευτέρα, δ’ ἡ εἰς ἡμιτόνιον, τουτέστιν ἥμισυ τόνου,] τρίτη δ’ ἡ εἰς τριτημόρια ϛ, τετάρτη δ’ ἡ εἰς δ ἡμιτόνια, τουτέστι διέσεις ὀκτώ· οὕτω δὲ καὶ οἱ ἀρχαῖοι συνετίθεσαν τὰ συστήματα ἑκάστην χορδὴν ἐν διέσει περιορίζοντες. δίεσις
40μὲν οὖν ἐκαλεῖτο τὸ μικρότατον τῆς φωνῆς διάστημα, οἷον διάλυσις τῆς φωνῆς οὖσα, τόνος δὲ τὸ διὰ μέγεθος πρῶ‐ τον διατεῖνον τὴν φωνήν, ἡμιτόνιον δὲ ἤτοι τὸ ἥμισυ τοῦ τόνου ἢ τὸ ἁπλῶς τόνῳ παραπλήσιον· οὐ γάρ φασιν εἰς ἴσα τέμνεσθαι τοῦτον, ὥσπερ ἴσως καὶ τἀληθὲς ἔχει.
45ὑπόκειται δὲ καὶ ἡ παρὰ τοῖς ἀρχαίοις κατὰ διέσεις ἁρμονία, ἕως κδ διέσεων τὸ πρότερον διάγουσα διὰ πασῶν, τὸ δὲ δεύτερον διὰ τῶν ἡμιτονίων αὐξήσασα. SVBSEQVITVR NOTARVM MVSICARVM DIAGRAMMA [Start of a diagram]α β γ δ ε ϛ ζ η θ ι ια ιβ

1

.

7

(50)

Greek Archaic Musical Symbol𝈶 Greek Archaic Musical Symbol, Mathematical Symbol 𝈈 Greek Archaic Musical Symbol, Mathematical Symbol 𝈪 Greek Archaic Musical Symbol Δ 𝈔 Ε 𝈨
Ι Γ Greek Archaic Musical Symbol 𝈷 Greek Archaic Musical Symbol, Mathematical Symbol Π Greek Archaic Musical Symbol, Mathematical Symbol Greek Archaic Musical Symbol 𝈪 𝈔 Δ 𝈨 Ε ιγ ιδ ιε ιϛ ιζ ιη ιθ κ κα κβ κγ κδ 𝈦 Greek Archaic Musical Symbol Greek Archaic Musical Symbol Greek Archaic Musical Symbol Greek Archaic Musical Symbol Greek Archaic Musical Symbol Greek Archaic Musical Symbol Greek Archaic Musical Symbol 𝈷 𝈶 Greek Archaic Musical Symbol 𝉀 Greek Archaic Musical Symbol𝈦 Greek Archaic Musical Symbol Greek Archaic Musical Symbol Greek Archaic Musical Symbol Greek Archaic Musical Symbol Greek Archaic Musical Symbol Greek Archaic Musical Symbol 𝈶 𝈷 𝉀 Greek Archaic Musical Symbol12
55β κϛ κη λ λβ λδ λϛ λη μ μβ μδ μϛ μα 𝈩 𝈰 𝈞 Ω Ϲ Ϲ Greek Archaic Musical Symbol Greek Archaic Musical Symbol 𝈞 𝈁 Greek Archaic Musical Symbol 𝈅 𝈓 𝈁 Ͻ Ͻ Greek Archaic Musical Symbol Greek Archaic Musical Symbol 𝈁 Greek Archaic Musical Symbol Greek Archaic Musical Symbol[End of a diagram] [Αὕτη ἐστὶν ἡ παρὰ τοῖς ἀρχαίοις κατὰ διέσεις ἁρμονία, ἕως κδ διέσεων τὸ πρότερον διάγουσα διὰ πασῶν, τὸ δὲ
60δεύτερον διὰ τῶν ἡμιτονίων αὐξήσασα.]

1

.

8

Σύστημα δέ ἐστι τὸ ὑπὸ πλειόνων ἢ δυεῖν διαστη‐ μάτων περιεχόμενον. τῶν δὲ συστημάτων διαφοραὶ αἱ μὲν ὅμοιαι ταῖς ἐπὶ τῶν διαστημάτων εἰρημέναις, αἱ δὲ πλείους, ὡς αἵδε· τὰ μὲν αὐτῶν ἐστι συνεχῆ, ὡς τὰ διὰ τῶν ἑξῆς
5φθόγγων, τὰ δ’ ὑπερβατά, ὡς τὰ διὰ τῶν μὴ ἐφεξῆς μελῳδούμενα· καὶ τὰ μὲν ἁπλᾶ, 〈ἃ〉 καθ’ ἕνα τρόπον ἔκκειται, τὰ δὲ οὐχ ἁπλᾶ, ἃ κατὰ πλειόνων τρόπων πλο‐ κὴν γίνεται· ἢ τῷ τὰ μὲν εἶναι συνημμένα, τὰ δὲ διε‐ ζευγμένα, τὰ δὲ κοινά· καὶ συνημμένα μέν ἐστιν ὧν εἷς
10φθόγγος γίνεται κοινός, ἃ καὶ κατάλληλα λέγεται, διε‐ ζευγμένα δὲ ὧν εἷς φθόγγος μέσος ἐμπίπτει χωρίζων ἑκάτερον, ἃ καὶ παράλληλα καλεῖται, κοινὰ δὲ τὰ ποτὲ μὲν κατὰ συναφήν, ποτὲ δὲ κατὰ διάζευξιν κείμενα. ἔτι τῶν συστημάτων ἃ μέν ἐστι τετράχορδα, ἃ ὑπὸ τεσσάρων13
15φθόγγων κατὰ φύσιν κειμένων περιέχεται, ἃ δὲ πεντά‐ χορδα, ἃ δὲ ὀκτάχορδα· τὸν δ’ αὐτὸν ὅρον κἀπὶ τούτων νοητέον. τούτων δ’ ἃ μέν ἐστι σύμφωνα, ἃ δὲ διάφωνα· σύμφωνα μὲν οὖν ἐστι [τετράχορδα] τὰ ὑπὸ συμφώνων φθόγγων περιεχόμενα [πεντάχορδά τε καὶ ὀκτάχορδα],
20ἀσύμφωνα δὲ τὰ μὴ οὕτως ἔχοντα. τίς δὲ ἡ φθόγγων συμ‐ φωνία, προειρήκαμεν. γίνεται δὲ αὐτῶν ἡ ἔκθεσις ἐξ ἀνο‐ μοίων διαστημάτων, οἷον διέσεως, ἡμιτονίου, τόνου. ἔστι δὲ αὐτῶν καὶ ἡ κατ’ εἶδος διαφορά· τὰ μὲν 〈γὰρ〉 ὑπὸ ἑστώτων, τὰ δὲ ὑπὸ φερομένων φθόγγων περιέχεται. καὶ
25ἃ μὲν αὐτῶν ἐστι τέλεια, ἃ δὲ οὔ, ἀτελῆ μὲν τετράχορδον πεντάχορδον, τέλειον δὲ ὀκτάχορδον, ἐπεὶ πᾶς ὁ μετ’ αὐτὸ φθόγγος ὅμοιός ἐστι πάντως ἑνὶ τῶν προηγησαμέ‐ νων. τὸ μὲν οὖν τετράχορδον καλεῖται διὰ τεσσάρων, συνέστηκε δ’ ἐκ τόνων δύο καὶ ἡμιτονίου, ἡμιτονίων ε,
30διέσεων ι· τὸ δὲ πεντάχορδον καλεῖται μὲν διὰ πέντε, σύγκειται δ’ ἐκ τόνων γ ἡμίσεος, ἡμιτονίων ζ, διέσεων ιδ· τὸ δὲ δι’ ὀκτὼ καλεῖται μὲν διὰ πασῶν, διατίθεται δὲ ἐκ τόνων ϛ, ἡμιτονίων ιβ, διέσεων κδ. ἔτι τῶν ὅλων συστη‐ μάτων ἃ μέν ἐστι πυκνά, ἃ δὲ ἀραιά, καὶ τὰ μὲν ἀμετάβολα,
35τὰ μίαν ἔχοντα μέσην, τὰ δὲ μεταβαλλόμενα, τὰ πλείους ἔχοντα μέσας. καὶ τὰ μὲν διὰ τῶν ἑξῆς φθόγγων, τὰ δὲ δι’ ὑπερβατῶν μελῳδεῖται. σχήματα δ’ αὐτῶν ποικίλα
ἀπὸ τῆς τῶν διαστημάτων ἡγεμονίας ἢ ποιᾶς τάξεως θεωρούμενα· ἢ γὰρ α ἐστὶν ἡμιτόνιον ἢ βγ ἢ ὁποστον‐14
40οῦν. τετράχορδα μὲν οὖν ἐν ἑκάστῳ τόνῳ τυγχάνει κατὰ διαίρεσιν θεωρούμενα πέντε, ὑπάτων μέσων συνημμέ‐ νων διεζευγμένων ὑπερβολαίων, πεντάχορδα δὲ σύμ‐ φωνα τρία, μέσων συνημμένων διεζευγμένων, ὀκτάχορδα δὲ δύο, συνημμένων τε καὶ διεζευγμένων. εἴδη δὲ αὐτῶν
45πλείονα, καθ’ ἑκάστου φθόγγου παραύξησιν λαμβανό‐ μενα. παρὰ μέντοι τοῖς παλαιοῖς τὸ μὲν διὰ τεσσάρων ἐκαλεῖτο συλλαβή, τὸ δὲ διὰ πέντε δι’ ὀξειῶν, τὸ δὲ διὰ πασῶν ἁρμονία, ὃ καὶ ποικίλων κατ’ εἶδος ὀνομασιῶν τετυχήκει· τὸ μὲν γὰρ ἀπὸ ὑπάτης ὑπάτων ἐκαλεῖτο

1

.

8

(50)

μιξολύδιον, τὸ δὲ ἀπὸ παρυπάτης λύδιον, τὸ δ’ ἀπὸ δια‐ τόνου φρύγιον, τὸ δ’ ἀπὸ μέσων ὑπάτης δώριον, τὸ δ’ ἀπὸ παρυπάτης ὑπολύδιον, τὸ δ’ ἀπὸ διατόνου ὑποφρύγιον, τὸ δ’ ἀπὸ μέσης ὑποδώριον. ἐκ δὴ τούτου φανερὸν ὡς καὶ ταὐτὸν ὑποθεμένοις σημεῖον πρῶτον, ἄλλοτε ἄλλῃ δυνάμει
55φθόγγου κατονομαζόμενον, ἐκ τῆς τῶν ἐφεξῆς φθόγγων ἀκολουθίας τὴν τῆς ἁρμονίας ποιότητα φανερὰν γενέσθαι συμβαίνει. περὶ μὲν οὖν συστημάτων, ἃ καὶ ἀρχὰς οἱ παλαιοὶ τῶν ἠθῶν ἐκάλουν, ἀρκείτω ταῦτα.

1

.

9

Γένος δέ ἐστι ποιὰ τετραχόρδου διαίρεσις. γένη δὲ μελῳδίας γ· ἁρμονία χρῶμα διάτονον, ἐκ τῆς τῶν διαστη‐ μάτων ἐγγύτητος ἢ μακρότητος λαμβάνοντα τὰς δια‐ φοράς. ἁρμονία μὲν οὖν καλεῖται τὸ τοῖς μικροτάτοις
5πλεονάσαν διαστήμασιν ἀπὸ τοῦ συνηρμόσθαι, διάτονον
δὲ τὸ τοῖς τόνοις πλεονάζον, ἐπειδὴ σφοδρότερον ἡ φωνὴ κατ’ αὐτὸ διατείνεται, χρῶμα δὲ τὸ δι’ ἡμιτονίων συν‐ τεινόμενον. ὡς γὰρ τὸ μεταξὺ λευκοῦ καὶ μέλανος χρῶμα καλεῖται, οὕτω καὶ τὸ διὰ μέσων ἀμφοῖν θεωρούμενον15
10χρῶμα προσείρηται. τούτων δὲ ἕκαστον μελῳδεῖται, τὸ μὲν ἐναρμόνιον κατὰ δίεσιν καὶ δίεσιν καὶ δίτονον ἀσύν‐ θετον ἐπὶ τὸ ὀξύ, ἐπὶ δὲ τὸ βαρὺ ἐναντίως, τὸ δὲ χρῶμα ἐπὶ μὲν τὸ ὀξὺ κατὰ ἡμιτόνιον καὶ ἡμιτόνιον καὶ τριημι‐ τόνιον, ἐναντίως δὲ ἐπὶ τὸ βαρύ, τὸ δὲ διάτονον καθ’
15ἡμιτόνιον καὶ τόνον καὶ τόνον ἐπὶ τὸ ὀξύ, ἐπὶ δὲ τὴν βαρύτητα ἐναντίως. τούτων δὲ φυσικώτερον μέν ἐστι τὸ διάτονον (πᾶσι γὰρ καὶ τοῖς ἀπαιδεύτοις παντάπασι μελῳ‐ δητόν ἐστι), τεχνικώτερον δὲ τὸ χρῶμα (παρὰ γὰρ μόνοις μελῳδεῖται τοῖς πεπαιδευμένοις), ἀκριβέστερον δὲ τὸ ἐναρ‐
20μόνιον· παρὰ γὰρ τοῖς ἐπιφανεστάτοις ἐν μουσικῇ τετύχηκε παραδοχῆς, τοῖς δὲ πολλοῖς ἐστιν ἀδύνατον· ὅθεν ἀπέγνω‐ σάν τινες τὴν κατὰ δίεσιν μελῳδίαν, διὰ τὴν αὑτῶν ἀσθέ‐ νειαν καὶ παντελῶς ἀμελῴδητον εἶναι τὸ διάστημα ὑπο‐ λαβόντες. τούτων δὲ τῶν γενῶν ἕκαστον μελῳδοῦμεν ἔν
25τε ἀγωγῇ καὶ πλοκῇ. καὶ ἀγωγὴ μέν ἐστιν, ὅτε διὰ τῶν ἑξῆς φθόγγων ποιούμεθα τὴν μελῳδίαν, πλοκὴ δέ, ὅτε διὰ τῶν καθ’ ὑπέρβασιν λαμβανομένων. ἔτι τῆς μελῳδίας ἡ μὲν εὐθεῖα καλεῖται, ἡ δὲ ἀνακάμπτουσα, ἡ δὲ περιφερής, εὐθεῖα μὲν ἡ ἀπὸ βαρύτητος εἰς ὀξύτητα, ἀνακάμπτουσα
30δὲ ἡ ἐναντία, περιφερὴς δὲ ἡ ἐμμετάβολος, οἷον εἴ τις κατὰ συναφὴν τετράχορδον ἐπιτείνας ταὐτὸν ἀνείη κατὰ διά‐ ζευξιν. πάλιν τῶν γενικῶν συστημάτων ἃ μὲν εἰς εἰδικὰ διαιρεῖται, ἃ δὲ οὔ. τὸ μὲν οὖν ἐναρμόνιον ἅτε δὴ ἐξ ἐλα‐ χίστων διέσεων συγκείμενον ἀδιαίρετόν ἐστι· τὸ δὲ χρῶμα16
35διαιρεθήσεται εἰς διαστήματα ὅσα ἂν ῥητὰ μεταξὺ τοῦ τε ἡμιτονίου καὶ τῆς ἐναρμονίου διέσεως εὑρίσκηται, καὶ τὸ διάτονον δηλαδὴ εἰς τοσαῦτα ὅσα ἂν μεταξὺ τοῦ τε ἡμι‐ τονίου καὶ τόνου ῥητὰ διαστήματα θεωρῆται. γίνεται τοί‐ νυν τοῦ μὲν χρώματος εἴδη γ, τοῦ δὲ διατόνου β, ὡς εἶναι
40τὰ πάντα τῷ ἐναρμονίῳ προστιθέμενα μελῳδιῶν εἴδη ἕξ. τὸ μὲν οὖν πρῶτον [τὸ ἐναρμόνιον] χαρακτηρίζε‐ ται ἐκ τῶν τεταρτημοριαίων διέσεων τοῦ τόνου καὶ κα‐ λεῖται ἐναρμόνιον, τὸ δὲ δεύτερον τριτημοριαίᾳ διέσει καὶ καλεῖται μαλακὸν χρῶμα· τὸ δὲ τρίτον χαρακτηρί‐
45ζεται μὲν ἐκ διέσεων ἡμιολίων τῆς ἐναρμονίου διέσεως, κα‐ λεῖται δὲ ἡμιολίου χρώματος· τὸ δὲ τέταρτον ἴδιον μὲν ἔχει τὴν ἐκ δυεῖν ἡμιτονίων ἀσυνθέτων 〈τόνου〉 σύστασιν, κα‐ λεῖται δὲ τονιαίου χρώματος· τὸ δὲ πέμπτον σύγκειται μὲν ἐξ ἡμιτονίου καὶ γ διέσεων καὶ λοιπῶν ε, καλεῖται δὲ

1

.

9

(50)

μαλακοῦ διατόνου· τὸ δὲ ἕκτον ἔχει μὲν ἡμιτόνιον καὶ τόνον καὶ τόνον, λέγεται δὲ συντόνου διατόνου. ἵνα δὲ δῆλον ᾖ τὸ λεγόμενον, ἐπ’ ἀριθμῶν ποιησόμεθα τὴν διαί‐ ρεσιν, ὑποθέμενοι τὸ τετράχορδον μονάδων ξ. ἐναρμονίου διαίρεσις ϛ ϛ μη [ἐναρμόνιον, κατὰ δίεσιν καὶ δίεσιν καὶ
55δίτονον]. 〈μαλακοῦ〉 χρώματος διαίρεσις η η μδ [μαλα‐
κοῦ χρώματος, κατὰ δίεσιν καὶ δίεσιν καὶ τριημι‐ τόνιον καὶ δίεσιν]. ἡμιολίου χρώματος θ θ μβ [κατὰ δίεσιν καὶ δίεσιν ἡμιόλιον καὶ τριημιτόνιον καὶ δίεσιν]· τονιαίου χρώματος ιβ ιβ λϛ· μαλακοῦ διατόνου ιβ ιη λ·17
60συντόνου διατόνου ιβ κδ κδ [ἢ κδ κδ ιβ ἄλλως η κδ κη]. γίνονται δὲ καὶ ἄλλαι τετραχορδικαὶ διαιρέσεις, αἷς καὶ οἱ πάνυ παλαιότατοι πρὸς τὰς ἁρμονίας κέχρηνται. ἐνίοτε μὲν οὖν αὗται τέλειον ὀκτάχορδον ἐπλήρουν, ἔσθ’ ὅπη δὲ καὶ μεῖζον ἑξατόνου σύστημα, πολλάκις δὲ καὶ ἔλαττον·
65οὐδὲ γὰρ πάντας παρελάμβανον ἀεὶ τοὺς φθόγγους· τὴν δὲ αἰτίαν ὕστερον λέξομεν. τὸ μὲν οὖν λύδιον σύστημα συνετίθεσαν ἐκ διέσεως καὶ διτόνου καὶ τόνου καὶ διέ‐ σεως καὶ διέσεως καὶ διτόνου καὶ διέσεως (καὶ τοῦτο μὲν ἦν τέλειον σύστημα), τὸ δὲ δώριον ἐκ τόνου καὶ διέσεως
70καὶ διέσεως καὶ διτόνου καὶ τόνου καὶ διέσεως καὶ διέσεως καὶ διτόνου (ἦν δὲ τοῦτο τόνῳ τοῦ διὰ πασῶν ὑπερέχον), τὸ δὲ φρύγιον ἐκ τόνου καὶ διέσεως καὶ διέσεως καὶ δι‐ τόνου καὶ τόνου καὶ διέσεως καὶ διέσεως καὶ τόνου (ἦν δὲ καὶ τοῦτο τέλειον διὰ πασῶν)· τὸ δὲ ἰάστιον συνετίθεσαν
75ἐκ διέσεως καὶ διέσεως καὶ διτόνου καὶ τριημιτονίου καὶ τόνου (ἦν δὲ τοῦτο τοῦ διὰ πασῶν ἐλλεῖπον τόνῳ), τὸ δὲ μιξολύδιον ἐκ δύο διέσεων κατὰ τὸ ἑξῆς κειμένων καὶ τόνου καὶ τόνου καὶ διέσεως 〈καὶ διέσεωσ〉 καὶ τριῶν τόνων (ἦν δὲ καὶ τοῦτο τέλειον σύστημα)· τὸ δὲ λεγό‐
80μενον σύντονον λύδιον ἦν δίεσις καὶ δίεσις καὶ δίτονον
καὶ τριημιτόνιον. δίεσιν δὲ νῦν ἐπὶ πάντων ἀκουστέον τὴν ἐναρμόνιον. σαφηνείας δὲ ἕνεκεν καὶ διάγραμμα τῶν συστημάτων ὑπογεγράφθω. τούτων δὴ καὶ ὁ θεῖος Πλάτων ἐν τῇ Πολιτείᾳ μνημονεύει λέγων θρηνώδεις18
85μὲν εἶναι τήν τε μιξολυδιστὶ καὶ τὴν συντονολυδιστί, συμ‐ ποτικὰς δὲ καὶ λίαν ἀνειμένας τήν τε ἰαστὶ καὶ λυδιστί. καὶ μετὰ ταῦτα ἐπιφέρει λέγων [Resp. 399 a]· κινδυνεύει σοι δωριστὶ λελεῖφθαι καὶ φρυγιστί. τοιαύτας γὰρ ἐποι‐ οῦντο τῶν ἁρμονιῶν τὰς ἐκθέσεις πρὸς τὰ προκείμενα τῶν
90ἠθῶν τὰς τῶν φθόγγων ποιότητας ἁρμοττόμενοι. περὶ μὲν οὖν τούτων ὕστερον ἀκριβῶς ἐροῦμεν. SVBSEQVITVR NOTARVM MVSICARVM DIAGRAMMA [Start of a diagram]α λυδιστί β δωριστί 𝈖 𝈗 Ϲ Ο Ξ Ν Ζ Ε Φ Ϲ Ρ Π Ι Ζ Ε Δ 𝈚
95𝈪 𝈕 Ϲ Κ 𝈎𝈲𝈸 𝈈 [𝈓] 〈𝈓Ϲ 𝈱 Ͻ 𝈶 𝈸 𝈈 𝈹 𝈿 γ φρυγιστί δ ἰαστί Φ Ϲ Ρ Π Ι Unknown Papyrological Character Ε Δ 𝈕 𝈖 𝈗 Ϲ Μ Ι
𝈓 Ϲ 𝈱Ͻ𝈶 𝈸 𝈈𝈹Ζ [Γ] 〈Γ𝈪 𝈕 Ϲ Π 𝈶 ε μιξολυδιστί ϛ συντονολυδιστί19

1

.

9

(100)

𝈕 𝈖 𝈗 Φ Ϲ Ρ Π Ζ 𝈕 𝈖 𝈗 Ϲ Μ Γ 𝈪 𝈕 𝈓 Ϲ 𝈱 Ͻ 𝈸 Γ 𝈪 𝈕 Ϲ Π[End of a diagram]

1

.

10

Τανῦν δὲ περὶ τόνων λέγωμεν. τόνον δὴ κατὰ μουσικὴν καλοῦμεν τριχῶς· ἢ γὰρ ὅπερ τὴν τάσιν, ἢ μέγεθος ποιὸν φωνῆς, οἷον ᾧ τὸ διὰ ε τοῦ διὰ δ ὑπερέχει, ἢ τρόπον συ‐ στηματικόν, οἷον λύδιον ἢ φρύγιον· περὶ οὗ νῦν πρόκειται
5λέγειν. τόνοι δὲ εἰσὶ κατὰ μὲν Ἀριστόξενον τρεισκαίδε‐ κα, ὧν οἱ προσλαμβανόμενοι περιέχονται τῷ διὰ πασῶν, κατὰ δὲ τοὺς νεωτέρους πεντεκαίδεκα, ὧν οἱ μὲν προσ‐ λαμβανόμενοι περιέχονται τῷ διὰ πασῶν καὶ τόνῳ τοῦ κατὰ διάζευξιν ἐφαπτόμενοι. ὀνομάζει δ’ αὐτοὺς οὕτως
10Ἀριστόξενος· ὑποδώριος· ὑποφρύγιοι δύο, ὁ μὲν βαρύς, ὃς καὶ ὑποιάστιος καλεῖται, ὁ δὲ ὀξύς· ὑπολύδιοι δύο, ὁ μὲν βαρύς, ὃς καὶ ὑποαιόλιος, ὁ δὲ ὀξύς· δώριος εἷς· φρύ‐ γιοι δύο, ὁ μὲν βαρύς, ὃς καὶ ἰάστιος, ὁ δὲ ὀξύς· λύδιοι δύο, ὁ μὲν βαρύς, ὃς νῦν αἰόλιος, ὁ δὲ ὀξύς. μιξολύδιοι δύο,
15ὁ μὲν βαρύς, ὃς νῦν ὑπερδώριος, ὁ δὲ ὀξύς, ὃς νῦν ὑπερ‐ ιάστιος· ὑπερμιξολύδιος εἷς, ὃς καὶ ὑπερφρύγιος. τούτοις ὑπὸ τῶν νεωτέρων προστέθεινται ὅ τε ὑπεραιόλιος καὶ ὁ ὑπερλύδιος, ὅπως γ’ ἂν ἕκαστος βαρύτητά τε ἔχοι καὶ με‐ σότητα καὶ ὀξύτητα. ἕκαστος δ’ ἂν αὐτῶν ἡμιτονίῳ μὲν20
20ὑπερέξει τοῦ προτέρου ἀπὸ τοῦ βαρυτάτου βουλομένων ἄρ‐ χεσθαι, ἡμιτονίῳ δὲ ἐλάττων ἔσται, εἴ γε τὴν ἀρχὴν ἀπὸ τοῦ ὀξυτάτου ποιησόμεθα. περιέχονται μὲν οὖν αὐτῶν, ὡς ἔφην, οἱ προσλαμβανόμενοι τῷ διὰ πασῶν καὶ τόνῳ. λαμ‐ βάνοιντο δ’ ἂν διὰ τοῦτο καὶ διὰ συμφωνιῶν· ἀρξάμενος
25γὰρ ἀπὸ τοῦ βαρυτάτου καὶ βουλόμενος ἐπιτείνειν καὶ πάλιν ἀνιέναι κατὰ ποικίλα διαστήματα πάντως ἑνός τινος αὐτῶν ἐφάψομαι προσλαμβανομένου. τούτων δὲ οἱ μὲν μελῳδοῦν‐ ται διόλου, οἱ δὲ οὐχί. ὁ μὲν οὖν δώριος σύμπας μελῳδεῖ‐ ται διὰ τὸ μέχρι τῶν ιβ τόνων τὴν φωνὴν ἡμῖν ὑπηρετεῖσθαι
30καὶ διὰ τὸ μέσον αὐτοῦ τὸν προσλαμβανόμενον τοῦ διὰ πασῶν εἶναι ὑποδωρίου· τῶν δὲ λοιπῶν οἱ μὲν βαρύτεροι τοῦ δωρίου μέχρι τοῦ συμφωνοῦντος φθόγγου * * * τῇ νήτῃ τῶν ὑπερβολαίων. οὕτως οὖν καὶ τὰς ᾠδὰς ἢ τὰ κῶλα τοῖς τρόποις συστησόμεθα, εἰ τὸν κοιλότατον τῶν
35φθόγγων τοῦ συστήματος ἑνὶ τῶν προσλαμβανομένων ὑποβάλλοιμεν καὶ τὰ ἀπὸ τούτου μελῳδοίημεν ἐπὶ τὸ βάρος. εἰ μὲν γὰρ μὴ δυνηθείημεν ἀνιέναι περαιτέρω, δώριος ἔσται διὰ τὸ τὸν πρῶτον ἀκουστὸν φθόγγον δω‐
ρίου προσλαμβανομένῳ ὡρίσθαι· εἰ δὲ ἐξακούοιτο, θεω‐21
40ρῆσαι πειρασόμεθα πόσῳ τοῦ δωρίου προσλαμβανομένου, τουτέστι τοῦ τῇ φύσει βαρυτάτου, τὴν ὑπεροχὴν ἔχει, κἀκεῖνος ἡμῖν ὁ τρόπος ὁρισθήσεται ὃς ὑπερέχει τοῦ δω‐ ρίου προσλαμβανομένου τοσούτῳ ὅσῳ καὶ τοῦ μέλους ὁ κοιλότατος φθόγγος τοῦ τῇ φύσει κοιλοτάτου μείζων
45ἐθεωρήθη. εἰ δ’ ὁ βαρύτατος τῆς ᾠδῆς φθόγγος ὑπερεκ‐ πίπτει τοῦ δωρίου [τὸ] διὰ πασῶν ὀξὺς ὑπάρχων, ληψό‐ μεθα μὲν αὐτοῦ τὸ διὰ πασῶν ἐπὶ τὸ βάρος, τῇ δὲ προ‐ ειρημένῃ χρησάμενοι μεθόδῳ τὴν ἁρμονίαν αὐτὴν οὐ δυσ‐ χερῶς ἐκληψόμεθα.

1

.

11

Μεταβολὴ δέ ἐστιν ἀλλοίωσις τοῦ ὑποκειμένου συ‐ στήματος καὶ τοῦ τῆς φωνῆς χαρακτῆρος· εἰ γὰρ ἑκάστῳ συστήματι καὶ ποιός τις ἐπακολουθεῖ τῆς φωνῆς τύπος, δῆλον ὡς ἅμα ταῖς ἁρμονίαις καὶ τὸ τοῦ μέλους εἶδος
5ἀλλοιωθήσεται. μεταβολαὶ δὲ ἐν τοῖς τόνοις γίνονται ποι‐ κίλαι καθ’ ἕκαστον τῶν διαστημάτων τῶν τε συνθέτων καὶ ἀσυνθέτων, ἀλλ’ αἱ μὲν ἐκ συμφώνων λαμβανόμεναι δια‐ στημάτων χαριέστεραι, αἱ δὲ λοιπαὶ τούτων οὐ πάνυ· ὧν καὶ τὰ σχήματα καὶ τὰς πλοκὰς δυνατὸν θεωρεῖν κατὰ
10τόνον ἢ ἡμιτόνιον ἀπὸ φθόγγου μεταβάλλοντα καὶ ὅλως κατὰ πᾶν ἤτοι περισσὸν ἢ ἄρτιον διάστημα καὶ ἢ ἀνιέντα ἢ ἐπιτείνοντα. γίνονται δ’ αὐτῶν καὶ κατὰ τετράχορδα κοινωνίαι· οἱ μὲν γὰρ ἡμιτονίῳ ἀλλήλων ὑπερέχουσιν, οἱ δὲ τόνῳ, οἱ δὲ τοῖς τούτων μείζοσι διαστήμασιν, ὥστε
15συμβαίνειν τὰς τοῦ κοιλοτέρου μέσας ὑπάτας γίνεσθαι
τοῦ ὀξυτέρου ἢ ἀνάπαλιν, καὶ κατὰ τὸ ἑξῆς ὁμοίως. Εἰσὶ δὲ τῷ γένει τόνοι γ· δώριος φρύγιος λύδιος. τούτων ὁ μὲν δώριος πρὸς τὰ βαρύτερα τῆς φωνῆς ἐνεργήματα χρήσιμος, ὁ δὲ λύδιος πρὸς τὰ ὀξύτερα, ὁ δὲ φρύγιος πρὸς22
20τὰ μέσα. οἱ δὲ λοιποὶ μᾶλλον ἐν ταῖς ὀργανικαῖς θεω‐ ροῦνται συνθέσεσιν· ἐκεῖνα γὰρ ἐν μηκίστοις ἐξείργασται συστήμασιν. τῶν δὲ τόνων πάντων ἐκ τῆς τῶν κδ γραμμάτων τάξεως ἀνάπαλιν συγκειμένων τοῦ μὲν βαρυτάτου πάντων ὑποδωρίου τόνον ἐπὶ τὸ βάρος ἀνέντες τὸ 𝈀 λαμβάνομεν
25ἀρχὴν τῶν σημείων, ἔπειτα τὸ μετὰ τοῦτο, ἐν μὲν ἁρμονίᾳ διέσεως ἐπέχον λόγον, ἐν δὲ χρώματι καὶ διατόνῳ ἡμι‐ τονίου, εἶτα τὸ μετὰ τοῦτο· εἶτα τὸ τέταρτον τόνον ἐπ‐ έχειν ὁριζόμεθα· καὶ τοῦτο ἀρχὴν τοῦ κοιλοτάτου τῶν τρόπων ποιησάμενοι, πάλιν ἡμιτόνιον ἐπιτείναντες τοῦ
30μετ’ αὐτὸν τάττομεν τὸν προσλαμβανόμενον, καὶ τοὺς ἑξῆς ταῖς αὐταῖς ὑπεροχαῖς συντιθέντες τὸν τῶν ιε τρόπων πληροῦμεν ἀριθμόν. ὑπόκειται δὲ ἡ καθ’ ἡμιτόνιον τῶν στοιχείων ἔκθεσις καὶ ἡ κατὰ τόνον καὶ λοιπὸν οἱ ἐκ τούτων τρόποι· διπλῆ δὲ ἡ ἔκθεσις τῶν σημείων γέγονεν
35ἡμῖν, 〈ἵν’〉 ἐκ τῆς τῶν κάτω γραφομένων ὁμοιότητος τὴν τῶν ἄνω θεωρῶμεν ἀκολουθίαν, καὶ ὅπως τοῖς μὲν κάτω τὰ κῶλα καὶ τὰ ἐν ταῖς ᾠδαῖς μεσαυλικὰ ἢ ψιλὰ κρούματα, τοῖς δὲ ἄνω τὰς ᾠδὰς χαρακτηρίζωμεν, καὶ ὅπως τὰ κατὰ μουσικὴν ἀπόρρητα συγκρύπτωμεν εὐκόλως, ἀντὶ
40τῶν ἐν χρήσει γραμμάτων 〈τὰ〉 κατὰ τὴν τονικὴν ἔκ‐
θεσιν ὑπογεγραμμένα κατατάττοντες. πτέρυγι δὲ τὸ διά‐ γραμμα τῶν τρόπων γίνεται παραπλήσιον, τὰς ὑπεροχὰς ἃς ἔχουσιν οἱ τόνοι πρὸς ἀλλήλους ἀναδιδάσκον· ἐκτέ‐ θεινται δὲ οὗτοι κατὰ τὰ γ γένη καὶ τὰς συμφωνίας περι‐23
45έχοντες· συμφωνία δέ ἐστιν ὅταν δύο στοιχείων κατὰ τὸ ἐναρμόνιον δύο διαστήματα περιεχόντων θάτερον τούτων ἐν ἄλλῳ γένει μόνον τὰ δύο συναφθέντα σημαίνῃ. SVBSEQVITVR NOTARVM MVSICARVM DIAGRAMMA [Start of a diagram]ἔκθεσις τῶν κατὰ τόνον

1

.

11

(50)

𝈀 𝈃 𝈆 𝈉 𝈌 𝈑 𝈔 Ω Φ Ϲ Ο Κ Η Γ 𝈚 Οʹ Κʹ Ηʹ Γʹ ʹ 𝈝 𝈟 𝈡 Η 𝈥 𝈨 𝈅 𝈬 𝈓 Ϲ Κ 𝈵 𝈷 Ν Ζ 𝈿 Κʹ 𝈵ʹ 𝈷ʹ Νʹ Ζʹ
𝈅 [Η] 𝈈 𝈋 𝈏 𝈒 𝈕 Χ Τ Ρ Μ Ι Ζ Α 𝈙 [Οʹ] 〈𝈜 Μʹ Ιʹ Ζʹ Αʹ〉 𝈂 Τ [𝈎] 𝈆 𝈤 Ε 𝈩 Γ 𝈮 𝈰 Ͻ 𝈳 𝈶 𝈸 [𝈏 𝈾 [Κʹ] 〈𝉁 𝈳ʹ 𝈶ʹ 𝈸ʹ 𝈏ʹ〉 [Α Β Γ Δ Ε Ζ Η Θ Ι Κ Λ Μ Ν Ξ Ο Ρ Π Ϲ Τ Υ Φ Χ Ψ Ω24
55𝈏 𝈺 Ν 𝈹 𝈈 𝈸 𝈷 𝈍 𝈶 𝈵 𝈴 𝈳 𝈲 𝈎 Κ Ͻ 𝈱 Ϲ 𝈰 𝈯 𝈓 𝈮 𝈭 𝈬 𝈗 𝈖 𝈕 𝈔 𝈓 𝈒 𝈑 𝈐 𝈏 𝈎 𝈍 𝈌 𝈋 𝈊 𝈉 𝈈 𝈇 𝈆 𝈜 𝈛𝈚〉〉 𝈙 𝈘 𝈕 𝈪 Γ 𝈅 𝈜 𝈩 𝈨 𝉄 Ε 𝈑 Greek Archaic Musical Symbol 𝈥 𝈤 𝈣 Η 𝈆 𝈢 𝈡 𝉁 𝉀 Greek Idiosyncratic Musical Symbol 𝈾 𝈽 Ζ] [τῶν δεκαπέντε τρόπων αἱ μετα‐ πτώσεις καὶ τίς πρὸς τίνα διὰ τεσσάρων
60καὶ διὰ πέντε καὶ διὰ πασῶν] [ταῦτα διαγράμματά ἐστι τῶν στοιχείων· ἐπεὶ καὶ τῶν γενῶν ἕτερά ἐστι καὶ τῶνColumn end
τρόπων ὁμοίως· καὶ ἐξ ἔκθεσις τῶν κατὰ ἡμιτόνιονColumn end || Page end25
65𝈀 𝈂 𝈃 𝈅 𝈆 𝈈 𝈉 𝈋 𝈌 𝈏 𝈑 𝈒 𝈔𝈕Ω Χ Φ Τ Ϲ Ρ Ο Μ Κ Η [μ λ 𝈲] 𝈝 𝈂 𝈟 Τ 𝈡 𝈆 Η 𝈤𝈥Ε 𝈨 𝈩 𝈅 Γ 𝈬 𝈮 𝈓 𝈰 Ϲ Ͻ Κ 𝈳 𝈵 𝈶 𝈷𝈳 𝈶 Η] 𝈁 𝈠𝈇𝈊 𝈍𝈐𝈓 𝈖 Ψ Υ Π Ξ ΛΘ𝈞 𝈄𝈢𝈣 Greek Archaic Musical Symbol𝉄𝈜 𝈪 𝈭 𝈯 𝈱 𝈎 𝈴𝈍〉 〈𝈎 𝈗 Ν
70𝈑 𝈕 𝈲Ζ Γ Α 𝈙 𝈚 𝈜 Οʹ Μʹ Κʹ Ιʹ Ηʹ Ζʹ Γʹ Αʹ ʹ 𝈸 Ν 𝈏 Ζ 𝈾 𝈿 𝉁 Κʹ 𝈳ʹ 𝈵ʹ 𝈶ʹ 𝈷ʹ 𝈸ʹ Νʹ 𝈏ʹ Ζʹ
Ε Β 𝈘 𝈛 Ξʹ Λʹ Θʹ Εʹ Βʹ 𝈈 𝈺 𝈽 𝉀 𝈎ʹ 𝈴ʹ 𝈍ʹ 𝈈ʹ 𝈺ʹ26
75ΔΝʹ〉 Δʹ 𝈹𝈲ʹ〉 𝈹ʹ [πάντα τὰ γράμματα δι’ ὧν ἡ πᾶσα μελῳδία γράφεται τῆς λέξεως καὶ τῆς κρούσεως· τουτέστι τῶν ιε τρόπων
80αὕτη τῆς τριγενείας γάρ ἐστι κανόνιον] [Πυθαγόρου τῶν στοιχείων ὅλων ἐκθέσεις τῶν ιε τρόπων κατὰ τὰ τρία γένη· πόσοις γὰρ σχήμασιColumn end
σημαίνεται ἕκαστον ἐκ τούτου δῆλον]Column end
85[Α Β Γ Δ Ε Ζ Η Θ Ι Κ Λ Μ Ν Ξ Ο Ρ Π Ϲ Τ Υ Φ Χ Ψ Ω 𝈗 𝈖 𝈪 𝈔 𝉄 𝈒 𝈿 𝈐 𝈺 𝈎 𝈍 𝈌 𝈋 𝈊 𝈉 𝈳 𝈇 𝈱 𝈜 𝈛 𝈚 𝈙 𝈘 𝈾 𝈕 𝈴 𝈨 𝈑 𝈏 𝈲 𝈶 𝈮 Greek Archaic Musical Symbol 𝈈 Ͻ 𝈩 𝈠 𝈟 𝈂𝈞 𝈀𝈽 𝈓 λ Greek Archaic Musical Symbol Greek Archaic Musical Symbol Greek Idiosyncratic Musical Symbol 𝈷 𝈬 Greek Archaic Musical Symbol 𝈸 𝈡 𝈅 𝈄 𝈃 𝈁 𝈝 𝉀 𝈯 Greek Archaic Musical Symbol Greek Archaic Musical Symbol Greek Idiosyncratic Musical Symbol 𝈭 𝈹 𝈆
90𝉁 𝈰 𝈥 ϟ 𝈤 𝈿 Greek Idiosyncratic Musical Symbol 𝈣 Greek Idiosyncratic Musical Symbol
Greek Idiosyncratic Musical Symbol][End of a diagram] Ῥητέον λοιπὸν περὶ ἐκλύσεως σπονδειασμοῦ τε καὶ27
95ἐκβολῆς· καὶ γὰρ τούτων τῶν διαστημάτων ἡ χρεία πρὸς τὰς διαφορὰς τῶν ἁρμονιῶν παρείληπτο τοῖς παλαιοῖς. ἔκλυσις μὲν οὖν ἐκαλεῖτο τριῶν διέσεων ἀσυνθέτων ἄνεσις, σπονδειασμὸς δὲ ἡ ταὐτοῦ διαστήματος ἐπίτασις, ἐκβολὴ δὲ ε διέσεων ἐπίτασις· ταῦτα δὲ καὶ πάθη τῶν διαστη‐

1

.

11

(100)

μάτων διὰ τὸ σπάνιον τῆς χρήσεως προσηγορεύετο.

1

.

12

Μέλος δέ ἐστι τέλειον μὲν τὸ ἔκ τε ἁρμονίας καὶ ῥυθμοῦ καὶ λέξεως συνεστηκός, ἰδιαίτερον δέ, ὡς ἐν ἁρμονι‐ κῇ, πλοκὴ φθόγγων ἀνομοίων ὀξύτητι καὶ βαρύτητι. μελο‐ ποιία δὲ δύναμις κατασκευαστικὴ μέλους· ταύτης δὲ ἡ
5μὲν ὑπατοειδής ἐστιν, ἡ δὲ μεσοειδής, ἡ δὲ νητοειδὴς κατὰ τὰς προειρημένας ἡμῖν περὶ φωνῆς ἰδιότητας· μέρη δὲ αὐτῆς λῆψις μίξις χρῆσις· λῆψις μέν, δι’ ἧς εὑρί‐ σκειν τῷ μουσικῷ περιγίνεται ἀπὸ ποίου τόπου τῆς φωνῆς τὸ σύστημα ποιητέον, πότερον ὑπατοειδοῦς ἢ τῶν λοιπῶν28
10τινος· μίξις δέ, δι’ ἧς ἤτοι τοὺς φθόγγους ἀλλήλοις ἢ τοὺς τόπους τῆς φωνῆς ἁρμόζομεν ἢ γένη μελῳδίας ἢ τρόπων συστήματα· χρῆσις δὲ ἡ ποιὰ τῆς μελῳδίας ἀπεργασία. ταύτης δὲ πάλιν εἴδη γ, ἀγωγή πεττεία πλοκή. ἀγωγῆς μὲν οὖν εἴδη γ, εὐθεῖα ἀνακάμπτουσα περιφερής· εὐθεῖα
15μὲν οὖν ἐστιν ἡ διὰ τῶν ἑξῆς φθόγγων τὴν ἐπίτασιν ποιου‐ μένη, ἀνακάμπτουσα δὲ ἡ διὰ τῶν ἑπομένων ἀποτελοῦσα τὴν βαρύτητα, περιφερὴς δὲ ἡ κατὰ συνημμένων μὲν ἐπι‐ τείνουσα, κατὰ διεζευγμένων δ’ ἀνιεῖσα, ἢ ἐναντίως· αὕτη δὲ κἀν ταῖς μεταβολαῖς θεωρεῖται. πλοκὴ δέ ἐστιν ἡ διὰ
20τῶν ὑπερβατῶν διαστημάτων ἢ φθόγγων δύο ἢ καὶ πλειόνων ἕνα προϊεμένη τόνον, ἤτοι τὰ βαρέα τούτων ἢ τὰ ὀξύτερα προτάττουσα καὶ τὸ μέλος ἀπεργαζομένη. πεττεία δέ, ᾗ γινώσκομεν τίνας μὲν τῶν φθόγγων ἀφε‐ τέον, τίνας δὲ παραληπτέον καὶ ὁσάκις ἕκαστον αὐτῶν,
25ἀπὸ τίνος τε ἀρκτέον καὶ εἰς ὃν καταληκτέον· αὕτη δὲ καὶ τοῦ ἤθους γίνεται παραστατική. διαφέρει δὲ μελοποιία
μελῳδίας· ἡ μὲν γὰρ ἀπαγγελία μέλους ἐστίν, ἡ δὲ ἕξις ποιητική. τρόποι δὲ μελοποιίας γένει μὲν γ· διθυραμ‐ βικὸς νομικὸς τραγικός. ὁ μὲν οὖν νομικὸς τρόπος ἐστὶ29
30νητοειδής, ὁ δὲ διθυραμβικὸς μεσοειδής, ὁ δὲ τραγικὸς ὑπατοειδής· εἴδει δὲ εὑρίσκονται πλείους, οὓς δυνατὸν δι’ ὁμοιότητα τοῖς γενικοῖς ὑποβάλλειν· ἐρωτικοί τε γὰρ καλοῦνταί τινες, ὧν ἴδιοι ἐπιθαλάμιοι, καὶ κωμικοὶ καὶ ἐγκωμιαστικοί. τρόποι δὲ λέγονται διὰ τὸ συνεμφαίνειν
35πως τὸ ἦθος κατὰ τὰ μέλη τῆς διανοίας. διαφέρουσι δ’ ἀλλήλων αἱ μελοποιίαι· γένει, ὡς ἐναρμόνιος χρωματικὴ διάτονος· συστήματι, ὡς ὑπατοειδὴς μεσοειδὴς νητοειδής· τόνῳ, ὡς δώριος φρύγιος· τρόπῳ νομικῷ διθυραμβικῷ· ἤθει, ὥς φαμεν τὴν μὲν συσταλτικήν, δι’ ἧς πάθη λυπηρὰ
40κινοῦμεν, τὴν δὲ διαστατικήν, δι’ ἧς τὸν θυμὸν ἐξεγείρο‐ μεν, τὴν δὲ μέσην, δι’ ἧς εἰς ἠρεμίαν τὴν ψυχὴν περι‐ άγομεν. ἤθη δὲ ταῦτα ἐκαλεῖτο, ἐπειδήπερ τὰ τῆς ψυ‐ χῆς καταστήματα διὰ τούτων πρῶτον ἐθεωρεῖτό τε καὶ διωρθοῦτο. ἀλλ’ οὐκ ἐκ μόνων· ἀλλὰ γὰρ ταῦτα μὲν
45ὡς μέρη συνεργεῖ πρὸς τὴν θεραπείαν τῶν παθῶν, τὸ δὲ τέλειον ἦν μέλος τὸ καὶ τὴν παιδείαν ἀνελλιπῆ προσ‐ άγον. ὡς γὰρ ἐπὶ τῶν ἰατρικῶν φαρμάκων οὐ μία τις ὕλη πέφυκεν ἰᾶσθαι τὰ πεπονθότα τοῦ σώματος, ἡ δ’ ἐκ πλειόνων σύμμικτος ἐντελῆ ποιεῖ τὴν ὄνησιν, οὕτω δὲ

1

.

12

(50)

κἀνθάδε σμικρὸν μὲν ἡ μελῳδία πρὸς κατόρθωσιν, τὸ
δ’ ἐξ ἁπάντων τῶν μερῶν συμπληρωθὲν αὐταρκέστατον. ὁ μὲν οὖν ἁρμονικὸς τῆς μουσικῆς τρόπος ἀρκούντως ἂν ἡμῖν ἔχοι· μεταβῶμεν δὲ λοιπὸν ἐπὶ τὴν ῥυθμικὴν θεωρίαν.30

1

.

13

Ῥυθμὸς τοίνυν καλεῖται τριχῶς· λέγεται γὰρ ἐπί τε τῶν ἀκινήτων σωμάτων (ὥς φαμεν εὔρυθμον ἀνδριάντα) κἀπὶ πάντων τῶν κινουμένων (οὕτως γάρ φαμεν εὐρύθμως τινὰ βαδίζειν) καὶ ἰδίως ἐπὶ φωνῆς· περὶ οὗ νῦν πρόκειται
5λέγειν. Ῥυθμὸς τοίνυν ἐστὶ σύστημα ἐκ χρόνων κατά τινα τάξιν συγκειμένων· καὶ τὰ τούτων πάθη καλοῦμεν ἄρσιν καὶ θέσιν, ψόφον καὶ ἠρεμίαν. καθόλου γὰρ τῶν φθόγγων διὰ τὴν ὁμοιότητα τῆς κινήσεως ἀνέμφατον τὴν μέλους ποιου‐
10μένων πλοκὴν καὶ ἐς πλάνην ἀγόντων τὴν διάνοιαν τὰ τοῦ ῥυθμοῦ μέρη τὴν δύναμιν τῆς μελῳδίας ἐναργῆ καθίστησι, παρὰ μέρος μέν, τεταγμένως δὲ κινοῦντα τὴν διάνοιαν. ἄρσις μὲν οὖν ἐστι φορὰ μέρους σώματος ἐπὶ τὸ ἄνω, θέσις δὲ ἐπὶ τὸ κάτω ταὐτοῦ μέρους. ῥυθμικὴ δέ ἐστιν ἐπιστήμη
15τῆς τῶν προειρημένων χρήσεως. Πᾶς μὲν οὖν ῥυθμὸς τρισὶ τούτοις αἰσθητηρίοις νοεῖται· ὄψει, ὡς ἐν ὀρχήσει· ἀκοῇ, ὡς ἐν μέλει· ἁφῇ, ὡς οἱ τῶν ἀρτηριῶν σφυγμοί· ὁ δὲ κατὰ μουσικὴν ὑπὸ δυεῖν, ὄψεώς τε καὶ ἀκοῆς. ῥυθμίζεται δὲ ἐν μουσικῇ κίνησις σώμα‐
20τος, μελῳδία, λέξις. τούτων δὲ ἕκαστον καὶ καθ’ αὑτὸ θεωρεῖται καὶ μετὰ τῶν λοιπῶν, ἰδίᾳ τε ἑκατέρου καὶ ἀμφοῖν ἅμα. μέλος μὲν γὰρ νοεῖται καθ’ αὑτὸ μὲν 〈ἐν〉 τοῖς διαγράμμασι καὶ ταῖς ἀτάκτοις μελῳδίαις, μετὰ δὲ ῥυθ‐ μοῦ μόνου, ὡς ἐπὶ τῶν κρουμάτων καὶ κώλων, μετὰ δὲ
25λέξεως μόνης ἐπὶ τῶν καλουμένων κεχυμένων ᾀσμάτων· ῥυθμὸς δὲ καθ’ αὑτὸν μὲν ἐπὶ ψιλῆς ὀρχήσεως, μετὰ δὲ
μέλους ἐν κώλοις, μετὰ δὲ λέξεως μόνης ἐπὶ τῶν ποιη‐ μάτων μετὰ πεπλασμένης ὑποκρίσεως, οἷον τῶν Σωτάδου καί τινων τοιούτων· λέξις δ’ ὅπως μεθ’ ἑκατέρου θεωρεῖ‐31
30ται, προείπομεν. ταῦτα δὲ σύμπαντα μιγνύμενα τὴν ᾠδὴν ποιεῖ. διαιρεῖται δὲ ὁ ῥυθμὸς ἐν μὲν λέξει ταῖς συλλα‐ βαῖς, ἐν δὲ μέλει τοῖς λόγοις τῶν ἄρσεων πρὸς τὰς θέσεις, ἐν δὲ κινήσει τοῖς τε σχήμασι καὶ τοῖς τούτων πέρασιν, ἃ δὴ καὶ σημεῖα καλεῖται.
35 Μέρη δὲ ῥυθμικῆς πέντε· διαλαμβάνομεν γὰρ περὶ πρώ‐ των χρόνων, περὶ γενῶν ποδικῶν, περὶ ἀγωγῆς ῥυθμικῆς, περὶ μεταβολῶν, περὶ ῥυθμοποιίας.

1

.

14

Πρῶτος μὲν οὖν ἐστι χρόνος ἄτομος καὶ ἐλάχιστος, ὃς καὶ σημεῖον καλεῖται. ἐλάχιστον δὲ καλῶ τὸν ὡς πρὸς ἡμᾶς, ὅς ἐστι πρῶτος καταληπτὸς αἰσθήσει. σημεῖον δὲ καλεῖται διὰ τὸ ἀμερὴς εἶναι, καθὸ καὶ οἱ γεωμέτραι
5τὸ παρὰ σφίσιν ἀμερὲς σημεῖον προσηγόρευσαν. οὗτος δὲ ὁ ἀμερὴς μονάδος οἱονεὶ χώραν ἔχει· θεωρεῖται γὰρ ἐν μὲν λέξει περὶ συλλαβήν, ἐν δὲ μέλει περὶ φθόγγον ἢ περὶ ἓν διάστημα, ἐν δὲ κινήσει σώματος περὶ ἓν σχῆμα. λέγεται δὲ οὗτος πρῶτος ὡς πρὸς τὴν ἑκάστου κίνησιν
10τῶν μελῳδούντων καὶ ὡς πρὸς τὴν τῶν λοιπῶν φθόγγων σύγκρισιν. πολλαχῶς γὰρ 〈ἂν〉 ἕνα αὐτῶν ἕκαστος ἡμῶν προενέγκαιτο πρὶν εἰς τὸ τῶν δυεῖν διαστημάτων ἐμπεσεῖν μέγεθος· ἐκ δὲ τοῦ τῶν ἑξῆς μεγέθους, ὡς ἔφην, ἀκρι‐ βέστερον συνορᾶται.
15 Σύνθετος δέ ἐστι χρόνος ὁ διαιρεῖσθαι δυνάμενος. τούτων δὲ ὁ μὲν διπλασίων ἐστὶ τοῦ πρώτου, ὁ δὲ τριπλασίων, ὁ δὲ τετραπλασίων· μέχρι γὰρ τετράδος προῆλθεν ὁ ῥυθμικὸς χρόνος· καὶ γὰρ ἀναλογεῖ τῷ πλήθει τῶν τοῦ τόνου διέσεων καὶ πρὸς τὴν διαστηματικὴν φωνὴν ἐκ
20φύσεως ἔχει. τούτων δὴ τῶν χρόνων οἱ μὲν ἔρρυθμοι λέ‐ γονται, οἱ δὲ ἄρρυθμοι, οἱ δὲ ῥυθμοειδεῖς, ἔρρυθμοι μὲν οἱ ἔν τινι λόγῳ πρὸς ἀλλήλους σῴζοντες τάξιν, οἷον διπλασίονι ἡμιολίῳ τοῖς τοιούτοις (λόγος γάρ ἐστι δύο μεγεθῶν ὁμοίων ἡ πρὸς ἄλληλα σχέσις), ἄρρυθμοι δὲ οἱ32
25παντελῶς ἄτακτοι καὶ ἀλόγως συνειρόμενοι, ῥυθμοειδεῖς δ’ οἱ μεταξὺ τούτων καὶ πῇ μὲν 〈τῆσ〉 τάξεως τῶν ἐρρύθ‐ μων, πῇ δὲ τῆς ταραχῆς τῶν ἀρρύθμων μετειληφότες. τούτων δὲ οἱ μὲν στρογγύλοι καλοῦνται οἱ μᾶλλον τοῦ δέοντος ἐπιτρέχοντες, οἱ δὲ περίπλεῳ οἱ πλέον ἢ δεῖ τὴν
30βραδυτῆτα διὰ συνθέτων φθόγγων ποιούμενοι. ἔτι τῶν χρό‐ νων οἱ μὲν ἁπλοῖ, οἱ δὲ πολλαπλοῖ, οἳ καὶ ποδικοὶ καλοῦνται. Ποὺς μὲν οὖν ἐστι μέρος τοῦ παντὸς ῥυθμοῦ δι’ οὗ τὸν ὅλον καταλαμβάνομεν· τούτου δὲ μέρη δύο, ἄρσις καὶ θέσις. διαφοραὶ δὲ ποδῶν ἑπτά· κατὰ μέγεθος, ὡς οἱ τρίσημοι
35τῶν δισήμων διενηνόχασι· κατὰ γένος, ὡς ἡμιολίου καὶ διπλασίονος· συνθέσει, ᾗ τοὺς μὲν ἁπλοῦς εἶναι συμ‐ βέβηκεν, ὡς τοὺς δισήμους, τοὺς δὲ συνθέτους, ὡς τοὺς δωδεκασήμους (ἁπλοῖ μὲν γάρ εἰσιν οἱ εἰς χρόνους διαιρού‐ μενοι, σύνθετοι δὲ οἱ καὶ εἰς πόδας ἀναλυόμενοι)· τετάρτη
40ἡ τῶν ῥητῶν, ὧν μέλλομεν λόγον εἰπεῖν τῆς ἄρσεως πρὸς τὴν θέσιν, καὶ ἀλόγων, ὧν οὐκ ἔχομεν διόλου τὸν λόγον τὸν αὐτὸν τῶν χρονικῶν μερῶν εἰπεῖν πρὸς ἄλληλα· πέμπτη δέ ἐστιν ἡ κατὰ διαίρεσιν ποιάν, ὅτε ποικίλως διαιρουμένων τῶν συνθέτων ποικίλους τοὺς ἁπλοῦς γί‐
45νεσθαι συμβαίνει· ἕκτη ἡ κατὰ τὸ σχῆμα τὸ ἐκ τῆς διαιρέ‐ σεως ἀποτελούμενον· ἑβδόμη ἡ κατὰ ἀντίθεσιν, ὅταν δύο ποδῶν λαμβανομένων ὁ μὲν ἔχῃ τὸν μείζονα χρόνον καθη‐ γούμενον, ἑπόμενον δὲ τὸν ἐλάττονα, ὁ δὲ ἐναντίως. Γένη τοίνυν ἐστὶ ῥυθμικὰ τρία, τὸ ἴσον, τὸ ἡμιόλιον,

1

.

14

(50)

τὸ διπλάσιον (προστιθέασι δέ τινες καὶ τὸ ἐπίτριτον), ἀπὸ τοῦ μεγέθους τῶν χρόνων συνιστάμενα· ὁ μὲν γὰρ εἷς ἑαυτῷ συγκρινόμενος τὸν τῆς ἰσότητος γεννᾷ λόγον, ὁ δὲ β πρὸς τὸν ἕνα τὸν διπλασίω, ὁ δὲ γ πρὸς τὸν β τὸν ἡμιόλιον, ὁ δὲ δ πρὸς τὸν γ τὸν ἐπίτριτον. τὸ μὲν οὖν ἴσον33
55ἄρχεται μὲν ἀπὸ δισήμου, πληροῦται δὲ ἕως ἑκκαιδεκα‐ σήμου διὰ τὸ ἐξασθενεῖν ἡμᾶς τοὺς μείζους τοῦ τοιούτου γένους διαγινώσκειν ῥυθμούς· τὸ δὲ διπλάσιον ἄρχεται μὲν ἀπὸ τρισήμου, περαιοῦται δὲ ἕως ὀκτωκαιδεκασή‐ μου· οὐκέτι γὰρ τῆς τοῦ τοιούτου ῥυθμοῦ φύσεως ἀντι‐
60λαμβανόμεθα· τὸ δὲ ἡμιόλιον ἄρχεται μὲν ἀπὸ πεντα‐ σήμου, πληροῦται δὲ ἕως πεντεκαιεικοσασήμου· μέχρι γὰρ τοσούτου τὸν τοιοῦτον ῥυθμὸν τὸ αἰσθητήριον κατα‐ λαμβάνει· τὸ δ’ ἐπίτριτον ἄρχεται μὲν ἀπὸ ἑπτασήμου, γίνεται δὲ ἕως τεσσαρεσκαιδεκασήμου· σπάνιος δὲ ἡ
65χρῆσις αὐτοῦ. ἔστι δὲ καὶ ἄλλα γένη ἅπερ ἄλογα καλεῖται, οὐχὶ τῷ μηδένα λόγον ἔχειν ἀλλὰ τῷ μηδενὶ τῶν προ‐ κειμένων λόγων οἰκείως ἔχειν, κατὰ ἀριθμοὺς δὲ μᾶλλον ἢ κατὰ εἴδη ῥυθμικὰ σῴζειν τὰς ἀναλογίας. Τῶν ῥυθμῶν τοίνυν οἱ μέν εἰσι σύνθετοι, οἱ δὲ ἀσύν‐
70θετοι, 〈οἱ δὲ μικτοί〉, σύνθετοι μὲν οἱ ἐκ δύο γενῶν ἢ καὶ πλειόνων συνεστῶτες, ὡς οἱ δωδεκάσημοι, ἀσύνθετοι δὲ οἱ ἑνὶ γένει ποδικῷ χρώμενοι, ὡς οἱ τετράσημοι, μικτοὶ δὲ οἱ ποτὲ μὲν εἰς χρόνους, ποτὲ δὲ εἰς ῥυθμοὺς ἀναλυόμενοι,
ὡς οἱ ἑξάσημοι. τῶν δὲ συνθέτων οἱ μέν εἰσι κατὰ συζυ‐34
75γίαν, οἱ δὲ κατὰ περίοδον. κατὰ συζυγίαν μὲν οὖν ἐστι δύο ποδῶν ἁπλῶν καὶ ἀνομοίων σύνθεσις, περίοδος δὲ πλειόνων.

1

.

15

Τῶν δὲ ποδικῶν γενῶν πρῶτόν ἐστι διὰ τὴν ἰσό‐ τητα τὸ δακτυλικόν, περὶ οὗ πρῶτον λέγωμεν. ἐν τῷ δακ‐ τυλικῷ γένει ἀσύνθετοι μέν εἰσι ῥυθμοὶ ἕξ· ἁπλοῦς προ‐ κελευματικὸς ἐκ βραχείας θέσεως καὶ βραχείας ἄρσεως,
5προκελευματικὸς διπλοῦς ἐκ δύο βραχειῶν ἐπὶ θέσιν καὶ δύο βραχειῶν ἐπ’ ἄρσιν καὶ ἀνάπαλιν, ἀνάπαιστος ἀπὸ μείζονος ἐκ μακρᾶς θέσεως καὶ δύο βραχειῶν ἄρσεων, ἀνάπαιστος ἀπ’ ἐλάσσονος ἐκ δύο βραχειῶν ἄρσεων καὶ μακρᾶς θέσεως, 〈ἁπλοῦς σπονδεῖος ἐκ μακρᾶς θέσεωσ〉
10καὶ μακρᾶς ἄρσεως, σπονδεῖος μείζων, ὁ καὶ διπλοῦς, ἐκ τετρασήμου θέσεως καὶ τετρασήμου ἄρσεως· κατὰ δὲ συζυγίαν γίνονται ῥυθμοὶ δύο, ὧν ὁ μὲν ἀπὸ μείζονος ἰωνι‐ κός, ὁ δ’ ἀπ’ ἐλάσσονος καλεῖται, καὶ ὁ μὲν ἀπὸ μείζονος συνίσταται ἐξ ἁπλοῦ σπονδείου καὶ προκελευματικοῦ
15δισήμου, ὁ δὲ ἐναντίως. Δακτυλικὸς μὲν οὖν ἐκλήθη διὰ τὴν τῶν συλλαβῶν τάξιν ἀναλογοῦσαν τοῖς μέρεσι τοῦ δακτύλου, ἀνάπαιστος δὲ ἢ διὰ τὸ ἀνάπαλιν τετάχθαι ἢ τὸ τὴν φωνὴν διαθεῖν μὲν τὰς βραχείας, ἀναπαύεσθαι δὲ καταντῶσαν ἐπὶ τὴν μακράν,
20προκελευματικὸς δέ, ὁ καὶ πυρρίχιος, ἀπὸ τοῦ κἀν ταῖς πυρρίχαις κἀν τοῖς ἀγῶσιν αὐτοῖς χρῆσθαι, σπονδεῖος δὲ διὰ τὸ ἐπὶ ταῖς σπονδαῖς αὐτὸν ᾄδεσθαι, ἰωνικὸς δὲ διὰ τὸ τοῦ ῥυθμοῦ φορτικόν, ἐφ’ ᾧ καὶ οἱ Ἴωνες ἐκωμῳ‐
δήθησαν. περὶ μὲν οὖν τοῦ δακτυλικοῦ ταῦτα.35

1

.

16

Ἐν δὲ τῷ ἰαμβικῷ γένει ἁπλοῖ μὲν πίπτουσιν οἵδε ῥυθμοί· ἴαμβος ἐξ ἡμισείας ἄρσεως διπλασίου θέσεως, τρο‐ χαῖος ἐκ διπλασίου θέσεως καὶ βραχείας ἄρσεως, ὄρθιος ὁ ἐκ τετρασήμου ἄρσεως καὶ ὀκτασήμου θέσεως, τρο‐
5χαῖος σημαντὸς ὁ ἐξ ὀκτασήμου θέσεως καὶ τετρασήμου ἄρσεως· σύνθετοι δὲ οἱ κατὰ συζυγίαν βακχεῖοι δύο, ὧν ὁ μὲν πρότερον ἔχει τὸν ἴαμβον, δεύτερον δὲ τὸν τροχαῖον, ὁ δὲ ἐναντίως· κατὰ δὲ περίοδον ιβ, τέσσαρες μὲν ἐξ ἑνὸς ἰάμβου καὶ τριῶν τροχαίων (τούτων ὁ μὲν πρῶτον τὸν
10ἴαμβον ἔχων καλεῖται τροχαῖος ἀπὸ ἰάμβου, ὁ δὲ δεύτερον τροχαῖος ἀπὸ βακχείου, ὁ δὲ τρίτον βακχεῖος ἀπὸ τρο‐ χαίου, ὁ δὲ τέταρτον ἴαμβος ἐπίτριτος), τέσσαρες δὲ ἕνα τροχαῖον, τοὺς δὲ λοιποὺς ἰάμβους ἔχοντες (ὁ μὲν οὖν πρῶ‐ τον ἔχων τροχαῖον, τοὺς δὲ λοιποὺς ἰάμβους καλεῖται
15ἴαμβος ἀπὸ τροχαίου, ὁ δὲ δεύτερον ἴαμβος ἀπὸ βακχείου ἢ μέσος βακχεῖος, ὁ δὲ τρίτον βακχεῖος ἀπὸ ἰάμβου, ὁ δὲ τέταρτον τροχαῖος ἐπίτριτος), τέσσαρες δὲ δύο τροχαίους, ἴσους δὲ ἰάμβους, ἤτοι κατὰ τὸ ἑξῆς κειμένους ἢ τοὺς μὲν περιέχοντας, τοὺς δὲ περιεχομένους (ὁ μὲν οὖν πρώτους
20τοὺς ἰάμβους ἔχων, ἑπομένους δὲ τοὺς τροχαίους λέγε‐ ται ἁπλοῦς βακχεῖος ἀπὸ ἰάμβου, ὁ δὲ τοὺς τροχαίους προηγουμένους ἔχων, ἑπομένους δὲ τοὺς ἰάμβους ἁπλοῦς βακχεῖος ἀπὸ τροχαίου, ὁ δὲ περιεχομένους τοὺς ἰάμβους μέσος ἴαμβος, ὁ δὲ τοὺς τροχαίους μέσος τροχαῖος).
25 Ἴαμβος μὲν οὖν ἐκλήθη ἀπὸ τοῦ ἰαμβίζειν, ὅ ἐστι λοιδο‐ ρεῖν, παρὰ τὸν ἰὸν εἰρημένος (πρὸς τοῦτο γὰρ ὁ ῥυθμὸς διὰ τὸ λογοειδὲς καὶ τὴν ἀνισότητα τῶν αὑτοῦ μερῶν πρόσφορος), τροχαῖος δὲ ἀπὸ τοῦ τὴν βάσιν ἐπίτροχον ποιεῖσθαι, ὁ δὲ ὄρθιος διὰ τὸ σεμνὸν τῆς ὑποκρίσεως καὶ
30βάσεως, σημαντὸς δὲ ὅτι βραδὺς ὢν τοῖς χρόνοις ἐπιτεχ‐ νηταῖς σημασίαις χρῆται παρακολουθήσεως ἕνεκεν διπλα‐ σιάζων τὰς θέσεις· βακχεῖος δὲ ἐκλήθη ἀπὸ τοῦ τοῖς βακ‐ χείοις ἁρμόζειν μέλεσιν. αἱ δ’ εἰδικαὶ τούτων σχέσεις ἀπὸ τῶν ποδικῶν τάξεων τὴν ὀνομασίαν εἰλήφασιν.36
35 Ἐν δὲ τῷ παιωνικῷ γένει ἀσύνθετοι μὲν γίνονται πόδες δύο, παίων διάγυιος ἐκ μακρᾶς θέσεως καὶ βραχείας καὶ μακρᾶς ἄρσεως, παίων ἐπιβατὸς ἐκ μακρᾶς θέσεως καὶ μακρᾶς ἄρσεως καὶ δύο μακρῶν θέσεων καὶ μακρᾶς ἄρσεως. διάγυιος μὲν οὖν εἴρηται οἷον δίγυιος (δύο γὰρ
40χρῆται σημείοις), ἐπιβατὸς δέ, ἐπειδὴ τέτρασι χρώμενος μέρεσιν ἐκ δυεῖν ἄρσεων καὶ δυεῖν διαφόρων θέσεων γίνεται.

1

.

17

Μιγνυμένων δὴ τῶν γενῶν τούτων εἴδη ῥυθμῶν γίνεται πλείονα· δύο μὲν δοχμιακά, ὧν τὸ μὲν συντίθεται ἐξ ἰάμβου καὶ παίωνος διαγυίου, τὸ δὲ δεύτερον ἐξ ἰάμβου καὶ δακτύλου καὶ παίωνος· εὐφυέστεραι γὰρ αἱ μίξεις αὗται
5κατεφάνησαν (δόχμιοι δὲ ἐκαλοῦντο διὰ τὸ ποικίλον καὶ ἀνόμοιον καὶ μὴ κατ’ εὐθὺ θεωρεῖσθαι τῆς ῥυθμοποιίας)· γίνονται δὲ καὶ οἱ καλούμενοι προσοδιακοί· τούτων δὲ οἱ μὲν διὰ τριῶν συντίθενται, ἐκ πυρριχίου καὶ ἰάμβου καὶ τροχαίου, οἱ δὲ διὰ τεσσάρων, ἰάμβου τῇ προειρημένῃ
10τριποδίᾳ προστιθεμένου, οἱ δὲ ἐκ δύο συζυγιῶν, βακ‐ χείου τε καὶ ἰωνικοῦ τοῦ ἀπὸ μείζονος. Εἰσὶ δὲ καὶ ἄλογοι χορεῖοι δύο· ἰαμβοειδής, ὃς συνέστη‐ κεν ἐκ μακρᾶς ἄρσεως καὶ δύο θέσεων καὶ τὸν μὲν ῥυθμὸν
ἔοικε δακτύλῳ, τὰ δὲ τῆς λέξεως μέρη κατὰ τὸν ἀριθμὸν37
15ἰάμβῳ· ὁ δὲ τροχαιοειδὴς ἐκ δύο ἄρσεων καὶ μακρᾶς θέ‐ σεως κατ’ ἀντιστροφὴν τοῦ προτέρου. Εἰσὶ δὲ καὶ ἕτεροι ῥυθμοὶ μικτοὶ τὸν ἀριθμὸν ἕξ· κρη‐ τικός, ὃς συνέστηκεν ἐκ τροχαίου θέσεως καὶ τροχαίου ἄρσεως· δάκτυλος κατ’ ἴαμβον, ὃς σύγκειται ἐξ ἰάμβου
20θέσεως καὶ ἰάμβου ἄρσεως· δάκτυλος κατὰ βακχεῖον τὸν ἀπὸ τροχαίου, ὃς γίνεται ἐκ τροχαίου θέσεως καὶ ἰάμ‐ βου ἄρσεως· δάκτυλος κατὰ βακχεῖον τὸν ἀπὸ ἰάμβου, ὃς ἐναντίως ἐσχημάτισται τῷ προειρημένῳ· δάκτυλος κατὰ χορεῖον τὸν ἰαμβοειδῆ (τὸν μὲν γὰρ αὐτῶν εἰς θέσιν, τὸν
25δὲ εἰς ἄρσιν δέχεται)· δάκτυλος κατὰ χορεῖον τὸν τρο‐ χαιοειδῆ ἀναλόγως τῷ προειρημένῳ συγκείμενος. κρητι‐ κὸς μὲν οὖν ἀπὸ ἔθνους ὠνόμασται· οἱ δὲ λοιποὶ ἀπὸ τῶν προειρημένων ποδῶν τὰς ὀνομασίας ἔχουσιν.

1

.

18

Οἱ μὲν οὖν συμπλέκοντες τῇ μετρικῇ θεωρίᾳ τὴν περὶ ῥυθμῶν τοιαύτην τινὰ πεποίηνται τὴν τεχνολογίαν. οἱ δὲ χωρίζοντες ἑτέρως ποιοῦσιν. ἀρξάμενοι γὰρ ἀπὸ δισήμου συντιθέασιν ἀριθμοὺς μέχρι τῶν συνθέτων ῥυθ‐
5μῶν, καὶ τούτους κατὰ τοὺς προειρημένους σχηματίζοντες λόγους, ἴσον τε καὶ διπλάσιον ἡμιόλιόν τε καὶ ἐπίτριτον· καὶ τοὺς μὲν ἀπὸ θέσεως, τοὺς δὲ ἀπὸ ἄρσεως, καὶ τοὺς μὲν ἀπὸ μακρῶν, τοὺς δ’ ἀπὸ βραχειῶν συντιθέασι· καὶ ἔτι τοὺς μὲν ἐκ πασῶν βραχειῶν, τοὺς δ’ ἀπὸ μακρῶν, τοὺς
10〈δ’〉 ἀναμὶξ ἀποτελοῦσιν ἢ * * * πλεοναζουσῶν μακρῶν ἢ βραχειῶν, ἢ δι’ ὁμοίων χρόνων ἢ δι’ ἀνομοίων τὰς ἄρσεις ταῖς θέσεσιν ἀνταποδιδόντες, καὶ τοὺς μὲν ὁλοκλήρους, τοὺς δ’ ἀπὸ λειμμάτων ἢ προσθέσεων, ἐν οἷς καὶ τοὺς κενοὺς χρόνους παραλαμβάνουσιν. κενὸς μὲν οὖν ἐστι χρόνος ἄνευ
15φθόγγου πρὸς ἀναπλήρωσιν τοῦ ῥυθμοῦ, λεῖμμα δὲ ἐν ῥυθμῷ χρόνος κενὸς ἐλάχιστος, πρόσθεσις δὲ χρόνος κενὸς μακρὸς ἐλαχίστου διπλασίων. Πάλιν δὲ τοὺς συνθέτους ὡδὶ ποιοῦσι· σύμπαντα τὸν ἀριθμὸν ἐκτίθενται καὶ μερίζουσι τοῦτον εἰς σχήματα38
20ῥυθμικά· κἂν μὲν ἔχῃ λόγον τινὰ ταῦτα πρὸς ἄλληλα ὃν οἱ τῶν ἁπλῶν ῥυθμῶν σῴζουσι χρόνοι, ἔρρυθμον ἀποφαί‐ νονται τὸ σχῆμα· εἰ δὲ μή, πάλιν μετασχηματίζουσιν, ἕως ἂν εἰς λόγους ῥυθμικοὺς ἡ τοῦ ἀριθμοῦ διαίρεσις καταν‐ τήσῃ. οἷον ἐκκειμένης δεκάδος θεωρείσθω τὰ σχήματα ὡς
25ἐπὶ ῥυθμοῦ γενέσεως. ἐκ δυάδος μὲν οὖν καὶ ὀκτάδος οὐκ ἔσται ῥυθμός· οὐ γὰρ ἔρρυθμος ὁ τετραπλασίων λόγος, ὥστ’ οὐδὲ ὁ δεκάσημος ἔσται ἐκ δισήμου καὶ ὀκτα‐ σήμου. μερίζω τὴν ὀκτάδα πάλιν εἰς τριάδα καὶ πεντάδα· οὐδ’ οὕτως ἔσται ῥυθμικὸς λόγος. τὸν πέντε πάλιν εἰς τρία
30καὶ δύο· λέγω τὸν τρία πρὸς ἕκαστον τῶν δισήμων λόγον ἔχειν ἡμιόλιον, ὥστε καὶ τὸν δεκάσημον συνεστάναι διὰ τούτων. πάλιν εἰ μερίσαιμι τὸν αὐτὸν εἰς τριάδα καὶ ἑπτάδα, οὐκ ἔσται λόγος τῶν ἀριθμῶν ῥυθμικός. μερίζω τὸν ἑπτὰ εἰς τρία καὶ τέσσαρα· σῴζεται λόγος ἐπίτριτος,
35ἐξ οὗ φημι συντίθεσθαι τὸν δεκάσημον. πάλιν ποιῶ τὸν αὐτὸν ἐκ τετρασήμου καὶ ἑξασήμου· συνέστη λόγος ῥυθμικὸς ἡμιόλιος. πάλιν εἰς δύο πεντασήμους * * *· εἰ μὲν οὖν ἁπλοῦς ἀμφοτέρους, τὸν ἴσον καὶ ῥυθμικὸν ἕξουσι λόγον· εἰ δὲ συνθέτους, καθὰ προεῖπον ποιησάμενος τὴν
40διαίρεσιν συνίστημι τὸν δεκάσημον.

1

.

19

Ἀγωγὴ δέ ἐστι ῥυθμικὴ χρόνων τάχος ἢ βραδυτής, οἷον ὅταν τῶν λόγων σῳζομένων οὓς αἱ θέσεις ποιοῦνται πρὸς τὰς ἄρσεις διαφόρως ἑκάστου χρόνου τὰ μεγέθη προφερώμεθα. ἀρίστη δὲ ἀγωγῆς ῥυθμικῆς ἔμφασις ἡ
5κατὰ μέσον τῶν θέσεων καὶ τῶν ἄρσεων ποσὴ διάστασις. Μεταβολὴ δέ ἐστι ῥυθμικὴ ῥυθμῶν ἀλλοίωσις ἢ ἀγω‐ γῆς. γίνονται δὲ μεταβολαὶ κατὰ τρόπους δώδεκα· κατ’ ἀγωγήν· κατὰ λόγον ποδικόν, ὅταν ἐξ ἑνὸς εἰς ἕνα μετα‐ βαίνῃ λόγον ἢ ὅταν ἐξ ἑνὸς εἰς πλείους ἢ ὅταν ἐξ ἀσυνθέτου39
10εἰς μικτὸν ἢ ἐκ ῥητοῦ εἰς ἄλογον ἢ ἐξ ἀλόγου εἰς ἄλογον ἢ ἐκ τῶν ἀντιθέσει διαφερόντων εἰς ἀλλήλους ἢ ἐκ μικ‐ τοῦ εἰς μικτόν. Ῥυθμοποιία δέ ἐστι δύναμις ποιητικὴ ῥυθμοῦ· τελεία δὲ ῥυθμοποιία ἐν ᾗ πάντα 〈τὰ〉 ῥυθμικὰ περιέχεται σχή‐
15ματα. διαιρεῖται δὲ εἰς ταὐτὰ τῇ μελοποιίᾳ· λήψει, δι’ ἧς ἐπιστάμεθα ποίῳ τινὶ ῥυθμῷ χρηστέον· χρήσει, δι’ ἧς τὰς ἄρσεις ταῖς θέσεσι πρεπόντως ἀποδίδομεν· μίξει, καθ’ ἣν τοὺς ῥυθμοὺς ἀλλήλοις συμπλέκομεν, εἴ που δέοι. τρόποι δέ, ὥσπερ ἁρμονίας, καὶ ῥυθμοποιίας
20τῷ γένει τρεῖς, συσταλτικὸς διαστατικὸς ἡσυχαστικός. τούτων ἕκαστον εἰς εἴδη διαιροῦμεν κατὰ ταὐτὰ τοῖς ἐπὶ τῆς μελοποιίας εἰρημένοις. ἀρίστη δὲ ῥυθμοποιία 〈ἡ τῆσ〉 ἀρετῆς ἀποτελεστική, κακίστη δὲ ἡ τῆς κακίας. πῶς δὲ γίνεται τούτων ἑκάτερον, ἐν τῷ παιδευτικῷ
25λελέξεται. τινὲς δὲ τῶν παλαιῶν τὸν μὲν ῥυθμὸν ἄρρεν ἀπεκάλουν, τὸ δὲ μέλος θῆλυ· τὸ μὲν γὰρ μέλος ἀνενέργη‐ τόν τ’ ἐστὶ καὶ ἀσχημάτιστον, ὕλης ἐπέχον λόγον διὰ τὴν πρὸς τοὐναντίον ἐπιτηδειότητα, ὁ δὲ ῥυθμὸς πλάττει τε αὐτὸ καὶ κινεῖ τεταγμένως, ποιοῦντος λόγον ἐπέχων
30πρὸς τὸ ποιούμενον. Συμπεπληρωμένου δὴ λοιπὸν ἡμῖν τοῦ ῥυθμικοῦ λόγου δεόντως ἂν καὶ τοῦ μετρικοῦ δι’ ὀλίγων ἐφαψαίμεθα.

1

.

20

Ἀρχὴ μὲν οὖν ἐστι τῆς μετρικῆς ὁ περὶ στοιχείων
λόγος, εἶθ’ ὁ περὶ συλλαβῶν, εἶθ’ ὁ περὶ ποδῶν, εἶθ’ οὕτως ὁ περὶ τῶν μέτρων, τελευταῖος δὲ ὁ περὶ ποιήματος, πρὸς ἔνδειξιν τοῦ σκοποῦ τῆς μετρικῆς παρατιθέμενος.40
5 Στοιχεῖον μὲν οὖν ἐστι φωνῆς ἐνάρθρου μέρος ἐλά‐ χιστον· τῶν δὲ στοιχείων τὰ μὲν τορὸν καὶ ἐξάκουστον προϊέντα τὸν ἦχον φωνήεντα λέγεται, τὰ δὲ ἀμυδρῶς τῆς ἀκοῆς καθικνούμενα ἡμίφωνα· τὰ δὲ μικρὸν καὶ ἀμαυρὸν ἠχοῦντα παντάπασιν ἄφωνα, οἷον ὀλιγόφωνα, προσαγο‐
10ρεύεται. τῶν μὲν οὖν φωνηέντων τὰ μὲν ἐλαχίστῳ χρόνῳ προενεχθῆναι δυνάμενα βραχέα λέγεται, τὰ δ’ ἐξ ἀνάγκης μείζονι μακρά· τὰ δ’ ἐπαμφοτερίζοντα τῷ χρόνῳ καλεῖται δίχρονα. τῶν δ’ ἡμιφώνων τὰ μὲν δύο συμφώνοις ἐν τοῖς μέτροις ἰσοδυναμοῦντα λέγεται διπλᾶ· τὰ δὲ ἔλαττον ἑνὸς
15συμφώνου δυνάμενα κατὰ συμπλοκὴν ὑγρὰ καλεῖται, τὸ δὲ μηδετέρας τούτων κοινωνοῦν διαφορᾶς 〈σ〉 ἰδιάζον. τῶν μέντοι γε ἀφώνων τὰ μὲν ἐπιπολῆς κινοῦντα τὸ πνεῦ‐ μα ψιλά, τὰ δ’ ἔνδοθεν μετὰ σφοδρότητος ἐξάγοντα δα‐ σέα, τὰ δὲ μεταξὺ ποιοῦντα μέσα προσαγορεύεται.

1

.

21

Τούτων συντιθεμένων γίνονται συλλαβαί, ταῖς τῶν φωνηέντων διαφοραῖς ὧν † ἐπέχουσιν † ὁμώνυμοι· καὶ αἱ μὲν ἐξ ἑνὸς ἔχουσι τὰς δυνάμεις, αἱ δὲ ἐκ πλειόνων· καὶ τούτων αἱ μὲν ἐκ φωνηέντων, ὡς αἱ δίφθογγοι, ἃς ἤτοι
5κατὰ κρᾶσιν ἢ κατὰ συμπλοκὴν ἢ κατ’ ἐπικράτειαν γίνε‐ σθαί φαμεν, αἱ δὲ καὶ διὰ συμφώνων, ὡς αἱ θέσει σχηματι‐ ζόμεναι. αἱ μὲν οὖν μακρὸν ἔχουσαι στοιχεῖον ἢ δίχρονον ἐκτεινόμενον ἢ βραχὺ στοιχεῖον διχρόνῳ συμπλακὲν ἢ δίχρονα δύο ἀλλήλοις συμπλακέντα καλοῦνται μακραί·
10αἱ δὲ βραχὺ φωνῆεν ἢ δίχρονον συστελλόμενον, ἤτοι καθ’
αὑτὸ ἢ μετὰ ἁπλοῦ συμφώνου, βραχεῖαι λέγονται. καὶ αὗται μὲν φυσικαὶ τῶν συλλαβῶν διαφοραί. γίνονται δέ τινες καὶ κατὰ πρόσθεσιν τῶν συμφώνων μακραὶ συλλα‐ βαί, ἤτοι διὰ τὴν ἰδίαν θέσιν προσλαβοῦσαι μῆκος, ὡς ἡ41
15εἰς δύο σύμφωνα λήγουσα ἢ εἰς ἓν διπλοῦν, ἢ ἀπὸ τῶν ἑξῆς, ὡς ἡ ἔχουσα δύο σύμφωνα ἐπιφερόμενα ἢ ἓν διπλοῦν, ἢ ἀπ’ ἀμφοτέρων, ὡς ἡ λήγουσά τε εἰς ἁπλοῦν ἔχουσά τε ἐπιφερόμενον ἁπλοῦν. Τούτων οὖν οὕτως ἐχόντων δέδεικται τὰ μεγέθη τῶν
20στοιχείων τοῖς διαστήμασιν ἰσάριθμα τοῦ τόνου· τὸ μὲν γὰρ ἐλάχιστον αὐτῶν τοῦ μεγίστου τεταρτημόριόν ἐστιν, ὡς ἡ δίεσις τοῦ τόνου, τὸ δὲ μέσον ἥμισυ μὲν τοῦ μείζονος, διπλάσιον δὲ τοῦ ἐλάττονος. τῆς μὲν γὰρ μακρᾶς ἡμίσειά ἐστι βραχεῖα, τῆς δὲ βραχείας ἁπλοῦν σύμφωνον· δῆλον
25δὲ ἐκ τοῦ τὴν βραχεῖαν ἢ διπλοῦ συμφώνου παρατεθέντος ἢ ἑνὸς φωνήεντος γενέσθαι μακράν. ἔτι τῶν συλλαβῶν αἱ μὲν οἷαι καθ’ ἑαυτὰς θεωροῦνται τοιαῦται κἀν ταῖς παρα‐ θέσεσι τῶν ἑπομένων φαίνονται, αἱ δὲ μεταβάλλουσαι, ὡς ἔκ τε τῶν θέσει μακρῶν κἀκ τῶν κοινῶν ἔστι συνιδεῖν.
30(ἐκ γοῦν τῶν εἰρημένων διαφορῶν ἐν ταῖς συλλαβαῖς δια‐ φοραὶ συνίστανται τῶν λεγομένων κοινῶν ἢ μέσων ἐν τοῖς ποσί.) μέσαι μὲν οὖν εἴρηνται καὶ κοιναὶ διὰ τὸ ποτὲ μὲν βραχείας, ποτὲ δὲ μακρᾶς ἐκπληροῦν χρείαν. τούτων δὲ αἱ μὲν ἀπὸ τῶν φύσει μακρῶν λαμβάνονται, ὅταν εἰς φω‐
35νῆεν μακρὸν λήγῃ συλλαβή, τῆς ἑξῆς ἀπὸ φωνήεντος ἀρχομένης (τῷ γὰρ οὐκ ἔχειν μεταξὺ σύμφωνον τὸ συν‐ άπτον αὐτὰς κεχηνότας ἀπεργαζόμεναι τοὺς ἤχους τὴν τῆς φωνῆς διαλύουσιν εὐτονίαν, ἥ τε ἡμετέρα σπουδὴ τοῦ τὴν δευτέραν ἐπιλαβεῖν συλλαβὴν διὰ τὴν τῆς φωνῆς συν‐
40έχειαν πρὶν ἐντελῆ προενέγκασθαι τὴν προτέραν τῆς
τοῦ καθηγουμένου τόνου μακρότητος ἀποτέμνεται), αἱ δ’ ἀπὸ τῶν φύσει βραχειῶν, ὅταν εἰς μέρος λόγου συλλαβὴ λήγῃ (ἡ γὰρ μεταξὺ διάστασις τῆς τε τοῦ προτέρου τε‐ λευτῆς καὶ τῆς ἀρχῆς τοῦ δευτέρου μῆκος τῇ συλλαβῇ42
45παρέχεται), αἱ δὲ ἀπὸ τῶν θέσει μακρῶν, ὅτε δυεῖν ἐπι‐ φερομένοιν συμφώνοιν τὸ μὲν ἄφωνόν ἐστι, τὸ δὲ ὑγρόν· ὑπὸ γὰρ τοῦ καθηγουμένου τῆς συμπλοκῆς στοιχείου παχυφωνοτέρου τυγχάνοντος ὁ 〈ἦχος ὁ〉 τοῦ δευτέρου λεπτότερος ὢν ἐκθλίβεταί τε καὶ πιέζεται. πάλιν τούτων

1

.

21

(50)

τινὲς ἀπὸ μὲν τῶν φύσει μακρῶν ἧττον κοιναὶ γίνονται, ὅταν ἡ φωνηέντων πάσχουσα συλλαβὴ σύγκρουσιν εἰς μέρος λόγου τε λήγῃ καὶ διφθόγγων γίνηται τῶν κατὰ συμπλοκήν (λέγω δὲ τῶν διὰ τοῦ * * * συντιθεμένων· εὐτονωτέρους γὰρ αὗται ποιοῦνται τοὺς ἤχους, ἀμφότερα
55φανερῶς ἐκβοῶσαι τὰ φωνήεντα), ἀπὸ δὲ τῶν βραχειῶν, ὅταν μὲν εἰς μέρος λόγου λήγουσα συλλαβὴ φωνηέντων πάσχῃ σύγκρουσιν λίαν ἀσθενής, μῆκος δὲ προσλαμβά‐ νουσα πλέον ἢ κατὰ κοινήν, εἰ τὸ ἀρκτικὸν τῆς μετ’ αὐτὴν συλλαβῆς στοιχεῖον συμβαίη δασύνεσθαι· αἱ δ’ ἀπὸ τῶν
60θέσει μακρῶν, ὅτε καθηγησαμένου κατ’ ἐπιφορὰν ἀφώ‐ νου τὸ μ τῶν ἀμεταβόλων συμπλέκεται· τῶν γὰρ λοιπῶν ὑγρῶν κατὰ πρόεσιν πνεύματος ἐκφωνουμένων τοῦτο μόνον ἐμφράττοντες ἡμῶν τοὺς πόρους ἐκφωνεῖν βιαζό‐ μεθα· κατὰ δὴ τὸν αὐτὸν καιρὸν ἐναντιοπαθοῦν τὸ φωνητι‐
65κὸν ὄργανον οὐκ ἀπεικότως κολούει τὴν τῆς φωνῆς ὁμα‐ λότητα. τοιγαροῦν κἂν ἀμετάβολον αὐτῷ συμπλέξωμεν ἀμφότερά τε τρανῶς ἐθέλωμεν ἐκφωνεῖν, οὐκέτι κοινήν, θέσει δὲ μακρὰν τὴν συλλαβὴν ποιησόμεθα. ἀμέλει καὶ
τῶν ἀρχαίων τινές, βουληθέντες τὴν προκειμένην τούτων43
70βραχεῖαν πολλαχοῦ ποιεῖν, τὸν μὲν τοῦ μ παρατρέχουσι φθόγγον, τὸν δὲ τοῦ ν μόνον ἐξάκουστον ἀποστέλλουσιν. χρὴ δὲ κἀκεῖνο θεωρεῖν ὡς, εἰ μὲν μόνην τὴν συλλαβὴν ἐθέλοιμεν κρίνειν, ἐκ τῶν ἑαυτῆς στοιχείων τὸ μέγεθος αὐτῆς ἡμῖν ἐπιγνωστέον· εἰ δὲ ἐν ποδικῷ σχήματι, καὶ
75τὴν ἑξῆς προσληπτέον πρὸς ἐντελῆ γνῶσιν τῆς τοῦ ποδὸς ἐπισκέψεως. αὐτίκα παντὸς μέτρου τὴν τελευταίαν ἀδιά‐ φορον ἀποφαινόμεθα μηδεμιᾶς αὐτῇ συλλαβῆς ἐπιφερο‐ μένης δι’ ἧς ἀφωρισμένως ἑνὸς μεγέθους αὐτὴν ἂν εἰπεῖν προσήκοι.

1

.

22

Τούτων δὴ συντιθεμένων ἀλλήλαις γίνονται πόδες, παρ’ ὃ καὶ συστήματα συλλαβῶν εἴρηται. δύο μὲν οὖν συντεθεισῶν γίνονται τέσσαρες (ἢ γὰρ ἄμφω βραχείας ἔχων γίνεται πυρρίχιος, ὁ καὶ παρίαμβος, ἢ μακρὰς σπον‐
5δεῖος, ἢ βραχεῖαν καθηγουμένην, ἑπομένην δὲ μακρὰν ἴαμβος, ἢ ἐναντίως τροχαῖος), τριῶν δὲ συγκειμένων ὀκτώ (ἢ γὰρ τὰς τρεῖς βραχείας ἔχει καὶ ποιεῖ χορεῖον, ἢ τὰς τρεῖς μακρὰς καὶ ποιεῖ μολοσσόν, ἀπὸ ἔθνους οὕτω προσ‐ αγορευόμενον, ἢ μίαν μακράν, τὰς δὲ λοιπὰς βραχείας
10κατὰ τὰς τρεῖς χώρας καὶ ποιεῖ δάκτυλον ἀμφίβραχυν ἀνάπαιστον, ἢ μίαν βραχεῖαν καὶ δύο μακρὰς ἀμοιβαδὶς καὶ γίνεται βακχεῖος ἀμφίμακρος παλιμβάκχειος). τεσσά‐ ρων δὲ συλλαβῶν ἐκτεθεισῶν γίνονται πόδες δεκαέξ, οὓς δυνατὸν διὰ τῶν ὁμοίων θεωρεῖν μεθόδων· ἢ γὰρ τέσσαρας
15ἔχων βραχείας καλεῖται προκελευσματικός, ἢ τέσσαρας μακρὰς δισπόνδειος, ἢ δύο βραχείας ἡγουμένας ἔχων, δύο δὲ μακρὰς ἑπομένας ἰωνικὸς ἀπ’ ἐλάσσονος, ἢ ἐναντίως ἐσχηματισμένος ἀπὸ μείζονος, ἢ περιεχούσας ἔχων τὰς μακράς, ἐν μέσῳ δὲ τὰς βραχείας χορίαμβος, ἢ ἐναντίως
20ἔχων ἀντίσπαστος, ἢ τὰς μὲν μακρὰς ἐν περιτταῖς ἔχων
χώραις, τὰς δὲ βραχείας ἐν ταῖς ἀρτίοις διτρόχαιος, ἢ ἐναντίως ἔχων διίαμβος—ἢ μίαν μὲν μακρὰν ἔχων, τὰς δὲ λοιπὰς βραχείας παίωνας ποιεῖ τέσσαρας, ἀπὸ τοῦ τό‐ που τῆς μακρᾶς τὴν ὀνομασίαν λαμβάνοντας, τὸν μὲν πρώ‐44
25την ἔχοντα πρῶτον, τὸν δὲ δευτέραν δεύτερον καὶ τοὺς ἑξῆς ἀνάλογον· εἰ δὲ μίαν μὲν ἔχοι βραχεῖαν, τὰς δὲ λοιπὰς μακράς, τοὺς ἐπιτρίτους ἀποτελεῖ, ἀπὸ τῆς χώρας ἐν ᾗ τίθεμεν τὴν βραχεῖαν κατὰ ταὐτὰ τοῖς παίωσι τὴν ὀνο‐ μασίαν λαμβάνοντας. (ἐπίτριτον δὲ καλεῖται τὸ σχῆμα,
30ἐπεὶ συνέστηκεν ἐκ ποδῶν λόγον ἐχόντων ἐπίτριτον ὃν ἔχει τέσσαρα πρὸς τρία· ὁ μὲν γὰρ τῶν δισυλλάβων ἐν αὐτῷ τρίσημος, ὁ δὲ τετράσημος). τούτων πάλιν συντιθε‐ μένων γίνονται πόδες δισυλλάβων μὲν καὶ τρισυλλάβων πεντασύλλαβοι λβ, τῶν δὲ τρισυλλάβων ἀλλήλοις παρα‐
35τιθεμένων ἑξασύλλαβοι ξδ, οὓς καὶ μετρικὰς προσαγο‐ ρεύουσι συζυγίας· μέχρι γὰρ ἑξάδος ηὐξήθη συλλαβή τε καὶ ποὺς καὶ μέτρον διὰ τὴν τοῦ ἀριθμοῦ τελειότητα καὶ τὸ περιέχεσθαι πάντας ἐν αὐτῷ τοὺς τῆς συμφωνίας λόγους.

1

.

23

Ἐκ δὴ τῶν ποδῶν συνίστανται τὰ μέτρα. μέτρον μὲν οὖν ἐστι σύστημα ποδῶν ἐξ ἀνομοίων συλλαβῶν συγκει‐ μένων ἐπὶ μῆκος σύμμετρον· διαφέρειν δὲ τοῦ ῥυθμοῦ φασιν οἱ μὲν ὡς μέρος ὅλου (τομὴν γὰρ ῥυθμοῦ φασιν αὐτό, παρ’ ὃ
5καὶ μέτρον εἰρῆσθαι διὰ τὸ μείρειν, ὃ σημαίνει μερίζειν), οἱ δὲ κατὰ τὴν ὕλην· τῶν γὰρ γινομένων ἐκ δυεῖν ἀνομοίων τοὐλάχιστον γεννωμένων τὸν μὲν ῥυθμὸν ἐν ἄρσει καὶ θέσει τὴν οὐσίαν ἔχειν, τὸ δὲ μέτρον ἐν συλλαβαῖς καὶ τῇ τούτων ἀνομοιότητι· ταύτῃ τοι ῥυθμὸν μὲν συνίστα‐
10σθαι καὶ διὰ τῶν ὁμοίων συλλαβῶν καὶ διὰ τῶν ἀντιθέτων ποδῶν, μέτρον δὲ διὰ μὲν τῶν πάσας ὁμοίας ἐχόντων μηδεπώποτε, διὰ δὲ τῶν ἀντιθέτων ὀλιγάκις. Τῶν δὴ μέτρων πρωτότυπα μέν ἐστι καὶ ἁπλᾶ τὸν ἀριθμὸν ἐννέα· δακτυλικὸν ἀναπαιστικὸν ἰαμβικὸν τρο‐
15χαϊκὸν χοριαμβικὸν ἀντισπαστικὸν ἰωνικὰ δύο παιωνι‐ κόν. τούτων τὰ μὲν ἄλλα μέχρι τεσσάρων ποδῶν εὐπρε‐ πῶς ηὔξηται, τὸ δὲ δακτυλικόν, ὅτε καταληκτικὸν γίνεται, μέχρις ἕξ· τὸ μὲν γὰρ καθ’ ἕνα βαίνεται πόδα καὶ προ‐ χωρεῖ σύνεγγυς εἰκοσιτεσσάρων χρόνων, ἰσαρίθμων ταῖς45
20ἐν τῷ διὰ πασῶν διέσεσι, τὰ δὲ κατὰ διποδίαν ἢ συζυγίαν καὶ 〈μέχρι τριάκοντα〉 προχωρεῖ χρόνων ἢ ὀλίγῳ πλειόνων, ὅθεν τινὲς τὰ ὑπερβαίνοντα τὸ προειρημένον τῶν χρόνων πλῆθος διαιροῦντες εἰς δύο σύνθετα προσηγόρευσαν. Τῶν δὲ μέτρων τὰ μὲν ἀκατάληκτα καλεῖται, ὅσα ταῖς
25ἐνούσαις συλλαβαῖς συναπαρτίζει τοὺς πόδας, ἃ δὲ κατα‐ ληκτικά, ὅσα συλλαβὴν ἀφαιρεῖ τοῦ τελευταίου ποδὸς σεμνότητος ἕνεκεν τῆς μακροτέρας καταλήξεως, τὰ δὲ βραχυκατάληκτα, οἷς ποὺς δισύλλαβος ἐλλείπει, τὰ δ’ ὑπερκατάληκτα, ἐν οἷς μία συλλαβὴ περιττεύει· εἰ γὰρ
30ποὺς πλεονάζει, ταὐτὸν γίνεται τῷ βραχυκαταλήκτῳ. Καὶ μὴν ἃ μὲν αὐτῶν ἐστι δίμετρα, ἃ δὲ τρίμετρα, ἃ δὲ τετράμετρα, ἕως ἕξ. ἔτι τὰ μὲν διὰ μόνων τῶν ἰσοχρόνων γίνεται ποδῶν, τὰ δὲ καὶ διὰ πλεοναζόντων τοῖς χρόνοις· καὶ τὰ μὲν δέχεται τοὺς ἰσοχρονοῦντας, εἰ δύναιτο τὴν
35αὑτῶν διατηρεῖν φύσιν, τὰ δ’ οὐχί, ὅσα διὰ ταύτην τὴν αἰτίαν εἰς ἑτέρου μέτρου φαντασίαν περιίσταται. πάλιν τὰ μὲν αὐτῶν ἐξ ὁλοκλήρων ἄρχεται τῶν ποδῶν ὧν τὰς ἐπωνυμίας ἔχει, τὰ δὲ ἐξ ἐλαττόνων, ὡς τὰ λογαοιδικά· καὶ τὰ μὲν ποιεῖται συνεκφωνήσεις συλλαβῶν χρείας ἕνε‐
40κεν μέτρου, τὰ δὲ οὐχί. συνεκφώνησις δέ ἐστιν, ὅτε διὰ τὴν τοῦ ποδὸς συμμετρίαν δύο συλλαβὰς σύμφωνον οὐκ ἐχούσας μεταξύ, ἤτοι δύο βραχείας ἀντὶ μιᾶς βραχείας ἢ
βραχεῖαν καὶ κοινὴν ἀντὶ κοινῆς (ὅπερ γίνεται σπανίως), πάλιν δύο βραχείας ἢ βραχεῖαν καὶ μακρὰν ἢ κοινὴν καὶ46
45μακρὰν ἀντὶ μακρᾶς παραλαμβάνομεν.

1

.

24

Εἴπωμεν δὴ βραχέα περὶ ἑκάστου ποιησάμενοι τὴν ἀρχὴν ἀπὸ τοῦ δακτυλικοῦ· σεμνότερον γὰρ ἁπάντων διὰ τὸ τὴν μακρὰν ἀεί ποτε καθηγουμένην ἔχειν. τὸ δὴ δακτυλικὸν ἐπιδέχεται δάκτυλον, σπονδεῖον ὡς ἰσόχρονον,
5προκελευσματικὸν δὲ οὐδαμῶς (ἀπρεπὲς γὰρ διὰ τὸ τῶν βραχειῶν πλῆθος). ἄρχεται δὲ ἀπὸ διμέτρου καὶ πρόεισιν ἕως ἑξαμέτρου, ὁτὲ μὲν ἀκατάληκτον, ὁτὲ δὲ καταληκτι‐ κόν, ἡνίκα καὶ τοῦ τροχαίου κατὰ τέλος δεκτικὸν γινό‐ μενον ἰδίως ἡρῶον καλεῖται. μόνον δὲ τὸ ἑξάμετρον ταύτης
10τυγχάνει τῆς προσηγορίας· σεμνότερον γὰρ γίνεται διά τε τὸ μέγεθος καὶ διὰ τὸ συλλαβὴν μὲν κατάρχειν αὐτοῦ μακράν, λήγειν δὲ εἰς κατάληξιν εὐμεγέθους διαστήματος. τομαὶ δὲ εὐπρεπεῖς αὐτοῦ· πρώτη μὲν ἡ μετὰ δύο πόδας εἰς συλλαβήν, ἣ καὶ διπλασιαζομένη ποιεῖ τὸ ἐλεγεῖον,
15οὗ πέφυκεν ἀρετὴ τὸ τὴν μὲν τῆς προτέρας συζυγίας συλλα‐ βὴν περιττὴν ἐξ ἀνάγκης μακρὰν ἔχειν, τὴν δὲ δευτέραν συζυγίαν ἀναμφιλόγως ἐξ ἀμφοῖν συγκεῖσθαι δακτύλων· δευτέρα ἡ μετὰ δύο πόδας 〈εἰς τροχαῖον〉· τρίτη δὲ ἡ μετὰ τρεῖς εἰς συλλαβήν· τετάρτη κατ’ ἐνίους τέσσαρες
20δάκτυλοι ἤ, ὅπερ ἄμεινον, τέταρτος τροχαῖος· ἡ γὰρ εἰς ὅμοια μέρη διαίρεσις μᾶλλον ἢ τομὴ καλεῖται. τομὴ δέ ἐστι μόριον μέτρου τὸ πρῶτον ἐν αὑτῷ λόγον ἀπαρτίζον ὑπὲρ δύο πόδας, εἰς ἀνόμοια μέρη διαιροῦν τὸ μέτρον. τοῦ δὲ γενικοῦ δακτυλικοῦ πεποιήκασιν οἱ μὲν ταῦτα
25εἴδη· δίμετρον τρίμετρον τετράμετρον πεντάμετρον· βαί‐ νουσι δέ τινες αὐτὸ καὶ κατὰ συζυγίαν ποιοῦντες τετρά‐
μετρα καταληκτικά· τινὲς δὲ κἀν ταῖς πρώταις χώραις μόναις ἀμείβοντες τὸν δάκτυλον καὶ τοὺς ἀνισοχρόνους αὐτῷ τῶν δισυλλάβων τιθέντες ποιοῦσι τὰ καλούμενα47
30λογαοιδικά. Τὸ δ’ ἀντίστροφον τούτῳ τὸ ἀναπαιστικὸν δέχεται πόδας δάκτυλον (σεμνότερον γὰρ ὑπ’ αὐτοῦ γίνεται) καὶ τὸν ἰσόχρονον σπονδεῖον καὶ τὸν προκελευσματικόν· καὶ ἄρχεται μὲν ἀπὸ διμέτρου καὶ προχωρεῖ μέχρι τετραμέ‐
35τρου· καὶ ὅτε μέν ἐστιν ἁπλοῦν, καθ’ ἕνα πόδα γίνεται, ὅτε δὲ σύνθετον, δι’ ἣν προείπομεν αἰτίαν, κατὰ συζυγίαν ἢ διποδίαν (διποδία δέ ἐστι ποὺς τετρασύλλαβος· τί δ’ ἡ συζυγία, προειρήκαμεν)· καὶ τὰ εἴδη δὲ τῶν καταλήξεων ἐπιδέχεται πασῶν καὶ τὴν τῶν λογαοιδικῶν μέθοδόν τε
40καὶ χρῆσιν, οὐ κατὰ τὰς πρώτας χώρας μόνον πόδας δισυλλάβους βραχυσημοτέρους παραλαμβάνον, ἀλλὰ καὶ κατὰ τὰς τελευταίας τὸν βακχεῖον.

1

.

25

Τὸ δὲ ἰαμβικὸν δέχεται δάκτυλον τρίβραχυν ἀνά‐ παιστον, τροχαῖον δὲ οὐδ’ ὅλως· εἰς ἕτερον γὰρ τραπή‐ σεται μέτρον. σπονδεῖον δὲ δέχεται μὲν ἐν ταῖς περιτταῖς, ἐν δὲ ταῖς ἀρτίοις οὐδαμῶς· ὁ γὰρ χωρίσας αὐτὸ τῆς πρὸς
5τὸ δακτυλικὸν ὁμοιότητος ὁ κατὰ τὴν ἄρτιον χώραν ἴαμ‐ βός ἐστι· διὸ καὶ τοὺς ἰσοχρόνους τῷ σπονδείῳ λίαν σπανίως καὶ κατὰ τὰς περιττὰς παραλαμβάνει. δέχεται δὲ ἐπὶ τελευτῆς ἐν τοῖς ἀκαταλήκτοις καὶ πυρρίχιον, σπον‐ δεῖον δέ, ὅτε τὸ καλούμενον χωλὸν γίνεται, ἐν δὲ τοῖς κατα‐
10ληκτικοῖς ἀμφίβραχυν ἢ βακχεῖον διὰ τὴν ἀδιάφορον. ἀρξάμενον δὲ ἀπὸ διμέτρου προχωρεῖ μέχρι τετραμέτρου καὶ βαίνεται κατὰ διποδίαν. ἐπιδέχεται δὲ καὶ τὰ τῶν
καταλήξεων εἴδη πάντα καὶ τομὰς εὐπρεπεῖς τήν τε μετὰ δύο πόδας εἰς συλλαβήν, ἣ πενθημιμερὴς καλεῖται, καὶ48
15τὴν μετὰ τρεῖς, ἥτις ἑφθημιμερὴς ὠνόμασται. Τὸ δ’ ἀντικείμενον τούτῳ τροχαϊκὸν δέχεται τρίβρα‐ χυν δάκτυλον ἀνάπαιστον, σπονδεῖον δὲ ἐν ταῖς ἀρτίοις μόναις διά τε τὰς ἐπὶ τοῦ ἰάμβου προρρηθείσας ἡμῖν αἰτίας καὶ ὅτι ἐφεξῆς πολλῶν κειμένων μακρῶν ἡ τῆς
20φωνῆς συνέχεια τοῖς ἐπαλλήλοις μεγέθεσι τῶν συλλαβῶν διακόπτεται· εἰ δὲ εἴη καταληκτικόν, καὶ ἀμφίμακρον ἢ δάκτυλον. καὶ ἄρχεται μὲν ἀπὸ διμέτρου, πρόεισι δ’ ἄχρι τετραμέτρου. γίνεται δὲ καὶ χωλόν, ὅταν τις ἐν τῇ τελευ‐ ταίᾳ τῶν περιττῶν χώρᾳ σπονδεῖος ἐμπέσῃ. χαριεστέρα
25δ’ αὐτοῦ τομὴ 〈ἡ〉 εἰς τρεῖς τροχαίους· ἐπιδέχεται δὲ καὶ τὰς ἄλλας.

1

.

26

Τὰ δ’ ἐκ τούτων συγκείμενα χοριαμβικόν τέ ἐστι καὶ ἀντισπαστικόν. τὸ μὲν οὖν χοριαμβικὸν ἐπιδέχεται δι‐ ποδίαν ἰαμβικὴν καθαρὰν καὶ τὴν ἑπτάσημον, σπανίως 〈δὲ〉 καὶ συζυγίαν [καὶ] τὴν ἰσόχρονον αὐτῷ· ἄρχεται
5δ’ ἀπὸ διμέτρου καὶ πρόεισιν ἕως τετραμέτρου, ὅτε ἐστὶν ἁπλοῦν· ἔτι δὲ καὶ τῶν καταλήξεων τὰς διαφορὰς ἐπι‐ δέχεται. τὸ δὲ ἀντισπαστικὸν μετρεῖται μὲν τῷ ὁμω‐ νύμῳ ποδί, πολλάκις δὲ τὸν πρότερον δισύλλαβον καὶ εἰς τοὺς ἄλλους δισυλλάβους μεταβάλλει (εὐπρεπέστερον μὲν
10ἡνίκα εἰς σπονδεῖον, σπανίως δὲ εἰς τοὺς λοιπούς)· καὶ ἀρξάμενον ἀπὸ διμέτρου πρόεισιν ἄχρι τετραμέτρου. τὰς 〈δὲ〉 εἰρημένας χρήσεις τοῦ κατ’ ἀρχὴν ποδὸς ἐν πάσῃ χώρᾳ παραλαμβάνον τὴν κατάληξιν εὐπρεπείας ἕνεκεν εἰς ἰαμβικὴν καθαρὰν ποιεῖται· ὅτε δὲ καταληκτικὸν
15γίνεται, δέχεται καὶ τὸν ἀμφίβραχυν ἢ τὸν βακχεῖον· καὶ ὁτὲ μὲν 〈ἐν〉 ταῖς περιτταῖς προκειμένης ἀντισπαστικῆς
ἐπιφέρει τὴν ἰαμβικήν, ὁτὲ δὲ τοὐναντίον ποιεῖ, ὁμοίως καὶ τῆς ἰαμβικῆς τὸν πρότερον πόδα τρέπον εἰς τοὺς λοιποὺς δισυλλάβους, ἐνίοτε δὲ εἰς τρίβραχυν ἢ ἀνάπαι‐49
20στον διὰ τὴν πρὸς τὸν ἴαμβον συγγένειαν.

1

.

27

Τῶν δὲ ἰωνικῶν τὸ μὲν ἀπὸ μείζονος σύγκειται διὰ σπονδείου καὶ πυρριχίου· τρέπει δὲ πολλάκις ἐν τῇ πρώτῃ διποδίᾳ τὸν σπονδεῖον εἰς ἴαμβον κατὰ πᾶν μέγεθος μέτρου. πρόεισι δ’ ἀπὸ διμέτρου μέχρι τετραμέτρου καὶ
5τὰ τῶν καταλήξεων εἴδη δέχεται· τροχαϊκὴν δὲ δέχεται δι‐ ποδίαν κατὰ μὲν τὴν περιττὴν χώραν καθαράν, κατὰ δὲ τὴν ἄρτιον καὶ ἑπτάσημον· πολλάκις δὲ καὶ τὸν μολοσσὸν παραλαμβάνει συνάγον τὰς βραχείας εἰς μακράν, ἢ συζυ‐ γίαν ἰαμβικὴν πεντασύλλαβόν τε καὶ ἑξασύλλαβον, λύον τὰς
10μακρὰς εἰς βραχείας. τὸ δ’ ἀπ’ ἐλάσσονος μετρεῖ μὲν ὁ ποὺς ὁ ὁμώνυμος, πολλάκις δὲ καὶ ὁ διτρόχαιος· ὃν ὅταν παραλαμβάνωμεν, τὴν προκειμένην διποδίαν τρίτον παίωνα ποιοῦμεν, ἵνα μὴ τριῶν ἐφεξῆς μακρῶν κειμένων σκλη‐ ρὸν γίνηται τὸ ποίημα· δέχεται δὲ καὶ τὰ τῆς καταλήξεως
15εἴδη καὶ ποικίλλεται τάς τε βραχείας εἰς μακρὰς συνάγον καὶ λύον τὰς μακρὰς εἰς βραχείας. Τὸ δὲ παιωνικὸν καλεῖται μὲν καὶ κρητικὸν διὰ τὸ ποτὲ μὲν τοῖς παίωσι καθαροῖς, ποτὲ δὲ τοῖς κρητικοῖς μετρεῖ‐ σθαι· αὔξεται δὲ μέχρι τετραμέτρου· τινὲς δὲ καὶ πεντά‐
20μετρα πεποιήκασιν. γίνεται δὲ ταῦτα καὶ διὰ τοῦ τετάρ‐ του παίωνος καθαροῦ, οὗ πολλάκις ἤτοι τὰς δύο μέσας βραχείας συνάγοντες εἰς μακρὰν διὰ βακχείου καθαροῦ ποιοῦσι βακχειακὸν ἢ τὴν τελευταίαν μακρὰν εἰς δύο βρα‐ χείας λύοντες δι’ ὅλων βραχειῶν ταὐτοποιοῦσι τὴν κατα‐
25κλεῖδα μόνην τέταρτον παίωνα τηροῦντες διὰ τὸ τῆς μακρᾶς εἰς ἀνάπαυσιν εὐπρεπές. τὰ μὲν οὖν ἁπλᾶ μέτρα
καὶ πρωτότυπα ταῦτά ἐστιν.50

1

.

28

Γίνεται δὲ ἐκ τούτων τῶν αὐτῶν μὲν διπλασια‐ ζομένων μέτρων σύνθετα, τῶν δ’ ἀνομοίων ἀσυνάρτητα· τού‐ των δὲ τὰ μὲν ἐκ δυεῖν μέτρων ἓν ἀποτελεῖ κῶλον, τὰ δὲ ἐκ μέτρου καὶ τομῆς ἢ μέτρου καὶ τομῶν ἢ ἐκ πασῶν τομῶν,
5ἢ ἀνάπαλιν τομῆς καὶ μέτρου 〈ἢ τομῶν〉 καὶ μέτρου· ὧν ποικίλη μὲν ἥ τε χρῆσις καὶ ἡ ἐπ’ ἀκριβὲς τεχνολογία, εὐχερὴς δὲ τοῖς ἐπιστήμοσιν εἰς κατανόησιν. γίνεται δὲ καὶ κατ’ ἀντιπάθειαν μέτρα δύο· ὧν τὸ μὲν ἐπιωνικὸν καλεῖται, ὅτε διποδίας ἰαμβικῆς προκειμένης ἰωνικὴν ἐπι‐
10φέρεσθαι συμβαίνει, ἥτις οἰκειότητα πρὸς τροχαϊκόν, ὡς ἐπεδείξαμεν, ἔχουσα δεόντως ἂν ἀντιπάσχειν τῇ ἰαμβικῇ λέγοιτο, τὸ δὲ ἐπιχοριαμβικόν, ὅτε τροχαϊκῆς προκει‐ μένης διποδίας ἐπιφέρεται χοριαμβική, οἰκειότητα πρὸς τὴν ἐναντίαν τοῦ τροχαϊκοῦ τὴν ἰαμβικήν, ὡς προειρή‐
15καμεν, ἔχουσα. ἐπιφέρεται δ’ αὐτῇ πολλάκις καὶ ἰωνική, ἣ συμπέπονθε τῇ τροχαϊκῇ· ἐπιφέρεται δὲ καὶ τῇ πρὸς αὐτὴν ἀντικειμένῃ, λέγω δὲ τῇ ἀντισπαστικῇ. αὔξεται δὲ καὶ ταῦτα μέχρι τετραμέτρων, καὶ τὰ μὲν αὐτῶν ἀκα‐ τάληκτα, τὰ δὲ καταληκτικὰ γίνεται. μέσα δὲ καλεῖται
20μέτρα, ὅτε δύο ποδῶν ἀντιθέτων εἷς μεταξὺ πίπτων, οἰκειότητα πρὸς ἀμφοτέρους ἔχων, δυσδιάκριτον ποιεῖ τὴν βάσιν· οἷον 〈εἰ〉 ἐκκειμένου μὲν ἑνὸς δακτύλου, δι‐ μέτρου δὲ ἀναπαιστικοῦ κατὰ μέσον πέσοι σπονδεῖος, ἄδηλον πότερα δύο φήσομεν εἶναι μέτρα, τὸ μὲν δακτυλι‐
25κόν, τὸ δ’ ἀναπαιστικόν, ἄμφω δίμετρα, ἢ τὸ σύμπαν τετράμετρον ἀναπαιστικόν· καὶ ἐπ’ ἄλλων δὲ μέτρων ταὐ‐ τὸν θεωρεῖται. συγκεχυμένα δ’ ἐστὶ τὰ διὰ τῶν συνθέτων γινόμενα ποδῶν, ὅταν τῶν μὲν μακρῶν λυομένων, τῶν δὲ βραχειῶν συναγομένων ἐν αὐτῇ 〈τῇ〉 διποδίᾳ δυσχερὲς ᾖ
30ποτέραν ἀποφαντέον· οἷον εἴ τις διαλύσειε μὲν τὴν πρώτην μακρὰν τοῦ ἀπὸ μείζονος ἰωνικοῦ, συναγάγοι δὲ τὰς βρα‐
χείας, ἄδηλον πότερον ὁ μείζων πέφυκεν ἰωνικὸς ἢ ὁ ἐλάττων. τὰ μὲν οὖν τοιαῦτα τῶν μέτρων ἤτοι ἐκ τῶν καθαρῶν διποδιῶν αἷς παρατίθεται καταλαμβάνεται ἢ51
35ἐκ τῶν ἑπομένων κώλων ἢ ἐκ τῶν ταῖς ἀντιστρόφοις ἀπο‐ διδομένων· καλεῖται δέ τινα καὶ ἀπεμφαίνοντα, ὅταν ἐν τοῖς συνθέτοις ποσίν, ὅπου χρεία βραχείας, μακρὰ παρα‐ ληφθῇ, ᾧ τινες καὶ τῶν ἀρχαίων κέχρηνται διὰ τὴν τῶν ὀνομάτων ἀνάγκην.

1

.

29

Τὸ δ’ ἐκ τῶν μέτρων εὐπρεπὲς σύστημα καλεῖται ποίημα. τούτων δὲ τὰ μὲν γίνεται κατὰ στίχον, ὡς τὰ Ὁμήρου, τὰ δὲ ἐκ δύο μέτρων, ὡς τὰ ἐλεγεῖα, τὰ δὲ ἐκ τριῶν, ὡς ὅταν ἐλεγείῳ προστιθῇ τις ἰαμβεῖον ἢ ἄλλο τι,
5τὰ δ’ ἐκ πλειόνων· καὶ τούτων τὰ μὲν ἀπολελυμένα, τὰ δὲ κατὰ σχέσιν, ἀπολελυμένα μὲν ὡς παρὰ τοῖς κωμι‐ κοῖς αἱ παραβάσεις, κατὰ σχέσιν δὲ ὡς τὰ ἀντιστρέφοντα· καὶ πάλιν τούτων ἃ μὲν διμερῆ, ἃ δὲ τριμερῆ, ὡς τὰ καὶ τὴν ἐπῳδὸν προσλαμβάνοντα· καὶ τὰ μὲν ὁμοίως τῇ τάξει,
10τὰ δὲ ἐναντίως ἔχει, ὁμοίως μὲν ὡς ὅταν τὸ πρῶτον τῆς ἀντιστρόφου τῷ τῆς στροφῆς ἀποδοθῇ πρώτῳ, τὸ δὲ δεύτερον τῷ δευτέρῳ καὶ τὰ ἑξῆς ὁμοίως, ἐναντίως δὲ ὡς ὅταν τὸ πρῶτον τῷ τελευταίῳ, τὸ δὲ δεύτερον τῷ παρα‐ τελεύτῳ, καὶ τὰ λοιπὰ κατὰ τὸν αὐτὸν λόγον. ἀρκεῖ καὶ
15ταῦτα περί τε μέτρων καὶ ποιήματος· ἱκανῶς γὰρ ἡμῖν ὁ
τεχνικὸς τῆς μουσικῆς πεπέρανται λόγος.52

2

t

ΑΡΙΣΤΕΙΔΟΥ ΚΟΙΝΤΙΛΙΑΝΟΥ ΠΕΡΙ ΜΟΥΣΙΚΗΣ ΔΕΥΤΕΡΟΝ

2

.

1

Τὸ δὲ μετὰ τοῦτο δεόντως ἂν ἐπισκεψαίμεθα πότερον δυνατὸν παιδεύειν διὰ μουσικῆς ἢ τοὐναντίον, καὶ χρή‐ σιμον 〈ἢ〉 οὐδαμῶς, καὶ σύμπαντας ἢ τινάς, καὶ διὰ μιᾶς μελοποιίας ἢ διὰ πλειόνων, καὶ πρὸς τούτοις εἴτε καθ‐
5άπαξ οὐδεμία χρῆσις τῶν εἰς παίδευσιν ἀποδοκιμαζο‐ μένων ἢ κἀκ τούτων ἔστιν εὑρεῖν ἐνιαχοῦ τὴν ὠφέλειαν· ταύτας γὰρ τὰς ἁπάσας ἀμφισβητήσεις ὁ παιδευτικὸς ἐπιδέχεται τρόπος. πρότερον δὲ περὶ ψυχῆς ἡμῖν ἀναγ‐ καίως διαληπτέον· ὥσπερ γὰρ οὐδὲ τῶν ἄλλων τεχνῶν
10ἑκάστην οἷόν τε διαγνῶναι, πρὶν ἐφ’ ᾧ τὴν σπουδὴν τίθεται κατανοήσαιμεν, οὕτως οὐδὲ τὴν κατὰ μουσικὴν παιδείαν δυνατὸν μαθεῖν μὴ πρότερον ψυχῆς ἡμῖν, ἧς πᾶσαν ποιεῖται τὴν ἐπιμέλειαν, διεγνωσμένης. τί μὲν οὖν ἐστι τοῦτο κἀξ ὧν συνέστηκεν ἐν καιρῷ λελέξεται· τανῦν δ’
15ὅσον ἀπόχρη διὰ βραχέων εἴπωμεν.

2

.

2

Παλαιοὶ γὰρ ἄνδρες, ὡς ἔοικε, καὶ θεῖοι πρὸς πολλοῖς ἄλλοις καὶ τουτὶ περὶ αὐτῆς ἰσχυρίσαντο ὡς ἄρα οὐ τῶν ἁπλῶν πέφυκεν οὐδὲ τῶν μονήρη τινὰ φύσιν ἢ δύναμιν ἐχόντων. τῶν γὰρ ἐνθαδί, διοικήσεως εἴπερ
5ἔμελλε ῥυθμοῦ τινος καὶ τάξεως τεύξεσθαι, ψυχῆς ἀρξού‐ σης δεομένων, ταύτης δὲ οὔτε παρεῖναι καὶ πράττειν τἀπὶ γῆς δυναμένης, εἰ μὴ τοῖς σώματος περιέχοιτο δεσμοῖς, ὅπερ ἐπὶ συγγενῆ βαρύτητα καταφερόμενον κατασπᾷ τε αὐτὴν καὶ ἀποφοιτᾶν κωλύει, οὔτε μὴν ὀρθῶς ἄν ποτε καὶ53
10τῷ παντὶ συμφώνως τὴν τῶν δεῦρο πρόνοιαν ἐπιτελεῖν οἵας τε οὔσης, εἰ μὴ καὶ τῶν ἐκεῖθεν καλῶν σύνεσίν τε ἔχοι καὶ κατάληψιν, διπλῆς τινος ἐδέησε φύσεως, ἣ καὶ φρονήσεως ἦν ἐπήβολος καὶ σώματος οἰκειότητι τὰ τῇδε οὐκ ἂν ἀπέστερξεν. ὁ δὴ τὸ σύπαν, φασὶ, διοικῶν ψυχὴν
15συνιστὰς ἐπίσταθμον σωμάτων ἐσομένην λόγου τε ὑπό‐ στασιν αὐτῇ τῆς θείας μοίρας ἐνεδάσατο, 〈ᾗ〉 τἀνθάδε κατακοσμήσειν ἔμελλεν, ἐπιθυμίαν τε, δι’ ἣν τῶν τῇδε ἐπορέγεται, τῆς ἀλόγου μερίδος προσῆψε· προνοῶν δὲ μὴ τῇ δεῦρο πολλῇ διατριβῇ τῶν μὲν ἐκεῖθι καλῶν τελέως
20ἐπιλάθοιτο, τῇ δὲ πρὸς τὰ αὑτῆς ἀτιμότερα προσπαθείᾳ πεδηθείη, μνήμην τε ἐνέθηκεν αὐτῇ τῆς ἀλογίας ἀλεξι‐ φάρμακον ἐπιστημῶν τε κάλλος ἀμύθητον ὅσον κατιούσῃ συναπέστειλεν, εἰς ὃ τρέπουσα τὸν σύμφυτον ἔρωτα τόν τε ἐνταῦθα βίον ὁσίως ἂν διαγάγοι ὁρμαῖς ἀγαθαῖς καὶ
25πράξεσι κατακοσμουμένη τήν τε ἀπαλλαγὴν κατὰ δύνα‐ μιν εὐδαίμονα ποιήσεται. δύο μὲν οὖν αὐτῆς αἵδε ἰδέαι· λογικὴ μέν, ᾗ τὰ κατὰ τὴν φρόνησιν ἐπιτελεῖ, ἄλογος δέ, ᾗ περὶ τὸ σῶμα τευτάζει. αὕτη δὲ πάλιν ἐξ ὧν ἐνεργεῖ διτ‐ τὴν εἴληχε διαφοράν· τὴν μὲν γὰρ πολλῇ προσπεπονθυῖαν
30ἀνέσει προσηγόρευσαν ἐπιθυμητικήν, τὴν δὲ ἐν ἐπιτάσει θεωρουμένην ἀσυμμέτρῳ θυμικὴν προσεῖπον.

2

.

3

Γεγένηνται δὴ καὶ τῶν μαθήσεων διτταὶ διαφοραί· αἱ μὲν γὰρ τὸ λογικὸν ἐν τῇ κατὰ φύσιν ἐλευθερίᾳ διασῴ‐ ζουσι, φρονήσεως μεταδόσεσι νηφάλιόν τε ποιοῦσαι καὶ
ἀκήρατον διατηροῦσαι, αἱ δὲ συνηθείᾳ τὸ ἄλογον, ὥσπερ54
5τι θηρίον ἀτάκτως κινούμενον, ἰῶνταί τε καὶ τιθασεύ‐ ουσιν, οὔτε τὰς ὑπερβολὰς διώκειν οὔτε μὴν παντελῶς ὑπτιάζειν ἐπιτρέπουσαι. ἐκείνων μὲν ἡγεμὼν καὶ μυστα‐ γωγὸς φιλοσοφία· τῶν δ’ ἑτέρων ἄρχει μουσικὴ πλάτ‐ τουσά τε εὐθὺς ἐκ παίδων ἁρμονίαις τὰ ἤθη καὶ τὸ σῶμα
10ῥυθμοῖς ἐμμελέστερον κατασκευάζουσα. τὴν γὰρ δὴ τῶν σφόδρα νέων ἡλικίαν οὔτε λόγοις ψιλοῖς οἷόν τε ἦν παι‐ δεύειν νουθεσίαν ἀηδῆ μόνην ἔχουσιν οὔτε παντελῶς ἐᾶν ἠμελημένους. ἐλείπετο ἄρα τοιούτοις παιδεία ἣ μήτε τὸ λογικὸν ἄωρον ἐκίνει μένον ἐφ’ ἡσυχίας διὰ νεότητα
15καὶ τὸ λοιπὸν ὠφέλει σὺν ἡδονῇ παιδαγωγοῦσα τῇ συνη‐ θείᾳ. ἐδίδασκε δὲ καὶ ἡ φύσις αὐτὴ δι’ οὗ τὴν παιδείαν προσάγειν ἔδει· οὐ γὰρ δι’ ὧν ἀγνοοῦμεν ἀλλὰ διὰ τῶν λόγῳ τε καὶ πείρᾳ γινωσκομένων οἱ μὲν ἐς πειθὼ προ‐ αγόμεθα, οἱ δὲ τὰ ἐς αὐτὴν πραγματευόμεθα. πᾶσι δὲ παι‐
20σὶν ἔνεστιν ἰδεῖν τήν τε ᾠδὴν ἀεὶ πρόχειρον καὶ τὰ ἐς φαιδρὰν κίνησιν εὐσταλῆ (καὶ οὐδεὶς ἔμφρων τῆς ἐκ τῶν τοιῶνδε ἡδονῆς ἀπείργει), εἴτ’ οὖν ἡ τοῦ πράγματος χάρις δελεάζει τὴν διάνοιαν, εἴτε ἡ ψυχὴ τῆς ἐν νηπιότητι νωθρείας, ᾗ συνείχετο διὰ τὴν τῶν περικειμένων ἁπα‐
25λότητα, ἐλευθερωθεῖσα, ὅτε πρῶτον αἴσθοιτο στερεωτέ‐ ρου τοῦ σώματος, ἀθρόον ἐς τὴν κατὰ φύσιν ἐκπηδᾷ κίνησιν.

2

.

4

Τούτων δὴ οὕτως ἐχόντων δυνατὸν ἀποκρίνασθαι πρὸς τοὺς ἀμφισβητοῦντας μὴ σύμπαντας τὴν μελῳδίαν κινεῖν ὡς ἄρα ἠγνόησαν πρῶτον μὲν ὅτι παίδων ἡ μάθησις, οὓς φύσει πάντας ἔστιν ἰδεῖν τέρψεως τῆς τοιᾶσδε ἡττημέ‐
5νους, ἔπειθ’ ὅτι, κἂν μὴ δι’ εὐθέος αἱρῇ τοὺς ἀνεπιτη‐ δείους ἢ διὰ βίον ἢ διὰ ἡλικίαν, οὐ πολλῷ γε χρόνῳ κατε‐
δουλώσατο· ὡς γὰρ ἓν καὶ ταὐτὸ φάρμακον πρὸς ἓν ὁμοιότητι πάθος πλείοσι σώμασι προσιὸν οὐχ ὁμοίως 〈ἂν〉 ἐνεργήσειε παρὰ τὴν τῶν πραγμάτων ἤτοι μετριο‐55
10πάθειαν ἢ χαλεπότητα ἀλλὰ τὰ μὲν θᾶττον, τὰ δὲ βρά‐ διον ἰάσατο, οὑτωσὶ δὲ καὶ μέλος τὸν μὲν ἐπιτηδειότερον κινεῖ παραχρῆμα, τὸν δὲ ἧττον διὰ πλείονος αἱρεῖ χρόνου. Φανερὰ δὲ καὶ τὰ αἴτια τῆς ἐνεργείας· τῆς γὰρ δὴ πρώ‐ της ἡμῖν μαθήσεως δι’ ὁμοιοτήτων γινομένης, ἃς ταῖς
15αἰσθήσεσιν ἐπιβάλλοντες τεκμαιρόμεθα, γραφικὴ μὲν καὶ πλαστικὴ δι’ ὄψεως παιδεύει μόνον καὶ † ὁμοίως † διεγείρει τε τὴν ψυχὴν καὶ ἐκπλήττει, μουσικὴ δὲ πῶς οὐκ ἂν εἷλεν, οὐ διὰ μιᾶς αἰσθήσεως, διὰ πλειόνων δὲ ποιουμένη τὴν μίμησιν; καὶ ποίησις μὲν ἀκοῇ μόνῃ διὰ ψιλῶν χρῆται
20λέξεων ἀλλ’ οὔτε πάθος ἀεὶ κινεῖ δίχα μελῳδίας οὔτε δίχα ῥυθμῶν οἰκειοῖ τοῖς ὑποκειμένοις. σημεῖον δέ· καὶ γὰρ εἴ ποτε δέοι κινεῖν κατὰ τὴν ἑρμηνείαν πάθος, οὐκ ἄνευ τοῦ παρεγκλῖναί πως τὴν φωνὴν ἐπὶ τὴν μελῳδίαν τὸ τοιοῦτο περιγίνεται. μόνη δὲ μουσικὴ καὶ λόγῳ καὶ πρά‐
25ξεων εἰκόσι παιδεύει, οὐ δι’ ἀκινήτων οὐδὲ ἐφ’ ἑνὸς σχήματος πεπηγότων ἀλλὰ δι’ ἐμψύχων, ἃ καθ’ ἕκαστον 〈τῶν〉 ἀπαγγελλομένων ἐς τὸ οἰκεῖον τήν τε μορφὴν καὶ τὴν κίνησιν μεθίστησιν. δῆλα δὲ ταῦτα κἀκ τῆς τῶν πα‐ λαιῶν χορῶν ὀρχήσεως, ἧς διδάσκαλος ἡ ῥυθμική, κἀκ
30τῶν περὶ ὑποκρίσεως τοῖς πολλοῖς συγγεγραμμένων. κἀκεῖναι μὲν ἰδιαζούσας ἔχουσαι τὰς ὕλας οὐκ ἂν ταχέως εἰς ἔννοιαν ἀγάγοιεν τῆς πράξεως. τοῖς μὲν γὰρ χρώματα, τοῖς δὲ ὄγκοι, τοῖς δὲ λόγος ἀλλότρια τῆς ἀληθείας ὑπο‐
βέβληται, μουσικὴ δὲ ἐνεργέστατα πείθει· τοιούτοις γὰρ56
35ποιεῖται τὴν μίμησιν οἷς καὶ τὰς πράξεις αὐτὰς ἐπ’ ἀλη‐ θείας τελεῖσθαι συμβαίνει. ἐν γοῦν τοῖς γινομένοις βου‐ λῆς μὲν καθηγουμένης, ἑπομένου δὲ λόγου, μετὰ δὲ ταῦτα τῆς πράξεως ἀποτελουμένης, ψυχῆς μὲν ἐννοίαις ἤθη μιμεῖται καὶ πάθη, λόγους δὲ ἁρμονίαις καὶ φωνῆς
40πλάσει, πρᾶξιν δὲ ῥυθμοῖς καὶ κινήσει σώματος. διὸ καὶ μάλιστα τοῖς παισὶν ἡ τοιαύτη παιδεία μετελευστέα, ὅπως διὰ τῶν ἐν νεότητι μιμήσεών τε καὶ ὁμοιώσεων εἰδέναι τε καὶ ἐπιθυμεῖν σφίσι διὰ συνήθειαν καὶ μελέτην συμβαίνοι τῶν ἐν ἡλικίᾳ μετὰ σπουδῆς ἐπιτελουμένων.
45 Τί δὴ θαυμάζομεν εἰ συνέβη τοὺς παλαιοὺς πλείστην ἐπανόρθωσιν πεποιῆσθαι διὰ μουσικῆς; ἑώρων γὰρ τήν τε τοῦ πράγματος ἰσχὺν καὶ τὴν ἐνέργειαν τὴν κατὰ φύσιν. ὥσπερ οὖν καὶ τῶν ἄλλων ἡμῖν ὑπαρχόντων ἐποι‐ οῦντο τὴν φροντίδα, ὑγιείας τέ φημι καὶ εὐεξίας, τὰ μὲν

2

.

4

(50)

τηρεῖν πειρώμενοι, τὰ δὲ αὔξειν πραγματευόμενοι, τὰ δ’ ἐς περιττὸν χωροῦντα μέχρι τοῦ συνοίσοντος ὁρίζοντες, οὑτωσὶ δὲ καὶ τὰ κατὰ τὰς ᾠδὰς καὶ τὰς ὀρχήσεις φύσει πᾶσι προσγινόμενα παισὶν ἀποκωλύειν μὲν οὐκ ἦν δυνατὸν ἢ καὶ τὴν φύσιν αὐτὴν συναναιρεῖν ἔδει, θεραπεύοντες δὲ
55κατὰ μικρὸν καὶ λεληθότως διαγωγήν τε ἐπενόησαν σὺν ἡδονῇ κόσμιον καὶ χρήσιμον ἐξ ἀχρήστου πεποιήκασιν. Οὔκουν ἔνεστι πρᾶξις ἐν ἀνθρώποις ἥτις ἄνευ μουσικῆς τελεῖται. θεῖοι μὲν ὕμνοι καὶ τιμαὶ μουσικῇ κοσμοῦνται, ἑορταὶ δὲ ἴδιαι καὶ πανηγύρεις πόλεων ἀγάλλονται, πόλε‐
60μοι δὲ καὶ ὁδῶν πορεῖαι διὰ μουσικῆς ἐγείρονταί τε καὶ καθίστανται· ναυτιλίας τε καὶ εἰρεσίας καὶ τὰ χαλεπώ‐ τατα τῶν χειρωνακτικῶν ἔργων ἀνεπαχθῆ ποιεῖ τῶν πόνων γινομένη παραμύθιον. παρὰ δέ τισι τῶν βαρβάρων κἀν τοῖς κήδεσι παρείληπται τῆς κατὰ τὸ πάθος ἀκρότητος τῇ
65μελῳδίᾳ παραθραύσουσα. καὶ μὴν οὐκ ἀπὸ μιᾶς ἡμᾶς αἰτίας ἑώρων εἰς τὸ μελῳδεῖν τρεπομένους ἀλλὰ τοὺς μὲν
ἐν εὐθυμίαις ὑφ’ ἡδονῆς, τοὺς δ’ ἐν ἀχθηδόσιν ὑπὸ λύπης, τοὺς δὲ ὑπὸ θείας ὁρμῆς καὶ ἐπιπνοίας κατεχομένους ὑπὸ ἐνθουσιασμοῦ, ἢ καὶ τούτων μιγνυμένων πρὸς ἄλληλα57
70κατά τινας συντυχίας τε καὶ περιστάσεις, ἤτοι παίδων διὰ τὴν ἡλικίαν τοῖς τοιούτοις πάθεσιν ἢ καὶ τῶν προ‐ βεβηκότων δι’ ἀσθένειαν φύσεως ὑπαγομένων.

2

.

5

Εἰ δὲ καὶ μὴ πάντας ἐκίνει ταῦτα, ὡς τοὺς σοφούς, ἢ καὶ μὴ πάντα πρὸς ᾠδὴν ἐξάγει, ὡς τὰ ἄκρατα, ἀλλ’ οὖν τῶν γε συμβαινόντων καὶ οἷς προσεγίνετο τὴν θεραπείαν προσάγειν ἔδει χρησίμους ἐν καιρῷ σπουδῆς τοὺς πολίτας
5ἀπεργαζομένους. οὐδὲ γὰρ ἦν πάνυ τῆς ἐκ λόγου τυγχά‐ νειν ἰατρείας τοὺς ὑπὸ τῶν παθῶν ἐνοχλουμένους· τήν τε γὰρ ἡδονὴν ἰσχυρότατον εἶναι δέλεαρ, ᾗ καὶ τὰ ἄλογα τῶν ζῴων ἁλίσκεται, ὡς δηλοῦσι ποιμένων τε σύριγγες καὶ αἰπόλων πηκτίδες, τήν τε λύπην πολλοὺς ἐς ἀνιάτους
10καταβάλλειν νόσους ἀπαραμύθητον μένουσαν, τούς τε ἐνθουσιασμούς, εἰ μὴ τυγχάνοιεν συμμετρίας, οὐκ ἐς ὀρθὸν προβαίνειν δεισιδαιμονίας τε καὶ ἀλόγους φόβους περιάπ‐ τοντας. ταῦτα δ’ ἐκ τῶν τῆς ψυχῆς μερῶν ἐθεωρεῖτο· περὶ μὲν γὰρ τὸ ἐπιθυμητικὸν αὐτῇ τὴν ἡδονὴν πλεονάζουσαν,
15περὶ δὲ τὸ θυμικὸν λύπην καὶ ταύτης ὀργὴν ἔκγονον, περὶ δὲ τὸ λογικὸν τὸν ἐνθουσιασμὸν ἑώρων. ἑκάστου δὴ τούτων διὰ μουσικῆς θεραπείας ἦν ἁρμόττων τρόπος ἀγνοοῦντας ἐκ προσαγωγῆς ἐς ὀρθὴν κατάστασιν ὑπαγόμενος· αὐτὸς μὲν γὰρ ἕκαστος ἑκὼν μουσουργεῖ μετρίως τινὶ τῶν εἰρη‐
20μένων παθῶν ἐνεχόμενος, ὁ δ’ ἐς ἄκρατον ἐμπεσὼν ἀκοῇ παιδεύεσθαι δύναιτ’ ἄν. οὐ γὰρ οἷόν τ’ ἄλλως ὠφελῆσαι ψυχὴν ἐν ὑπερβολαῖς ἀταξίας ἢ οἷς ἐνεργεῖ συμμέτρως ἐνεχομένη. εἰσί † γε τοῖσι † καὶ κατὰ γένη καὶ ἡλικίας πρὸς εἴδη τινὰ μελῳδίας ἐπιτηδειότητες· αἱ μὲν γὰρ παίδων
25δι’ ἡδονήν, αἱ δὲ γυναικῶν κατὰ πολὺ διὰ λύπην, αἱ δὲ πρεσβυτῶν δι’ ἐνθουσιασμόν, οἷον διὰ τὰς ἐν ἑορταῖς
ἐπιπνοίας, εἰς τὸ ᾄδειν ἐξάγονται.58

2

.

6

Ταῦτ’ οὖν ὁρῶντες ἐκ παίδων ἠνάγκαζον διὰ βίου μουσικὴν ἀσκεῖν, καὶ μέλεσι καὶ ῥυθμοῖς καὶ χορείαις ἐχρῶντο δεδοκιμασμέναις, ἔν τε ταῖς ἰδιωτικαῖς εὐφρο‐ σύναις κἀν ταῖς δημοσίαις θείαις ἑορταῖς συνήθη μέλη
5τινὰ νομοθετήσαντες, ἃ καὶ νόμους προσηγόρευον, μηχα‐ νήν τέ τινα εἶναι τῆς βεβαιότητος αὐτῶν τὴν ἱερουργίαν ποιησάμενοι· καὶ μένειν δὲ ἀκίνητα διὰ τῆς προσηγορίας ἐπεφήμισαν. ἔτι γε μὴν ἐπειρῶντο καὶ τὰς τῆς ψυχῆς κινήσεις ἃς ἐνίοτε ποιεῖται ἐπιθυμίαις ἀκράτοις ἐνεχο‐
10μένη καταστέλλειν ἁμωσγέπως, ἐς τὴν δι’ ἀκοῆς καὶ ὄψεως μετάγοντες γλυκυθυμίαν, ὥσπερ τι ῥεῦμα διὰ κρημνῶν ἀβάτων φερόμενον ἢ ἐν ἑλώδεσι τόποις διαφθει‐ ρόμενον ἐς βάσιμον καὶ εὔγεων πεδιάδα μετοχετεύοντες. Ἦν δὲ καὶ διττὸς αὐτοῖς φόβος περὶ τῶν κατὰ μου‐
15σικήν· τοὺς μὲν γὰρ οὔτ’ ἐν μέλεσιν αὐτῆς οὔτ’ ἐν ψιλῇ ποιήσει μετεσχηκότας ἀγροικώδεις παντάπασι καὶ ἠλι‐ θίους ἑώρων, τοὺς δὲ οὐχ ὡς ἔδει τὴν πρὸς τὸ πρᾶγμα πεποιημένους ὁμιλίαν οὐ μικροῖς περιπίπτοντας ἁμαρτή‐ μασιν ἀλλ’ ὑπὸ τῆς ἐς τὰ μὴ σπουδαῖα τῶν μελῶν ἢ
20ποιημάτων φιλοχωρίας ἰδιότητά τινα ἤθους οὐκ ἀστείαν ἀποματτομένους. διὸ τοῖς μὲν παιδευτικοῖς τῶν μελῶν ἐπὶ πλεῖστον ἐχρῶντο, τοῖς δὲ ἀνειμένοις ἐπ’ ὀλίγον τε καὶ σπανίως, ἤτοι πρὸς ἠθῶν κατανόησιν, ὡς καὶ τῇ διὰ μέ‐ θης πείρᾳ πολλάκις (καθὰ καὶ ὁ θεῖος Πλάτων τοὺς ἐν
25Πολιτείᾳ νέους ἡδοναῖς τισι δοκιμάζει), ἢ τὸ περὶ τὰς ἐπι‐ θυμίας ἐπτοημένον, ὡς ἔφην, ἐς παιδείαν ἐκτρέποντες· πάσης γὰρ παιδεύσεως ἤτοι διὰ πάθους, ὡς τῆς ἀπὸ νό‐ μων, ἢ διὰ πειθοῦς, ὡς τῆς ἐν ὁμιλίαις, τὰς προτροπὰς ποιουμένης ἀμφοτέροις ἡ μουσικὴ κρατεῖ, καὶ λόγῳ καὶ
30μέλει τὸν ἀκροατὴν δουλουμένη καὶ ποικίλαις μεταβο‐ λαῖς φωνῆς τε καὶ σχημάτων ἐς οἰκειότητα τῶν λεγομένων ἐπισπωμένη. τὴν μὲν οὖν παιδευτικὴν καὶ μέχρι τῶν
ἑκατὸν ἡμερῶν παρελάμβανον, τὴν δὲ πρὸς ἄνεσιν ὅσον ἐς τριάκοντα· καὶ τῇ μὲν σεμνῇ μελῳδίᾳ τε καὶ χορείᾳ ἤτοι59
35θεωμένους ἢ καὶ αὐτοὺς ἐνεργοῦντας 〈ἐπαίδευον〉 τοὺς ἐνδοξοτέρους, τῇ δ’ ἡδείᾳ τοὺς ἀγελαίους ἀνίεσαν. ὅπου μὲν γὰρ σπουδαῖοι σύμπαντες οἱ τῆς πολιτείας φύλακες, ὡς παρὰ τῷ σοφῷ Πλάτωνι, τῶν πρὸς παιδείαν συντει‐ νόντων μελῶν χρεία μόνων· ποικίλων δὲ ὄντων τῶν τὸ
40πλήρωμα τῆς κοινωνίας συγκροτούντων, ὡς ἐν ταῖς λοι‐ παῖς πόλεσι, προσφόρου καὶ τῆς ψυχαγωγίας ἑκάστοις ἔδει. Ἅπερ ἀγνοήσαντες πολλοὶ καὶ τῶν ἐν τῇ Πολιτείᾳ ῥηθέν‐ των τὰς αἰτίας οὐ συνιέντες οἱ μὲν τὰ πρὸς ἡδονὴν τῶν
45μελῶν παντάπασιν ἀπεδοκίμασαν, οὐ διακρίναντες οἷς τε ἥρμοττε καὶ ὅπη παρελαμβάνετο, οἱ δὲ καὶ τὴν ἅπασαν μελοποιίαν ὡς τοιούτων μόνων ἀπεργαστικὴν ἐξώρισαν, οὐκ εἰδότες ὡς, εἰ καὶ παιδείᾳ μόνῃ, πολλῶν ἐπεφύκει ἄλλων χρησιμωτέρα· τῆς δὲ φύσεως καὶ τὰ τοιαῦτα ἀπαι‐

2

.

6

(50)

τούσης ἐμποδίζειν μὲν ἀδύνατον (εὖ γὰρ εἴρηται τῷ σοφῷ καὶ τὸ περὶ τοῦ τόξου), τῶν δὲ ἀνέσεων τὴν ὠφέλιμον προκριτέον. λέγω δὲ ταῦτα οὔτε τὰ πάντη διαβεβλημένα τῶν μελῶν ἀποδεχόμενος (οὐδὲ γὰρ μουσικὴ τούτων ἐπιστάτις ἀλλά, καθάπερ αἱ λοιπαὶ τέχναι τῆς σφετέρας
55ὕλης, ἐκ τῶν βελτίστων διακρίνει τὰ χείριστα) οὔτε τοὺς διὰ τὴν φαύλην μελῳδίαν τῇ πάσῃ τέχνῃ λοιδορουμένους ἐπαινῶν· οὐδὲ γὰρ τὰς διὰ λόγων ψιλῶν προτροπὰς ἀπο‐ σιωπητέον, ὅτι καὶ τούτων οἱ μὲν ἐπ’ ἀρετήν, οἱ δὲ ἐς κακίαν παρακαλοῦσιν· ἀλλ’ ὥσπερ ἐκεῖ διττῆς ἐνούσης
60φύσεως τὴν ἀμείνω προτιμῶμεν, οὕτω κἀν τῇ μελοποιίᾳ τὴν βελτίω προαιρέσεως 〈ἀξιωτέον ἀλλ’ οὐ παντάπασιν
ὡσ〉 ἡδονὴν ἐπιφέρουσαν τὴν ᾠδὴν φευκτέον. οὔτε γὰρ ἅπασα τέρψις μεμπτὸν οὔτε τῆς μουσικῆς αὕτη τέλος, ἀλλ’ ἡ μὲν ψυχαγωγία κατὰ τὸ συμβεβηκός, σκοπὸς δὲ ὁ60
65προκείμενος ἡ πρὸς ἀρετὴν ὠφέλεια. Ὅπερ πολλούς τε ἄλλους ἔλαθε καὶ τὸν ἐν τοῖς Κικέρω‐ νος τοῦ Ῥωμαίου Πολιτικοῖς τὰ κατὰ μουσικῆς † ῥηθέντα †· οὐ γὰρ ἔγωγ’ ἂν φαίην ἐκείνῳ τὰ τοιαῦτα εἰρῆσθαι. πῶς γὰρ ἄν τις αὐτὸν ἰσχυρίσαιτο μουσικὴν λοιδορεῖν τε καὶ
70ὡς φαύλην εὐθύνειν, τέχνην ἁρμονιῶν τε καὶ ῥυθμῶν ἀρετάς τε καὶ κακίας διορίζουσαν, ἄνδρα ὃς τὸν τηνικαῦτα ῥυθμοῖς μόνοις καὶ τούτοις ἀγεννέσι καὶ φαύλοις ἐπιδει‐ κνύμενον Ῥώσκιον τὸν ὀρχηστὴν οὕτως σφόδρα ἐξεπλήτ‐ τετο ὥστε φάσκειν αὐτὸν προνοίᾳ θεῶν ἐς ἀνθρώπους
75παρελθεῖν; καὶ γὰρ εἴ τις αὐτὸν φάσκοι τὰ μὲν ἐν ᾗ συγ‐ γέγραφε Πολιτείᾳ λέγειν ἑκουσίως, τὰ δὲ περὶ Ῥώσκιον τῆς προκειμένης ἕνεκεν ὑποθέσεως, ἀντιστρέφειν μὲν καὶ ἡμᾶς οὐδὲν κωλύσει τὸν αὐτὸν λόγον, ἀλλ’ ὅμως καὶ οὕτως λάθοι τις ἂν ἀποδοκιμάζων μᾶλλον, ὅσον εἰς τὴν
80παροῦσαν σκέψιν, ἢ συνιστὰς τὸν ῥήτορα· ἀναξιόπιστος γὰρ πρὸς ἀληθείας εὕρεσιν ἢ δικαίαν κρίσιν ὁ ταῖς † κατ’ αὐλὴν † ἢ κατὰ τὴν αὑτοῦ προαίρεσιν ἀλλὰ μὴ ταῖς κατ’ οὐσίαν δουλεύων ὑποθέσεσιν. οἶμαι δὲ ὡς οὐδ’ ἂν αὐτὴν ἔψεγε ῥητορικὴν διὰ τοὺς δεκαζομένους τῶν ῥητό‐
85ρων. οὕτω δὴ καί, εἴ τινες τῶν τεχνιτῶν διὰ τὸ τοῖς πολ‐ λοῖς ἀρέσκειν τὰ ἀγεννῆ μελῳδοῦσιν, οὐ τῆς τέχνης τὸ αἰτίαμα. Ἀλλὰ καὶ ἡ πατρὶς αὐτῶν τοὺς μὲν ἐπὶ Νομᾶ καὶ τοὺς ὀλίγῳ μετ’ αὐτὸν ἔτι τυγχάνοντας ἀγριωτέρους μουσικῇ
90παιδευομένους εἶχε (καθὰ καὶ αὐτός φησιν), ἰδίᾳ τε ἐν εὐωχίαις κοινῇ τε ἐν ἁπάσαις τελεταῖς σφίσι συνοργια‐ ζούσῃ· ἐν δὲ τοῖς πολέμοις, ἐν οἷς μάλιστα εὐδοκίμησε καὶ εὐδοκιμεῖ (προσθήσω δὲ καὶ εὐδοκιμοίη), τὴν μὲν κατὰ πυρρίχην τῶν τακτικῶν μελέτην ὡς διὰ μουσικῆς61
95ποιεῖται, τί δεῖ λέγειν; πᾶσι γὰρ δήπου ταυτὶ φανερά· ἀλλ’ ὃ τοῖς πλείστοις ἄδηλον, ἐν αὐτοῖς τοῖς ἀγῶσι καὶ τοῖς κινδύνοις τὰ μὲν διὰ λόγων πολλάκις ἀποδοκιμάζει παραγγέλματα ὡς βλάψοντα, εἰ τοῖς ὁμοφώνοις τῶν πολε‐ μίων διαγνωσθείη, διὰ μουσικῆς δὲ ποιεῖται τὰ σύμβολα,

2

.

6

(100)

ὄργανον μὲν ἀρήιόν τε καὶ καταπληκτικὸν μεταχειριζο‐ μένη τὴν σάλπιγγα, ἑκάστῳ δὲ παρεγγυήματι μέλος ἴδιον ἀφορίζουσα· ἐπιδρομῆς οὖν τῆς κατὰ μέτωπον καὶ ἐφ‐ όδου τῆς κατὰ κέρας ἰδιάζοντα κατατέτακται μέλη, καὶ ἀνακλητικὸν ἕτερον, ἐξελίξεών τε τῶν ἐπ’ ἀσπίδα ἢ ἐπὶ
105δόρυ πάλιν ἑκάστης ἴδια, καὶ πάντα οὕτως ἐφεξῆς περαίνει τὰ σοφίσματα συμβόλοις τοῖς μὲν πολεμίοις ἀδήλοις, τοῖς δὲ φιλίοις σαφεστάτοις τε καὶ δι’ εὐχερείας γινωσκο‐ μένοις· οὐ γὰρ κατὰ μέρος τούτων διακούουσιν, ἀλλ’ ἠχῇ μιᾷ τὸ σύμπαν ἕπεται σύνταγμα. ὃ δὲ δὴ μέγιστον
110ἁπάντων, ὅτι καὶ κατά τινας καιροὺς ἀμουσοτέρων τῶν προστατῶν τῆς πολιτείας πεπειραμένη τῶν ὑπὸ Πλάτωνος ἐν Πολιτείᾳ λόγῳ χρησμῳδουμένων ἔργῳ πεπείραται, ἐν μέσαις ἀγυιαῖς καὶ ἱερῶν κάλλεσιν ὠμοτάτην τῶν πολι‐ τῶν κατ’ ἀλλήλων ἐσιδοῦσα μιαιφονίαν.
115 Ὅτι γὰρ ἰσχυρότατόν τε πρὸς παιδείαν ἡ μουσικὴ καθά‐ περ οὐδὲν ἕτερον αἵ τε φύσεις ἡμῶν ἀνεπανόρθωτοι μείνα‐ σαι πολλάκις διεφθάρησαν (ἢ γὰρ ἐς τὰ χαμαίζηλα τῶν παθῶν ἢ ἐς τὰ χαλεπὰ προάγονται), δῆλον ἐνθένδε· ποιή‐ σομαι δὲ τὸν λόγον οὐκ ἐπὶ τῶν καθ’ ἕκαστον (δυσχερὴς
120γὰρ ἐν τούτοις ἡ κατανόησις), ἀλλ’ ἐπὶ πόλεων καὶ ὅλων
ἐθνῶν (εὐμαρὴς γὰρ ἐν τοῖς μείζοσιν ἡ θεωρία). δύο μὲν οὖν ταυτὶ περὶ τὸν τῆς παιδείας λόγον δυστυχήματα, ἀμουσία τε καὶ κακομουσία. τὸ μὲν οὖν ἕτερον ὑπ’ ἀμα‐ θίας, θάτερον δὲ ὑπὸ πονηρᾶς γίνεται διδασκαλίας. δυεῖν62
125δὲ καὶ περὶ τὴν ψυχὴν, ὡς γένει φάναι, θεωρουμένων πα‐ θῶν, θυμοῦ τε καὶ ἐπιθυμίας, οἱ μὲν ἄγευστοι παντάπασι τῶν ἐκ μουσικῆς καλῶν, εἰ μὲν τὸ ἐπιθυμητικὸν κολακεύ‐ οιεν, ἀναίσθητοί τέ εἰσι καὶ βοσκηματώδεις, ὡς οἵ τε περὶ τὴν Ὀπικίαν καὶ Λευκανίαν, εἰ δὲ τὸ θυμικὸν ἐγείροιεν,
130ἄγριοί τε καὶ θηριώδεις, ὡς οἵ τε περὶ τὴν Γαραμαντίδα καὶ τὴν Ἰβηρίαν· πάλιν δὲ οἷς εἰς τὸ παρὰ φύσιν διεστράφη τὰ τῆς μουσικῆς, ἐς φαυλότητα καὶ κακομουσίαν, τούτων οἱ μὲν τὸ ἐπιθυμητικὸν θεραπεύοντες τάς τε ψυχάς εἰσι λίαν ἀνειμένοι καὶ τὰ σώματα οὐ δέον ὡραΐζοντες, ὡς
135οἵ τε περὶ τὴν Φοινίκην καὶ οἱ τούτων κατὰ τὴν Λιβύην ἔκγονοι, οἱ δὲ τῷ θυμικῷ πειθαρχοῦντες τήν τε διάνοιάν εἰσιν ἄτακτοι, μέθυσοί τε ὄντες καὶ πέρα τοῦ καιροῦ φιλορχησταὶ τὰ ἐνόπλια, τήν τε ὀργὴν περιττοί, ἀρειμάνιοι, ὡς οἵ τε περὶ τὴν Θρᾴκην καὶ τὸ Κελτικὸν ἅπαν ἔθνος·
140τὸ δὲ δὴ τήν τε μάθησιν αὐτῆς καὶ χρῆσιν τὴν ἐπιδέξιον ἀσπασάμενον, λέγω δὲ τὸ Ἑλληνικὸν καὶ εἴ τι τοῦτο ἐζήλωκεν, εὔδαιμόν τε ἀρετῆς ἕνεκεν καὶ ἐπιστήμης ἁπά‐ σης καὶ ὑπεραῖρον φιλανθρωπίᾳ. εἶτα πόλεις μὲν ὅλας καὶ ἔθνη τέρπειν οἵα τε καὶ μεταπλάττειν μουσική, τὸν δὲ
145καθ’ ἕνα οὐκ ἂν παιδεύσειεν; ἔγωγε οἶμαι. Καὶ μὴν οὐδὲν οὕτω τῶν λοιπῶν ἐπιτηδευμάτων πολιτεί‐ αν τε συστήσασθαι δύναιτ’ ἂν καὶ συστᾶσαν διαφυλάξαι· τὰ μὲν γὰρ ἄλλα συγκαταβάλλεται τῆς καταστάσεως προτέ‐ ρας ἐπὶ θάτερα ῥεπούσης, ἡ δὲ καθηγεῖται πάσης μεταβο‐

2

.

6

(150)

λῆς· πρώτη γὰρ καὶ τάξει καὶ δυνάμει παντὸς μαθήματος, προαίρεσιν ἐκ πρώτης ἡλικίας ἑκάστῳ πλάττουσα τοῖς
μέλεσι προσφόρως. ἔστω σοι καὶ τουτὶ τεκμήριον ἤθους ἐπιγνώσεως· οἵοις γὰρ ἕκαστοι δημοσίᾳ τε καὶ ἰδίᾳ μέλεσιν ἥδονται καὶ ῥυθμοῖς, τοιούτοις ἂν καὶ τοῖς ἤθεσιν63
155εὑρεθεῖεν ἀρεσκόμενοι· ἐκ γὰρ τοῦ δι’ ᾠδῆς μὲν ὀλιγω‐ ρεῖν τὰ φαῦλα προσφέρεσθαι συνήθειά τις καὶ οἰκειότης περιγίνεται, ἐκ δὲ ταύτης φύσις, ἐξ ἧς ὀρέξεις εἰς τὰς πράξεις ἀναφύονται, αἷς ἡδονὴ προσελθοῦσα βεβαιοῖ τε καὶ ἐπιτείνει τὸ δεινόν, οὔτε σχήματος οὔτε μορφῆς οὔτε
160μὴν λόγων ποιουμένη διάκρισιν, ἕως ἂν ἅπαντα τὸν βίον ἰδίᾳ τε καὶ κοινῇ τελευτῶσα ἀνατρέψῃ. ἔστιν οὖν καὶ κατὰ τοὐναντίον λέγειν ὡς ἐκ μὲν καλῆς ᾠδῆς ἀγαθοὶ λόγοι φύσεις τε καὶ ἕξεις, καλαὶ δὲ ὀρέξεις, ἄρισται δὲ συμβαί‐ νουσι πράξεις. τοιγάρτοι κατὰ τοὺς παλαιοτάτους χρόνους
165πολιτείας οὐδαμόθι παγίως ἐρηρεισμένης μουσικὴ μετὰ ἀρετῆς μελετωμένη τάς τε παρ’ ἑκάστοις διωρθοῦτο στά‐ σεις καὶ πρὸς τοὺς πέλας πόλεών τε καὶ ἐθνῶν ἔχθρας ἔπαυσε, πανηγύρεων μὲν ἀποδείξασα τεταγμένους χρό‐ νους, ταῖς δὲ ἐν ταύταις συνήθεσιν εὐφροσύναις τε καὶ
170θυμηδίαις τῆς μὲν ἐς ἀλλήλους ἀγριότητος παύσασα, τὸ δ’ ἤπιον ἀντεισαγαγοῦσα, ὥσπερ οἱ δεινοὶ τὰ γεωργικὰ πάσης πρότερον βοτάνης ὀχληρᾶς καὶ ἀκάρπων θάμνων τὸ [τε] πεδίον καθηράμενοι τὰ χρησιμώτατα τῶν σπερμά‐ των ἐν ἀσφαλεῖ καταβάλλουσιν. εἰ δὲ νῦν ἅπασα μὲν πόλις,
175σύμπαν δὲ ὀλίγου δεῖν ἔθνος τό τε κόσμιον ἠγάπηκε καὶ φιλάνθρωπον, οὐ δήπου διὰ τοῦτ’ ἄχρηστος ἡ μουσική· οὐδὲ γὰρ ἰατρικῇ παράκλησιν μὲν προσοιστέον, εἰ τῷ νοσεῖν συμβαίνοι, ὑγιαίνοντος δὲ ἀχαριστητέον, ἀλλὰ καὶ τῆς ὑγιείας δίκαιον χάριν εἰδέναι καὶ τοῦ λοιποῦ βίου
180παντὸς ἐπιστάτιν ποιήσασθαι, ὅπως μὴ δι’ ἀργίαν ἢ τρυ‐ φὴν τοῖς ἐξ ἀρχῆς περιπέσοιμεν· τῆς γὰρ αὐτῆς δήπου τέχνης οὐκ οὖσάν τε ἀρετὴν ἐνθεῖναι καὶ ἐνοῦσαν διαφυ‐
λάξαι τε καὶ αὐξῆσαι. οὕτως οὖν καὶ περὶ μουσικῆς ῥητέον· χάριν δεῖ γινώσκειν ἐς φιλίαν ἕκαστον αὑτῷ καὶ κοινῇ64
185πρὸς ἀλλήλους συναγούσῃ, ἀναληπτέον δὲ ἐς ἀεί, τήρησιν τῆς πρὸς ἀλλήλους ὁμονοίας μνωμένους. καὶ οὐ δημοσίᾳ μόνον ἀλλὰ καὶ ἰδίᾳ πονητέον· ὡς γὰρ ὑγίειά τίς ἐστι καὶ κοινῇ καὶ καθ’ ἕκαστον, οὑτωσὶ δὲ καὶ συμφωνία πόλει τε ὅλῃ πρὸς ἑαυτὴν καὶ μιᾷ ψυχῇ πρὸς τὰ αὑτῆς μέρη.
190 Ὅτι μὲν οὖν ἡμῖν τούς τε νέους παιδευτέον μουσικῇ καὶ αὐτοῖς διὰ βίου προσεκτέον ὅπη παρείκοι, οὐδένα 〈ἂν〉 ἀντειπεῖν οἴομαι.

2

.

7

Καιρὸς δὲ λοιπὸν ἐξηγεῖσθαι ποῖα μὲν μέλη, ποῖοι δὲ ῥυθμοὶ καταρτύσουσι τὰ τῆς φύσεως παθήματα. λέξω δὴ τὰ μὲν παλαιοῖς τισιν εἰρημένα, τὰ δὲ εἰσέτι νῦν σιωπη‐ θέντα οὔτ’ ἀγνωσίᾳ τῶν συγγραφέων οὔτε βασκανίᾳ·
5τοῦτο μὲν γὰρ οὐδ’ εἰπεῖν θέμις ἀνδρῶν πέρι φιλοσόφων μουσικῇ τετελεσμένων· ἀλλὰ γὰρ τὰ μὲν αὐτοῖς ἐν συγ‐ γράμμασι κατετάττετο, τὰ δ’ ἀπορρητότερα ταῖς πρὸς ἀλλήλους ὁμιλίαις διεσῴζετο. αἰτία δ’ ἦν ἡ τῶν τότε περὶ τὰ κάλλιστα ὁρμή τε καὶ φιλοχωρία· νυνὶ δὲ τοσαύ‐
10της ἐπιπολαζούσης (δεῖ γὰρ εὐφημεῖν) ἀφιλομουσίας 〈ἆρ’〉 ἀγαπητὸν ἔσται τοῖς μετρίως ἐπιμελέσιν, εἰ βίβλῳ οὐ σαφές τι περιεχούσῃ περιπέσοιεν; Τεττάρων δὴ μάλιστα τούτων στοχαστέον τῷ παιδεύοντι διὰ μουσικῆς, ἐννοίας τε πρεπούσης καὶ λέξεως καὶ πρὸς
15τούτοις ἁρμονίας τε καὶ ῥυθμοῦ. προκαθηγεῖται μὲν γὰρ ἔννοια πάντως, ἧς ἄνευ οὔτε αἵρεσις οὔτε φυγή τινος ἐγγίνεται· ταύτης δὲ μίμημα λέξις, ἣ πρὸς τὴν τοῦ πέλας ἀκοήν τε καὶ πειθὼ πρώτως ἀναγκαία· αὕτη δὲ ὀξύτητάς
τε καὶ βαρύτητας προσλαβοῦσα μετὰ διαστημάτων συγκε‐65
20χυμένη μὲν ἐγέννησεν ἁρμονίαν, λόγοις δὲ τοῖς συμφώνοις τεταγμένη ῥυθμόν. ἀλλ’ ἐπεὶ παθῶν ψυχικῶν ἡ μουσικὴ θεραπεία, πρότερον διαληπτέον ὅπως ταυτὶ καὶ πόθεν περὶ ψυχὴν εἴωθε συμβαίνειν· μὴ γὰρ τούτων ὡρισμένων ἀσαφὴς ὁ περὶ τῶν ἑξῆς ἡμῖν γενήσεται λόγος.

2

.

8

Φαίνεταί μοι τοίνυν ἡ ψυχή, πόρρω μὲν τῶνδε ἡνίκα ἐστὶν ὁμιλοῦσα τῷ κρείττονι, λόγῳ τε ὁμέστιος εἶναι καὶ καθαρεύειν ἐπιθυμίας· ἐπὰν δὲ ἐπὶ τάδε ἀγκλίνῃ καὶ τὴν ἐν‐ ταῦθα διατριβὴν πείρᾳ μαθεῖν ἐπιχειρήσῃ, τηνικαῦτα αὐτῇ
5σώματός τε ἐγγίνεται χρεία καὶ σῶμα ἐπιζητεῖ πρόσφορον. ὑπόκειται δ’ αὐτῇ θεωρεῖν τὴν ἐν τούτοις διπλόην, ἀρρε‐ νότητά τέ φημι καὶ θηλύτητα, ἥτις οὐκ ἐν ἐμψύχοις μόνοις ἄρα ἦν ἀλλὰ κἀν τοῖς φύσει μόνῃ διοικουμένοις, φυτῶν τε ὅσα μετάλλων τε γένη καὶ ἀρωμάτων· καὶ γὰρ
10τούτων δυάς τις ἐπιφαίνεται, ἤτοι δι’ ἁπαλότητος ἢ λειότη‐ τος ἢ εὐχροίας ἢ εὐωδίας ἢ καὶ τῶν ἐναντίων τὴν ἑτέραν ἐπιδεικνυμένων φύσιν. αὐτὴ μὲν οὖν καθ’ αὑτὴν ἁπλῆ τέ ἐστι καὶ ὡς ἐν μορφῇ ἀδιάφορος, εἶδος δὲ τουτὶ τὸ ἀνθρώ‐ πειον ἠμφιεσμένη τὸ μὲν κατὰ φύσιν αὑτῆς ἀπέκρυψε
15κάλλος, ἐς δὲ τὸν τοῦ ἐλύτρου τόπον τε καὶ τύπον τὰ μὲν ἑκουσίως, τὰ δ’ ὑπ’ ἀνάγκης σχηματίζεται. οὐ μόνον οὖν ἐφίεται σώματος ἀλλὰ καὶ τούτου ποιοῦ τινος· ἢ γὰρ ἄρρεν ἠγάπηκεν ἢ θῆλυ. καὶ τούτων ὁτὲ μὲν ἄκρατον θά‐ τερον, ὁτὲ δὲ ἐξ ἀμφοῖν ἔχον δεινήν τινα καὶ ὄντως ἄτο‐
20πον μίξιν. αὐτίκα, κἂν μὴ φύσει τοῦ τοιούτου τύχωσι σώματος, αὐταὶ ταῖς σφετέραις τροπαῖς μετερρύθμισάν τε καὶ ἐς τὸ αὑταῖς ὅμοιον μετέστησαν. οὕτως ἐν μὲν ἄρρεσι θῆλυς ἐπιτρέχει μορφή, δι’ ἣν καὶ ὁ βίος ὦπται τοιοῦτος, ἐν δὲ γυναιξὶν ἀνδρεῖον εἶδος, ᾧ καὶ τὸ ἦθος
25ὅμοιον τεκμαιρόμεθα· καὶ ἄνδρες μὴν ἀγένειοι καὶ γενειά‐ σκουσι γυναῖκες, καί τις ἄρρην ἔβλεψεν ὑγρὸν καὶ γυναῖκες γοργὸν προσεῖδον, ὥστε καὶ τῶν ἠθῶν ἕκαστα θηράσεις ἑκάστῃ μορφῇ συνῳδά. ἐκ δὲ τῆς πρὸς τὸ ἄρρεν ἢ θῆλυ προσπαθείας ἢ πρὸς ἀμφότερον τὰ πάθη συνίσταται περὶ66
30ψυχήν. τὸ μὲν οὖν θῆλυ λίαν ἀνειμένον, ᾧ συνᾴδει τὸ ἐπι‐ θυμητικόν, τὸ δ’ ἄρρεν σφοδρόν τε καὶ δραστήριον, ᾧ τὸ θυμικὸν ὡμοίωται. περὶ μὲν οὖν τὸ θῆλυ ψυχῆς τε μέρος καὶ ἀνθρώπων γένος πλεονάζουσι λῦπαι τε καὶ ἡδοναί, περὶ δὲ τὸ ἄρρεν ὀργὴ καὶ θράσος. πάλιν δὲ τούτων γίνον‐
35ται συζυγίαι, λυπῶν τε πρὸς ἡδονὰς καὶ ὀργῆς πρὸς θράσος, καὶ θράσους πρὸς ἡδονὴν καὶ λύπην, καὶ ὀργῆς αὖθις πρὸς ἑκάτερον, καὶ πάλιν ἑκάστου πρός τε ἓν καὶ πρὸς πλείω μίξεις· καὶ μυρίας ἄν τις ἐκ τούτων εὕροι τῶν παθῶν εἰκό‐ νας ἐν ποικιλίᾳ θεωρουμένων.
40 Τούτων οὖν ἑκάστῳ κατὰ φύσιν διαφόρως ὑποκειμένων καὶ τῶν ἐννοιῶν γίνονται διαφοραί. οὕτως ὁ μὲν λευκό‐ τητα ἰδὼν ἠγάσθη, ὁ δὲ μελανίαν ἐθαύμασε, καὶ τῷ μὲν τὸ γλυκὺ δι’ ἡδονῆς, ἑτέρῳ δὲ τὸ πικρὸν ἀρέσκει. τῆς γὰρ ἐναντιότητος, ὡς ἔφην, κἀν τοῖς πάθεσι θεωρου‐
45μένης κἀν τοῖς ἐκτὸς ὑποκειμένοις πράγμασιν, οἷς ἐπι‐ βάλλουσάν φασι τὴν ψυχὴν φαντασίας ἀναλαμβάνειν, τὰ τοῖς σφετέροις ἐοικότα παθήμασιν ἕκαστος ἡμῶν δι’ ἀρεσκείας ἄγει. ἔστι γὰρ πρῶτον μὲν ἐν ὁρατοῖς ἑκατέραν ἰδεῖν τὴν φύσιν, τὸ μὲν ἀνθηρόν τε καὶ ἐς ὡραϊσμὸν προσ‐

2

.

8

(50)

φυὲς χρῶμά τε καὶ σχῆμα διαιροῦντα θηλύτητι, τὸ δὲ στυγνόν τε καὶ ἐς σύννοιαν ἄγον ἀρρενότητι, πάλιν δὲ ἐν ἀκοαῖς τοὺς μὲν λείους καὶ προσηνεῖς ἤχους ἐς τὸ θῆλυ, τοὺς δὲ τραχυτέρους εἰς τοὐναντίον ἁρμόττοντα· καί, ἵνα μὴ τὰ καθ’ ἕκαστον λέγω, κοινῶς περὶ πάντων ἀπο‐
55φαντέον ὡς ὅσα μὲν τῶν αἰσθητῶν ἔς τε ἡδονὴν δελεάζει
καὶ ἠρέμα διαχεῖν τὴν γνώμην πέφυκε, ταῦτα εἰς τὸ θῆλυ κριτέον, ὅσα δὲ κινεῖ τε εἰς σύννοιαν καὶ ἐγείρει τὸ δραστή‐ ριον, ταῦτα εἰς τὴν ἄρρενος μοῖραν ἀπονεμητέον, τὰ δέ τοι μηδέτερον ἢ κατὰ μίξιν ἄμφω δρῶντα ταῦτα τῶν μέσων67
60ἀποφαντέον. κατὰ δὴ ταῦτα καὶ περὶ ἐκείνων λέγωμεν αἳ λόγῳ μέν εἰσι καταληπταὶ τέχναι τε καὶ ἀρεταὶ καὶ ἐπι‐ στῆμαι, ἐκ δὲ τῆς τῶν ὑλῶν ποιότητος περὶ ἃς ἑκάστη τευτάζει τὰς πρὸς ἀλλήλας διαφορὰς καὶ ὁμοιότητας εἰλήχασιν, αἵ τε ἀρεταὶ πρὸς τὰς ἀρετὰς αἵ τε ἐπιστῆμαι
65πρὸς τὰς ἐπιστήμας, κακίαι τε αὖ πρὸς κακίας καὶ ἀν‐ επιστημοσύναι πρὸς ἀμαθίας, πάλιν δὲ ἀρεταὶ πρὸς κακίας ἢ ἐπιστήμας ἢ ἀγνωσίας, κακίαι τε αὖ πρὸς τὰς εἰρημένας, ποικίλης τινὸς καὶ τῆς κατὰ ταῦτα πλοκῆς τε οὔσης καὶ μίξεως.

2

.

9

Πρώτη μὲν οὖν ἡ δι’ ἐννοιῶν ἐν βίῳ συγκατάθεσις ἢ εὐτυχῶς ἕκαστα δι’ αὐτομαθείας κατειληφότων ἢ ὕστε‐ ρον μεταπεισθέντων· αἱ γὰρ τῶν πολλῶν διαβοήσεις ἦθος ἐμποιεῖν 〈οὐχ ἧττον〉 ἢ αἱ τῶν ἐπιστημῶν δόξαι
5πεφύκασι· πάντων γὰρ ἡ ψυχὴ τύπους ἐν ἑαυτῇ καὶ εἰκό‐ νας ἔχουσα τοῖς ὑπὸ τῶν λόγων κινουμένοις ἐννοήμασιν ἑκάστοτε συσχηματίζεται, κᾆτα ἐκ τῆς τοιαύτης συνη‐ θείας τε καὶ μελέτης ἔλαθεν ἢ εὐδαίμονα κατὰ μικρὸν ἕξιν ἢ ἐναντίαν βεβαιώσασα. καθόλου μὲν οὖν τῆς ἠθικῆς
10παιδεύσεως εἴδη δύο· τὸ μὲν γάρ ἐστι θεραπευτικόν, ᾧ κακίαν διορθούμεθα, καὶ τούτου πάλιν εἴδη δύο, τὸ μὲν μειωτικόν, ἡνίκα πείθειν ἀθρόως ἀδυνατοῦντες κατὰ μικρὸν ἐλαττώσεσιν ἐς ἀπάθειαν ἄγομεν, τὸ δὲ ἀναι‐ ρετικόν, ὅταν ἐκ πρώτης εἰς παντελῆ τὸν ἀκροατὴν ἄγω‐
15μεν μετάστασιν· τὸ δ’ ἐστὶν ὠφελητικόν, * * * ὅτε τὴν βελτίστην ἕξιν βεβαιοῦντες τοῖς παιδεύμασι διαφυλάτ‐ τομεν ἐν ταυτότητι, τὸ δὲ προσθετικόν, ὅτε τὴν μέτριον
καλοκἀγαθίαν ἐκ προσαγωγῆς ἐς ἄκραν ἀγαγεῖν τὴν ἀρετὴν πραγματευόμεθα. τῆς δὲ ἐκ τῶν ἐννοιῶν παιδεύ‐68
20σεως ἡ τέχνη διττή· εἰ μὲν γὰρ ἐκ τῆς ὑποκειμένης τῶν πραγμάτων ὕλης τὰ χρειώδη πρὸς τὴν ψυχαγωγίαν εὑρί‐ σκοι τις σημαινόμενα, τούτοις χρησόμεθα· εἰ δ’ ἀποροίη‐ μεν, μεθόδοις ἀνιχνεύσομεν τὰ ἀναγκαῖα. τῶν δὲ μεθ‐ όδων αὗται χρησιμώταται· ἐπίθετα, μεταλήψεις, μετα‐
25φοραί, ὁμοιώσεις, συνεκδοχαί, περιφράσεις, ἀλληγορίαι, καὶ ἄλλαι πλείους. Ὅρα δὴ ὅπως ὁ ποιητὴς ἀνατολὴν βραδεῖαν εἰπεῖν ἡλίου πειρώμενος, χρησίμην τοῖς λεχθησομένοις περὶ τῆς ἐν τῷ λυκόφωτι τῶν ἡρώων ταφῆς, βραδυτῆτος δηλωτικοῖς
30ἐπιθέτοις χρῆται· τούτων δὲ μὴ οἰκείως ἐπὶ τοῦ ταχίστου τῶν ἄστρων λεγομένων τὸν μὲν λόγον ἐπὶ τῆς ἡλιακῆς αὐγῆς ἐποιήσατο εἰπών [Η 421]
ἠέλιος μὲν ἔπειτα νέον προσέβαλλεν ἀρούρας· τῶν δ’ ἐπιθέτων ἐπὶ τοῦ βραδυκινήτου στοιχείου τοῦ
35ὕδατος ποιεῖται τὴν κατασκευήν, ὅπου μὲν τὸ ἠρεμαῖον δη‐ λῶν τῆς ἐπιρροῆς (φησὶν οὖν ἐξ ἀκαλαρρείταο), ὅπου δὲ τὴν αἰτίαν ἐμφαίνων τῆς βραδυκινησίας· λέγει γὰρ βα‐ θυρρόου ὠκεανοῖο· πᾶν μὲν γὰρ τέναγος εὐκίνητον, περὶ τὴν ὑποκειμένην τῆς γῆς κυρτότητα κυλιόμενον, βάθος δὲ
40βραδὺ καὶ σταδαῖον, ἐπὶ πολλὰ μέρη τῆς ὑφ’ αὑτὸ κοιλό‐ τητος τὴν ὁρμὴν σκεδαννύμενον. ἀλλὰ καὶ τῆς ἀνόδου τὸ σχολαῖον ἐνέφηνε· μακροτέρα γὰρ οὐκ ἀπεικότως ἡ ἀπὸ βά‐ θους διέξοδος. ταχυτῆτα δὲ πάλιν ἀνατολῆς δηλῶν ἔμψυ‐ χον τῷ ἄστρῳ καὶ ὁρμητικὴν περιτίθησι τὴν ἀναφοράν·
45λέγει γὰρ [γ 1]
ἠέλιος δ’ ἀνόρουσε λιπὼν περικαλλέα λίμνην. ἔνθα δὴ καὶ ἡδύνων τὸν λόγον θηλυκῶς ὀνομάζει τὸν
ὠκεανόν. πάλιν δι’ ἡδονῆς ἐντελῶς τὰς ἀνατολὰς δια‐ γράφων τοῖς μὲν ἅμα τῇ τε χροιᾷ προσηνέσι καὶ ἐς ὄσφρη‐69

2

.

9

(50)

σιν ἡδέσι κοσμεῖ τὸν λόγον, οὐκέτι δὲ ἐπὶ τοῦ ἡλίου τοῦτον, ἐπὶ δὲ θήλεος προσώπου τῆς ἠοῦς ποιεῖται, λέγων [Θ 1]
Ἠὼς μὲν κροκόπεπλος ἐκίδνατο πᾶσαν ἐπ’ αἶαν· καὶ [Α 477]
ἦμος δ’ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς.
55αὖθις συστέλλειν ἡμᾶς βουλόμενος ἐπὶ τῶν πολεμικῶν τά‐ ξεων φησί [Δ 282]
κυάνεαι σάκεσίν τε καὶ ἔγχεσι πεφρικυῖαι. ὃ γὰρ ἐκ τῶν κατὰ φύσιν ὀνομάτων οὐκ ἂν ἐποίησε τοῦτο διὰ τῶν μεταφορικῶς σημαινομένων ἐνήργησε· τό τε γὰρ
60μέλαν ὀλίγου ταὐτὸν ἀκουόμενον ὥσπερ καὶ ὁρώμενον δρᾷ, τό τε τῆς φρίκης ὄνομα διὰ τὸ φοβερὸν τὴν ἐν τῷ πο‐ λέμῳ διαδείκνυσιν ἀγωνίαν. πάλιν ἐναργείας ἕνεκέν φησι [Υ 59sq.]
πάντες δ’ ἐσσείοντο πόδες πολυπιδάκου Ἴδης
65
καὶ κορυφαί· μᾶλλον γὰρ ἡμᾶς εἰς ἔννοιαν τῆς ταραχῆς ἤγαγεν ἀπὸ τῶν φύσει κινουμένων τῶν ἡμετέρων σωμάτων τὴν ἐπὶ τὰ ἀκίνητα μετάστασιν ποιησάμενος. καὶ μὴν ἐπὶ ταὐτοῦ πράγματος τὰ μὲν περὶ Ἄρεα καὶ Ἀφροδίτην διὰ τραχέων
70ὀνομάτων ἀφηγεῖται [θ 268sq.], τὸ ἐμίγησαν καὶ τὸ λάθρῃ καὶ τὸ ᾔσχυνε λέγων, ὧν τὸ μὲν τὸν ἐξ ἡδονῆς μιασμόν, τὸ δὲ τὸ ἐπίψογον τῆς πράξεως, τὸ δὲ τὴν αἰσχρὰν ἀδικίαν ἐμφαίνει· ἐπὶ δὲ τοῦ Ὀδυσσέως σεμνοῖς ῥήμασι κοσμεῖ τὸν λόγον· τὴν γὰρ ἐν δίκῃ καὶ νόμιμον πρᾶξιν
75ἐνέφηνεν, εἰπών [ψ 296]
ἀσπάσιοι λέκτροιο παλαιοῦ θεσμὸν ἵκοντο. ἐπὶ δέ γε τῆς οὔτε μεμπτῆς κατὰ νόμον οὔτε ἐπαινουμένης ὁμιλίας συμπλοκῇ τῆς τῶν σημαινομένων ἐναντιότητος πεποίηται τὴν μεσότητα, εἰπών [Ι 133sq.]
70
80
μήποτε τῆς εὐνῆς ἐπιβήμεναι ἠδὲ μιγῆναι,
ᾗ θέμις ἀνθρώπων πέλει, ἀνδρῶν ἠδὲ γυναικῶν. Ὅπου δὲ τροπαῖς ἀδύνατον μεταλαβεῖν, ταῖς ὁμοιώσεσι χρησόμεθα. συστέλλει μὲν οὖν ἡμῖν τὴν διάνοιαν ἐν οἷς φησιν [Δ 275]
85 ὡς δ’ ὅτ’ ἀπὸ σκοπιῆς εἶδεν νέφος αἰπόλος ἀνήρ. διαχεῖ δὲ ἐν οἷς ἔφη [κ 304]
γάλακτι δὲ εἴκελον ἄνθος· πολλῶν γὰρ χἀτέρων λευκῶν ὄντων τὸ καὶ γλυκύτητος ἔμφασιν ποιησόμενον ἐπελέξατο. αὖθις ἐπὶ μὲν τῶν
90Ἀχιλλέως θρήνων [Σ 22—25] τοῖς συγχέουσι τῶν ὀνο‐ μάτων τὴν διάνοιαν χρῆται πλείοσι, νεφέλην μέλαιναν καὶ κόνιν αἰθαλόεσσαν καὶ μέλαιναν τέφραν ὀνομάζων, ἐλάττω δὲ τίθησι τὰ φαιδρότερα· τὰ δὲ κατὰ τὸν Εὔφορβον ἀν‐ θηρῶς ἀπαγγέλλειν ἐθέλει, τοῦ κατὰ τὸν Πάτροκλον
95ἡμᾶς ἀπολύων πάθους· πλεονάζει γοῦν ἐκεῖθι [Ρ 51sqq.] τὰ φαιδρὰ τῶν ὀνομάτων, Χάρισι μὲν ὅμοιοι πλοκαμοί, ὕλαι δὲ ἀνθηραὶ χρυσὸς καὶ ἄργυρος, τά τε ἐφεξῆς εὐθαλής τε ἐλαία καὶ χωρίον ἀναπεπταμένον καὶ ὑδάτων ἀνα‐ βλυστάνουσαι ῥοιαὶ καὶ ἀνέμων εὔπνοιαι καὶ ἄνθους φαι‐

2

.

9

(100)

δρόν τι χρῆμα καὶ τιμαλφέστατον. Μέγεθός γε μὴν καὶ ἀξίωμα ἐμποιεῖ τῷ λόγῳ διὰ συνεκδοχῆς ἐν τῷ [Μ 137sq.]
οἱ δ’ ἰθὺς πρὸς τεῖχος ἐΰδμητον βόας αὔας
ὑψός’ ἀνασχόμενοι ἔκιον μεγάλῳ ἀλαλητῷ.71
105μεγέθει 〈μὲν γὰρ〉 τῶν διαστημάτων ἐξῆρε τὸν λόγον· ἀπρεποῦς δ’ ὄντος τοῦ τῆς ἀσπίδος ὀνόματος ὡς ἐς ἁδρο‐ τῆτα τὸ συνεμφανίζον μέγεθος βοῦν ὠνόμασε· πάλιν δ’ ὄντος ἀσυμφώνου τούτου τῷ ἀνασχόμενοι προσέθηκεν αὖον· διὰ γὰρ τῆς κατὰ τὴν ξηρότητα συνεμφαινομένης
110κουφότητος τῇ τε πράξει πιθανότητα περιῆψε καὶ ταῖς ἐννοίαις ἀνυπεύθυνον τὴν φαντασίαν ἐχαρίσατο. καὶ μὴν ἀλλαχοῦ φησιν [Φ 388]
ἀμφὶ δὲ σάλπιγξεν μέγας οὐρανός. τούτῳ τοίνυν τὸ μὲν κατὰ τὴν μάχην ἐς ὄγκον αἴρων,
115ἀπρεπῶς δὲ ἐπὶ τοῦ οὐρανοῦ χρώμενος, μεθόδοις μετα‐ διώκει τὸ πρέπον, τῷ μὲν ἐπιθέτῳ καὶ τὸ ἐκ τῆς σάλπιγ‐ γος συναύξων μέλος, τῇ δὲ προσθήκῃ τῆς προθέσεως ἐκ παντὸς μέρους οὐρανίου τὸν ἦχον ἐξάγων. φανερὸν μὴν τὸ καὶ τὰ χαμαίζηλα τῶν ὀνομάτων ἰσχνότητα ἐμποιεῖν
120τῷ λόγῳ, ὡς ἔχει τὸ [υ 259]
δίφρον ἀεικέλιον παραθεὶς ὀλίγην τε τράπεζαν. Ἐννόει δὴ κἀκ τῆς τῶν περιφράσεων ποικιλίας ὡς ἅμα τὸ ἐναργὲς τῷ χαρακτῆρι καὶ τὸ ἡδὺ τῷ λόγῳ περιγίνεται· νέων γοῦν ἡρώων πρόσωπα μετὰ τῆς οἰκείας ἀρετῆς ἑκά‐
125τερον ἀπαγγέλλειν ἐθέλων ὅπου μέν φησι βίης Ἐτεοκλη‐ είης [Δ 386], ὅπου δὲ ἱερὴ ἲς Τηλεμάχοιο [e. g. π 476], ἐφ’ οὗ μὲν τὸ κατὰ τὴν ῥώμην ἔξοχον, ἐφ’ οὗ δὲ τὸ κατὰ τὴν σωφροσύνην θεοφιλὲς ἐπισημαίνων. Καὶ μὴν καὶ ἀλληγορίαι πολλοῖς ὀνόμασιν ἐφεξῆς μετα‐
130κειμένοις τρέπουσιν ἐφ’ ἑτέραν ποιότητα τὴν διάνοιαν· ὅρα γὰρ ὡς ἀπαθῶς καὶ ἀλύπως εἰπεῖν περὶ τῶν ἐν τῷ πο‐ λέμῳ τετελευτηκότων προῃρημένος ὡς περὶ πυρῶν συγ‐ κομιδῆς ποιεῖται τὸν λόγον, λέγων [Τ 221—3]
αἶψά τε φυλόπιδος πέλεται κόρος ἀνθρώποισιν,
72
135ἧς τε πλείστην μὲν καλάμην χθονὶ χαλκὸς ἔχευεν, ἄμητος δ’ ὀλίγιστος.

2

.

10

Τούτων δὴ τῶν ἐννοημάτων πλεκομένων ἀλλήλοις γίνονται λόγοι καὶ λόγων εἴδη, οἷον ἐκ ποικίλων χυλῶν τε καὶ χυμῶν φάρμακά τε καὶ ἡδύσματα. τὰ μὲν οὖν ἐς ἄνεσιν ἄγοντα καὶ φαιδρότητα τὸν ἀφελῆ τε καὶ ἡδὺν
5λόγον ἐγέννησε· τὰ δὲ τὸ σύννουν κινοῦντα καὶ τὸ ὁρμη‐ τικὸν τὸν πολιτικόν τε καὶ ἀγωνιστικὸν ἐξέφηνεν. τοῦ μὲν οὖν πολιτικοῦ κατὰ τὸ ἄρρεν τὰ εἴδη συντομίαι τε καὶ βραχύτητες καὶ ἀξίωμα καὶ μεγαλοπρέπεια, τραχύτης τε καὶ σφοδρότης καὶ μέγεθος καὶ μεστότης, ἅπερ τήν τε
10φυσικὴν ἐμφαίνει μεγαλόνοιαν τοῦ ἄρρενος, μέγεθός τε σώματος καὶ ἁδροτῆτα διανοίας καὶ τὸ ἐς τὰ μέγιστα τῶν ἔργων ἀνυτικὸν τάχος· τοῦ δὲ ἀφελοῦς ἀραιότης ἁβρότης κάλλη τε καὶ γλυκύτητες, ὧν τὰ μὲν τὸ ἀνειμένον τοῦ θή‐ λεος, τὰ δὲ τὸ ἐς ὡραϊσμὸν διαδείκνυσιν ἐπτοημένον.
15γένοιτο δ’ ἄν τι καὶ τῇ τούτων πλοκῇ, οἷον ἡ δριμύτης, τὸ μὲν τάχος ὡς ἄρρεν, τὸ δὲ μικροπρεπὲς ὡς ἐναντίον ἐπι‐ φαίνουσα, ἥ τ’ ἐπιμέλεια, τὸ μὲν γλίσχρον ἔχουσα κατὰ τὸ θῆλυ, τὸ δὲ τῆς φιλοπονίας παρεκτεταμένον ὡς ἄρρεν. τούτοις δὴ τοῖς εἴδεσι τῶν λόγων πρὸς ψυχὴν ἑκάστην
20χρώμενος ἢ ἁπλοῖς ἢ κατὰ μίξιν ὁτὲ μὲν ὁμοιότητι πείσεις, ὁτὲ δὲ ἀνομοιότητι καταγωνιῇ. Περὶ δὲ τῆς τῶν σχημάτων φύσεως οἷς προσάγειν χρὴ τὰ νοήματα οὐ πολλὰ δεῖν ἡγοῦμαι λέγειν· ἱκανὴ γὰρ ἡ ὑπόκρισις ταῦτα δηλῶσαι. καὶ γὰρ τούτων ἕκαστον ἢ
25συστέλλει πως, ὡς αἱ παραιτήσεις, ἢ ἀνίησιν, ὡς αἱ συγ‐ χωρήσεις, τὴν διάνοιαν, καὶ ἤτοι μικροπρεπεῖς, ὡς αἱ προδιορθώσεις, ἢ μεγαλείους, ὡς αἱ γνωμολογίαι καὶ ἀφηγήσεις, ἀπεργάζονται. ὧν ἑκάστου τὴν ἐνέργειαν ἐκ τῶν τύπων ἄριστ’ ἂν διαγνοίημεν ὧν ἕκαστον κατὰ τὸν73
30τῆς ὑποκρίσεως καιρὸν τοῖς σώμασιν ἐντίθησι· παρ’ ἃ καὶ σχήμασιν αὐτοῖς συνέβη κληθῆναι. Περί γε μὴν τῶν ὑποθέσεων καὶ τῶν κεφαλαίων οἷς τὰς μιμήσεις καὶ ἀφηγήσεις τεταγμένως ποιησόμεθα ἐν τῷ περὶ ποιητικῆς ἡμῖν ἀκριβῶς εἴρηται· ἧς μέρη μὲν μίμησις
35καὶ διήγησις, τούτων δὲ ἑκατέρας μόρια ἠθοποιίαι τε καὶ διηγήματα, ἃ πολλαχοῦ καθ’ ἑαυτὰ μόνα γινόμενα εἴδη τε καὶ ποιήματα προσαγορεύεται. ὅτι γὰρ καὶ ἡ διὰ τούτων ἐν μουσικῇ χρησιμεύει παίδευσις, Ὅμηρος ἡμῖν ἱκανὸς μάρτυς. ὁ μὲν γὰρ Ἀχιλλεὺς ἐν Ἰλιάδι πόρρω καθίστα‐
40σθαι τοῦ διὰ τὴν Βρισηίδα πάθους βουλόμενος, οὐδ’ ὁτι‐ οῦν ἐρωτικὸν ᾄδων εἰσάγεται ἀλλ’ ἐς τὸ ἀνδρίζεσθαι τὴν ψυχὴν ἐκκαλεῖται τὰς τῶν παλαιοτέρων εὐοπλίας πρὸς κι‐ θάραν ἀναπεμπαζόμενος· τῶν δὲ ἐν Ὀδυσσείᾳ διὰ μου‐ σικῆς παιδευόντων ὁ μὲν ἀνακρούων τοὺς μνηστῆρας τῆς
45τε ἐς τὴν Πηνελόπην ὕβρεως καὶ τῆς ἐς τὴν Ὀδυσσέως κηδεμόνα θεὸν ἀσεβείας ᾄδει τὰ διὰ τὴν τοῦ Λοκροῦ παρανομίαν Ἀχαϊκὰ δυστυχήματα [α 326sq.]
ὁ δ’ Ἀχαιῶν (φησί) νόστον ἄειδε
λυγρόν, ὃν ἐκ Τροίης ἐπετείλατο Παλλὰς Ἀθήνη.

2

.

10

(50)

ὁ δὲ τὴν 〈τῶν〉 Φαιάκων τρυφὴν παιδεύων καὶ εἰς ἃ πε‐ φύκει ἐξάγειν κολούων δεσμοὺς Ἄρεος ᾄδει καὶ Ἀφροδί‐ της, ὡς οὐδὲ τούτους ἀθῴους ἐφ’ οἷς ἐπλημμέλησαν γεγε‐ νημένους. αὐτός γε μὴν ὁ Ὀδυσσεὺς οὐ πρότερον αὑτὸν ἐξέφηνε τοῖς Φαίαξιν, εἰ μὴ διὰ μουσικῆς ὁ Δημόδοκος τήν
55τε ἀρετὴν τἀνδρὸς ἐδίδαξε καὶ διὰ πειθοῦς μελῳδικῆς ἔρωτα τῆς γνώσεως τοῦ σοφοῦ περιεποίησε· φησὶ γοῦν
πρὸς αὐτὸν [θ 492]
ἀλλ’ ἄγε δὴ μετάβηθι καὶ ἵππου κόσμον ἄεισον· καὶ προστίθησιν [θ 494]
74
60 ὅν ποτ’ ἐς ἀκρόπολιν δόλον ἤγαγε δῖος Ὀδυσσεύς. ταυτὶ γὰρ ἔχεται μέν πως καὶ τοῦ προτέρου σκοποῦ (τοὺς γὰρ παρανόμως ἀλλοτρίοις ἐπικεχειρηκότας γάμοις διαγράφει δίκην ὑπέχοντας)· ὁρῶμεν δὲ ὅπως ὁ σοφὸς ἀναγκαίως μὲν ἑαυτῷ, τοῖς δὲ ἀκούουσιν ἀνεπαχθῶς
65ἐπαινεθῆναι πρότερον, ὡς περὶ ἄλλου του λέγων, ὑπὸ τοῦ μουσικοῦ βούλεται. τοιγαροῦν ὥσπερ ἐπιθυμοῦσιν αὐτοῖς ὕστερον μαθεῖν πιθανώτερός τε καὶ ἡδίων γίνεται, φά‐ σκων [ι 19sq.]
εἴμ’ Ὀδυσεὺς Λαερτιάδης, ὃς πᾶσι δόλοισιν
70ἀνθρώποισι μέλω, καί μευ κλέος οὐρανὸν ἥκει.

2

.

11

Μετάγωμεν δὴ τὸν λόγον, ὥσπερ ὁ φαιδρότατος τῶν κωμικῶν φησι [Vespae 1022], Μουσῶν στόματα ἡνιο‐ χοῦντες, —μετάγωμεν εἰς τὰ περὶ λέξεως, ὧν τὰ ἀναγκαῖα καὶ πρῶτα περὶ στοιχείων ῥητέον. καὶ τοίνυν τὰς τούτων
5ἰδιότητας ἐς τὴν ἐναντιότητα τῶν προειρημένων γενῶν εὐστόχως ἀνακτέον. τούτων δὴ τὰ μὲν λειοτέρους ἀπο‐ τελεῖ τοὺς φθόγγους, ὡς τὰ φωνήεντα, τὰ δὲ τραχεῖς, ὡς τὰ ἄφωνα, τὰ δὲ μεταξύ, ὡς τὰ ἡμίφωνα. καὶ τῶν φωνηέν‐ των τὰ μὲν ἀκώλυτον προφερόμενα τὸν ἦχον 〈εὐφωνό‐
10τερα〉, διὸ καὶ σεμνότερα, πέφυκεν, ὡς τὰ μακρά, τὰ δ’ εὐθέως περιγράφοντα ἧττον, ὡς τὰ βραχέα· τὰ δὲ μεταξὺ κατὰ τὴν τῶν χρόνων ποιότητα καὶ τῆς εὐφωνίας μετείλη‐ φεν. τῶν ἡμιφώνων τὰ μὲν ἐξ ἄκρων τῶν χειλῶν συριγμὸν
προϊέντα στενὸν τραχύτερα, ὡς τὰ διπλᾶ καὶ τὸ ἰδιάζον,75
15τὰ δὲ λοιπὰ εὐφωνότερα. καὶ τούτων τὰ μὲν τῆς γλώτ‐ της τό τε πνεῦμα καὶ τὸ στόμα πληττούσης ἰδίως, 〈ὡσ〉 τὸ λ καὶ τὸ ρ, τὰ δ’ ἀποκλειομένων τῶν πνευματικῶν πόρων ἢ καὶ διὰ ῥινὸς προχωροῦντα μόνης ἔλαττον, ὡς τὸ μ καὶ τὸ ν. πάλιν τῶν ἀφώνων τὰ μὲν διὰ τῶν χειλῶν ἠχεῖ‐
20ται μόνων, τοῦ πνεύματος τὴν ἔμφραξιν αὐτῶν κατὰ μέ‐ σον ἐκβιαζομένου, ὡς τὸ β καὶ τὰ τούτου περιεκτικά, τὰ δὲ τῆς μὲν παρειᾶς ὑποσαιρούσης, τοῦ δὲ πνεύματος ῥαγ‐ δαίως καὶ εἰς πλάτος προϊεμένου, ὡς τὸ γ καὶ τὰ ἑκατέ‐ ρωσε ἄκρα, τὰ δὲ τῶν μὲν ὀδόντων ἐπ’ ὀλίγον διαζευ‐
25χθέντων, τῆς δὲ γλώττης οἱονεὶ σφενδονώσης κατὰ μέσον ἀθρόως τὸ πνεῦμα, ὡς τὸ τ καὶ θ καὶ τὸ τούτων μέσον. τούτων δὲ τὰ μὲν ἠρεμαίως προάγοντα τὸν ἀέρα κἀκ τῶν περὶ τοὺς ὀδόντας τόπων κέκληταί τε ψιλὰ καί ἐστιν εὐφω‐ νότερα, τὰ δ’ ἔνδοθεν ἐκ φάρυγγος ὠνόμασται δασέα καί
30ἐστι λίαν τραχέα, τὰ δ’ ἐκ μέσου τοῦ φωνητικοῦ τόπου μέσα τε εἴρηται καὶ τῆς ἀμφοτέρων εἴληχε φύσεως. Ἐκ δὴ τῆς τούτων ποιότητος αἱ τῶν συλλαβῶν συν‐ ίστανται κράσεις, τοῖς πλεονάζουσι τῶν στοιχείων ἢ κατακρατοῦσιν ἐν ταῖς ἐκφωνήσεσι τοὺς χαρακτῆρας
35ὁμοιούμεναι. καὶ αἱ μὲν μακραὶ τὸ μεγαλοπρεπὲς ἐν ταῖς λέξεσιν, αἱ δὲ βραχεῖαι τοὐναντίον ἐμποιοῦσι. κἀκ τῆς τούτων συνθέσεως γίνονται πόδες, ὧν οἱ μὲν τὰς μακρὰς ἤτοι καθηγουμένας ἢ λύειν ἀμηχάνους ἢ περιεχούσας ἢ πλεοναζούσας ἔχοντες ἀστειότεροί τε καὶ σεμνότεροι καὶ
40τὰ ἐκ τούτων κόμματα καὶ κῶλα καὶ περίοδοι καὶ μέτρα, οἱ δὲ ταῖς βραχείαις κατά τινα τῶν εἰρημένων τρόπων περιττεύοντες ἰσχνότεροί τε καὶ ταπεινότεροι. ὁ μὲν οὖν περί τε ἐννοιῶν λέξεώς τε καὶ συνθέσεως λόγος, ὡς ἦν ἐφικτόν, εἴληφε τέλος.

2

.

12

Φέρε δὴ καὶ τῶν τῆς μουσικῆς ἰδιαιτάτων μελῶν τε καὶ ῥυθμῶν πέρι καὶ ὀργάνων εἴπωμεν, καθὰ μουσικοῖς ἐπέβαλλεν, ἀφθόνως τὴν δύναμιν ἐξηγούμενοι. τὴν δὲ ἀρχὴν τῆς ἁρμονίας ποιητέον ἀπὸ τῶν ἐλαχίστων, ἃ δὴ76
5καλοῦνται φθόγγοι. Ὅνπερ οὖν ἐλέγομεν ἐν τοῖς ἔμπροσθεν ῥυθμοῦ πρὸς ἁρμονίαν εἶναι λόγον, οἷον ἄρρενος πρὸς θῆλυ, τουτονὶ καὶ νῦν ἐκκαλυπτέον, ὅτι ἄρα τούτων αἱ μὲν ἀκρότητες κατ’ ἐναντιότητα τοῦ ποιοῦ θεωροῦνται, τὰ δὲ μεταξὺ
10τῆς ἀμφοτέρων ἕξεως μετέχει. καὶ γὰρ ἁρμονία πρὸς ἁρμονίαν, πάλιν εἰδικῶς ῥυθμὸς πρὸς ῥυθμὸν τὴν αὐτὴν εἴληχε διαφοράν. ὡς γὰρ κατ’ οὐσίαν ἐστὶ μεταξὺ ῥυθμοῦ τε καὶ ἁρμονίας τὸ προσαγορευόμενον ῥυθμο‐ ειδὲς μέλος, οὕτως κἀν ταῖς ἑκατέρων ποιότησι τὰ μὲν
15μεταξὺ ποικίλης ἐστὶν εἰληχότα κράσεως κατὰ τὴν τῶν ἄκρων καὶ τῶν μέσων ἀπόστασιν, τὰ δὲ τέλεον ἀφεστῶτα τὴν τῆς ἐναντιότητος πρὸς ἄλληλα κεκλήρωται φύσιν. Ἔστιν οὖν κἀπὶ τῶν φθόγγων αὕτη πρὸς ἀλλήλους ἡ διαφορὰ ἣν ἐν τοῖς κατ’ ἀρχὰς κατὰ τὸ ἦθος ὡριζόμεθα.
20οἱ μὲν γὰρ στερεοί τέ εἰσι καὶ ἄρρενες, οἱ δὲ ἀνειμένοι καὶ θηλύτεροι· καὶ τούτων ἕτεροι μεταξύ, μεμιγμένοι μὲν ἐξ ἀμφοῖν, θατέρου δὲ τῶν γενῶν πλέον ἢ ἔλαττον μετεσχηκότες. κἀκ τούτων λοιπὸν τά τε ποιὰ τῶν δια‐ στημάτων λαμβάνεται καὶ τὰ συστήματα πληροῦται, ὧν
25ἐκ τοῦ μεγίστου τοῦ διὰ πασῶν, ὃ καὶ καλοῦμεν ἁρμονίαν, εὐδιάγνωστος ἡ φύσις. ἐντεῦθεν καὶ ὀργάνων ἐπενοήθη διαφορότης· οὐ γὰρ ταὐτὸν ᾠδῆς εἶδος ἔν τε κιθάρᾳ καὶ αὐλῷ πρέπον· εἰ γὰρ τοῦτο, οὔτ’ ἂν τῆς ποικιλίας ἐδέησεν αὐτῶν οὔτ’ ἂν διαφόρως οἱ ἀκούοντες ἐκηλοῦντο. ἀλλὰ
30περὶ μὲν τούτων μικρὸν ὕστερον.

2

.

13

Τῆς δὲ μελῳδίας ἔν τε ταῖς ᾠδαῖς κἀν τοῖς κώλοις
ἐκ τῆς ὁμοιότητος τῆς πρὸς τοὺς ὀργανικοὺς ἤχους λαμβα‐ νομένης τὰ τῶν στοιχείων ἁρμόττοντα πρὸς τὴν τῶν με‐ λῶν ἐκφώνησιν ἐπελεξάμεθα. ἑπτὰ γοῦν τῶν φωνηέντων77
5ὄντων ἔν τε τοῖς μακροῖς καὶ τοῖς βραχέσι τὰς προειρη‐ μένας διαφορὰς ὁρῶμεν. καθόλου γὰρ τὰ μὲν ἐς μῆκος αἴροντα τὸ στόμα σεμνοτέρους τε τοὺς ἤχους καὶ ἀρρενο‐ πρεπεῖς, τὰ δ’ ἐς πλάτος διαιροῦντα καὶ τὰς ἐκφωνήσεις ἥττους τε καὶ θηλυτέρας ἔχει. πάλιν δὲ εἰδικῶς ἐν μὲν
10τοῖς μακροῖς ἄρρην μὲν ὁ τοῦ ω φθόγγος, στρογγύλος τε ὢν καὶ συνεστραμμένος, θῆλυς δὲ ὁ τοῦ η· διαχεῖται γάρ πως ἐν αὐτῷ τὸ πνεῦμα καὶ διηθεῖται. ἐν μέντοι τοῖς βρα‐ χέσι τὸ μὲν ο τὸν ἄρρενα δηλοῖ, τό τε φωνητικὸν συνίλλον ὄργανον καὶ τὸν φθόγγον πρὶν ἐκφωνηθῆναι συναρπάζον,
15τεθήλυνται δὲ τὸ ε, κεχηνέναι πως ἀναγκάζον κατὰ τὴν ἀπαγγελίαν. τῶν δὲ διχρόνων ἐς μελῳδίαν τὸ α κράτιστον· εὐφυὲς γὰρ διὰ πλάτος τῆς ἠχήσεως ἐς μακρότητα· τὰ δὲ λοιπὰ διὰ λεπτότητα οὐχ οὕτως ἔχει. ἔστι δέ τινα κἀν τούτοις ἰδεῖν μεσότητα· τὸ μὲν γὰρ α κοινωνίαν τε ἔχον
20καὶ ἀντιπάθειαν πρὸς τὸ η, ᾗ μὲν ἐς ἀντίστροφον χρείαν ἐκείνου παραλαμβάνεται πέφυκεν ἄρρεν, ᾗ δὲ τὴν ὁμοίαν ποιεῖται σημασίαν τεθήλυνται. δηλοῦσι δὲ τοῦτο καὶ αἱ τῶν διαλέκτων ἀλλήλαις ἀντιπεπονθυῖαι τῇ τῶν ἐθνῶν ἀναλόγως ἐναντιοτροπίᾳ, ἡ Δωρίς τε καὶ Ἰάς· ἡ μὲν γὰρ
25Δωρὶς τὴν θηλύτητα φεύγουσα τοῦ η τρέπειν αὐτοῦ τὴν χρῆσιν ὡς ἐς ἄρρεν τὸ α νενόμικεν, ἡ δὲ Ἰὰς τὸ στερεὸν ὑποστελλομένη τοῦ α καταφέρεται πρὸς τὸ η. τὸ δὲ ε θῆλυ μέν ἐστι κατὰ τὸ πλεῖστον, ὡς προείρηται, τῷ δὲ τὸν ὅμοιον ἦχον ἐπιφαίνειν, εἰ ἐκταθείη, τῇ αι διφθόγγῳ
30γραφομένῃ διὰ τοῦ α ἐπ’ ἐλάχιστον ἠρρένωται. ἀλλὰ καὶ τῶν ἄρθρων καὶ τῶν καταλήξεων τὰ καθ’ ἁπάσας τὰς πτώσεις εἴ γε ἐξετάζειν ἐθέλοις, σαφῶς εὑρήσεις ὡς τῶν
μὲν ἀρρενικῶν ὀνομάτων ἀρρενικὰ στοιχεῖα καθηγεῖται καὶ ἐπὶ τελευτῆς τίθεται, τῶν δὲ θηλυκῶν τὰ ὅμοια καὶ78
35ὅμοιοι φθόγγοι, τῶν δ’ οὐδετέρων τὰ μεταξύ.

2

.

14

Τέτταρα μὲν οὖν τῶν φωνηέντων τὰ εὐφυῆ πρὸς ἔκτασιν διὰ τῆς μελῳδικῆς φωνῆς [διαστήματα] πρὸς τοὺς φθόγγους ἐχρησίμευσεν· ἐπεὶ δὲ ἔδει καὶ συμφώνου παραθέσεως, ὅπως μὴ διὰ μόνων τῶν φωνηέντων γινόμενος
5ὁ ἦχος κεχήνῃ, τῶν συμφώνων τὸ κάλλιστον παρατίθεται τὸ τ· τά τε γὰρ προτακτικὰ τῶν ἄρθρων ἐδήλωσε, μόνον τε ταῖς τῶν ὀργάνων χορδαῖς ἐμφερῶς ἠχεῖ, τήν τε φωνήν ἐστι λειότατον· οὔτε γὰρ πνεύματι τραχύνεται ποσῷ, ὡς τὰ δασέα, οὔτ’ ἀκίνητον ἐᾷ τὴν γλῶτταν, ὡς τῶν λοιπῶν
10ψιλῶν ἑκάτερον, οὔτε συριγμὸν ἀγεννῆ προΐησι καὶ ἄγροι‐ κον, ὡς τὰ διπλᾶ καὶ τὸ ἰδιάζον, οὔτε λεπτόν ἐστι καὶ ἀσθενές, ὡς τὰ ὑγρά. Τούτων οὕτως ἐχόντων οἱ μὲν διὰ τοῦ η γινόμενοι φθόγγοι ὑγροί τέ εἰσι καὶ ὅλως παθητικοὶ καὶ τεθηλυ‐
15σμένοι, οἱ δὲ διὰ τοῦ ω δραστήριοί τε καὶ ἠρρενωμένοι, τῶν δὲ μέσων οἱ μὲν διὰ τοῦ α πλέον ἔχοντες ἀρρενότητος, οἱ δὲ διὰ τοῦ ε θηλύτητος. τούτοις ὅμοια γίνεται τὰ ἐξ αὐτῶν διαστήματα, καὶ πάλιν τοῖς διαστήμασιν ὁμόλογα τὰ ἐκ τούτων περιεχόμενα συστήματα, ἄκρα μὲν τὰ ὑπὸ
20τῶν ὁμοίων, μέσα δὲ τὰ ὑπὸ τῶν ἀνομοίων ταῖς φωναῖς· καὶ ἤτοι κατὰ τὴν τοῦ συστήματος ἀγωγὴν τῆς ποιότητος μεταλαμβάνει ἢ κατὰ τὴν ὑπερβατὸν μελοποιίαν τοῖς πλεονάζουσι τῶν ἤχων συνεξομοιοῦται. Τοῦ δὴ πρώτου συστήματος, ὅ ἐστι τετράχορδον, ὁ μὲν
25πρῶτος διὰ τοῦ ε προῆκται φθόγγος, οἱ δὲ λοιποὶ κατὰ τὸ ἑξῆς ἀκολούθως τῇ τάξει τῶν φωνηέντων, ὁ μὲν δεύτερος
διὰ τοῦ α, ὁ δὲ τρίτος διὰ τοῦ η, ὁ δὲ τελευταῖος διὰ τοῦ ω, εὐπρεπῶς κατὰ τὸ πολὺ τῶν ἤχων δι’ ἀμεσότητος ἀλλήλους διαδεχομένων. καὶ οἱ μὲν ἑξῆς τοῖς προειρη‐79
30μένοις τρισὶ κατὰ συμφωνίαν λαμβάνονται, μόνος δὲ 〈ὁ〉 τοῦ ε κατὰ τὴν ἀρχὴν τοῦ τε πρώτου διὰ πασῶν καὶ τοῦ δευτέρου † κατὰ τὴν ὁμόφωνον τῷ προσλαμβανομένῳ τὴν μέσην διάξει †. διὰ τί δέ, ὕστερον λέξομεν. πάλιν μὴν τῶν φθόγγων ἤτοι περιεχόντων ἢ πλεοναζόντων ἢ κατ’
35ἀμφότερα τὴν κυρείαν ἐχόντων ἢ τῶν ἑτέρων καθ’ ἕτερον τρόπον ὡς ἐν μίξει κατακρατούντων τὰ ποιὰ γίνεται συστήματα, ἐκ δὲ τούτων αἱ ἁρμονίαι. αἷς κατὰ τὰ προ‐ ειρημένα χρώμενος, ἢ καθ’ ὁμοιότητα ἑκάστῃ ψυχῇ προσφέρων ἁρμονίαν ἢ κατ’ ἐναντιότητα, τό τε φαῦλον
40ὑποικουροῦν ἦθος ἐκκαλύψεις καὶ ἰάσῃ καὶ βέλτιον ἐν‐ θήσεις. καὶ πειθὼ ποιήσεις, εἰ μὲν ἀγεννὲς ἢ σκληρὸν ὑπείη, διὰ μεσότητος ἄγων ἐς τοὐναντίον, εἰ δ’ ἀστεῖον καὶ χρηστόν, δι’ ὁμοιότητος αὔξων ἐς σύμμετρον. καὶ εἰ μὲν εἴη σαφές, ἑνὸς χρεία τοῦ προσφόρου τρόπου καὶ
45μέλους· εἰ δ’ ἄδηλον καὶ δύσγνωστον, τὴν μὲν τυχοῦσαν μελῳδίαν ἐν ἀρχῇ προσακτέον καὶ ψυχαγωγουμένου μὲν ἐπὶ τῆς αὐτῆς διατριπτέον, μένοντος δὲ ἀκινήτου μετα‐ βολὴν ἐμποιητέον· τὸν γὰρ δυσχεραίνοντα τὸ τοιόνδε μέλος οὐδὲν ἀπεικὸς ἀγαπήσειν τὸ ἐναντίον.

2

.

14

(50)

Ἐοίκασι γάρ, ὡς ἔφην, αἱ μὲν ἁρμονίαι τοῖς πλεονά‐ ζουσι διαστήμασιν ἢ τοῖς περιέχουσι φθόγγοις, οὗτοι δὲ τοῖς τῆς ψυχῆς κινήμασί τε καὶ παθήμασιν. ὅτι γὰρ δι’ ὁμοιότητος οἱ φθόγγοι καὶ συνεχοῦς μελῳδίας πλάτ‐ τουσί τε οὐκ ὂν ἦθος ἔν τε παισὶ καὶ τοῖς ἤδη προβε‐
55βηκόσι καὶ ἐνδομυχοῦν ἐξάγουσιν, ἐδήλουν καὶ οἱ περὶ Δάμωνα· ἐν γοῦν ταῖς ὑπ’ αὐτοῦ παραδεδομέναις ἁρμο‐
νίαις τῶν φερομένων φθόγγων ὁτὲ μὲν τοὺς θήλεις, ὁτὲ δὲ τοὺς ἄρρενας ἔστιν εὑρεῖν ἤτοι πλεονάζοντας ἢ ἐπ’ ἔλαττον ἢ οὐδ’ ὅλως παρειλημμένους, δῆλον ὡς κατὰ τὸ ἦθος80
60ψυχῆς ἑκάστης καὶ ἁρμονίας χρησιμευούσης. διὸ καὶ τῶν μερῶν τῆς μελοποιίας ἡ καλουμένη πεττεία τὸ χρησι‐ μώτατον ἐν ἐκλογῇ τῶν ἀναγκαιοτάτων φθόγγων ἑκά‐ στοτε θεωρουμένη. Ἔτι τῶν συστημάτων τὰ μὲν βαρύτερα τῷ τε ἄρρενι κατὰ
65φύσιν καὶ ἤθει κατὰ τὴν παίδευσιν πρόσφορα, τῇ πολλῇ καὶ σφοδρᾷ κάτωθεν ἀναγωγῇ τοῦ πνεύματος τραχυνό‐ μενα καὶ πλείονος ἀέρος πληγῇ διὰ τὴν τῶν πόρων εὐρύ‐ τητα τό τε γοργὸν δηλοῦντα καὶ ἐμβριθές, τὰ δ’ ὀξέα τῷ θήλει, τῇ τοῦ περὶ τὰ χείλη καὶ ἐπιπολῆς ἀέρος πληγῇ διὰ
70λεπτότητα γοερά τε ὄντα καὶ ἐκβοητικά. καὶ τὰ μὲν διὰ τῶν ἑξῆς φθόγγων † οὕτω προχωρούντων † δι’ ὁμαλότητος καὶ ῥᾳστώνης, τὰ δὲ διὰ τῶν ὑπερβατῶν τραχύτερα καὶ ἄλλως παρακεκινημένα καὶ διὰ τῆς ἐξαίφνης εἰς τοὺς ἐναν‐ τίους τόπους μεταβολῆς βίᾳ τὴν διάνοιαν ἀντιτείνοντα. καὶ
75τῶν τρόπων τοίνυν ὁ μὲν δώριος βαρύτατος καὶ ἄρρενι πρέπων ἤθει (τοῦτον γὰρ καὶ τὴν ἀρχὴν αὐτοῦ κατὰ τὸν ᾠδικὸν τύπον πρῶτον ὅρον ἐποιησάμεθα, τοῦ βαρυτάτου διὰ πασῶν μεταξὺ τυγχάνοντα καὶ πέρας τοῦ τε ὑπα‐ τοειδοῦς διὰ τεσσάρων ἐπὶ τὴν ὀξύτητα καὶ τοῦ διὰ πέντε
80μεσοειδοῦς ἐπὶ τὸ βάρος κατὰ τὴν ὑποδώριον ἁρμονίαν), ὁ δὲ τούτου τόνῳ πλεονάζων μέσος κατὰ τὸ ἦθος, ὁ δὲ τῷ μεγίστῳ τῶν ἀσυνθέτων διαστημάτων ὀξύτερος τῷ διτόνῳ θηλύτερος· οἱ δὲ μέσοι λογιζέσθωσαν ὡς ἐπαμφοτερί‐ ζοντες. πάλιν δὲ ἐπὶ τῶν ὀργάνων (αἱ γὰρ τούτων χορδαὶ
85πολυχούστεραι) οἱ μὲν ἀπὸ προσλαμβανομένου δωρίου κατὰ τὸ βάρος κοιλότατοι καὶ ἠρρενωμένοι, οἱ δ’ ἐπὶ τὴν ὀξύτητα μέχρι τῆς διατόνου μέσοι, οἱ δὲ μετὰ τούτους
κατὰ παραύξησιν ὀξύτατοί τε καὶ θηλύτεροι. περὶ μὲν δὴ τῶν μελῶν ταῦτα· ὧν τὰ μὲν ἀνδρώδη καὶ κόσμια πρὸς81
90παίδευσιν, τὰ δὲ ἀλλοιότερα πρός τινας ἀναγκαῖα ψυχ‐ αγωγίας.

2

.

15

Τῶν δὲ ῥυθμῶν ἡσυχαίτεροι μὲν οἱ ἀπὸ θέσεων προ‐ καταστέλλοντες τὴν διάνοιαν, οἱ δ’ ἀπὸ ἄρσεων τῇ φωνῇ τὴν κροῦσιν ἐπιφέροντες τεταραγμένοι· καὶ οἱ μὲν ὁλο‐ κλήρους τοὺς πόδας ἐν ταῖς περιόδοις ἔχοντες εὐφυέστεροι
5* * *· καὶ οἱ μὲν βραχεῖς τοὺς κενοὺς ἔχοντες ἀφελέστεροι καὶ μικροπρεπεῖς, οἱ δ’ ἐπιμήκεις μεγαλοπρεπέστεροι· καὶ οἱ μὲν ἐν ἴσῳ λόγῳ τεταγμένοι δι’ ὁμαλότητα χαριέστε‐ ροι, οἱ δ’ ἐν ἐπιμορίῳ διὰ τοὐναντίον κεκινημένοι, μέσοι δὲ οἱ ἐν τῷ διπλασίονι, ἀνωμαλίας μὲν διὰ τὴν ἀνισότητα
10μετειληφότες, ὁμαλότητος δὲ διὰ τὸ τῶν ἀριθμῶν ἀκέ‐ ραιον καὶ τοῦ λόγου τὸ ἀπηρτισμένον. Τῶν δ’ ἐν ἴσῳ λόγῳ οἱ μὲν διὰ βραχειῶν γινόμενοι μόνων τάχιστοι καὶ θερμότεροι, 〈οἱ δὲ διὰ μακρῶν μόνων βραδύ‐ τεροι〉 καὶ κατεσταλμένοι, οἱ δ’ ἀναμὶξ ἐπίκοινοι. εἰ δὲ διὰ
15μηκίστων χρόνων συμβαίη γίνεσθαι τοὺς πόδας, πλείων ἡ κατάστασις ἐμφαίνοιτ’ ἂν τῆς διανοίας. διὰ τοῦτο τοὺς μὲν βραχεῖς ἐν ταῖς πυρρίχαις χρησίμους ὁρῶμεν, τοὺς δ’ ἀνα‐ μὶξ 〈ἐν〉 ταῖς μέσαις ὀρχήσεσι, τοὺς δὲ μηκίστους ἐν τοῖς ἱεροῖς ὕμνοις, οἷς ἐχρῶντο παρεκτεταμένοις τήν τε περὶ
20ταῦτα διατριβὴν † μίαν † καὶ φιλοχωρίαν ἐνδεικνύμενοι τήν τε αὑτῶν διάνοιαν ἰσότητι καὶ μήκει τῶν χρόνων ἐς κοσμιό‐ τητα καθιστάντες ὡς ταύτην οὖσαν ὑγίειαν ψυχῆς. τοι‐ γάρτοι κἀν ταῖς τῶν σφυγμῶν κινήσεσιν οἱ διὰ τοιούτων χρόνων τὰς συστολὰς ταῖς διαστολαῖς ἀνταποδιδόντες
25ὑγιεινότατοι. τοῖς δ’ ἐν ἡμιολίῳ λόγῳ θεωρουμένοις ἐν‐ θουσιαστικωτέροις εἶναι συμβέβηκεν, ὡς ἔφην. τούτων
δὲ ὁ ἐπιβατὸς κεκίνηται μᾶλλον, συνταράττων μὲν τῇ διπλῇ θέσει τὴν ψυχήν, ἐς ὕψος δὲ τῷ μεγέθει τῆς ἄρσεως τὴν διάνοιαν ἐξεγείρων. τῶν δ’ ἐν διπλασίονι γινομένων82
30σχέσει οἱ μὲν ἁπλοῖ τροχαῖοι καὶ ἴαμβοι τάχος τε ἐπιφαί‐ νουσι καί εἰσι θερμοὶ καὶ ὀρχηστικοί, οἱ δὲ ὄρθιοι καὶ ση‐ μαντοὶ διὰ τὸ πλεονάζειν τοῖς μακροτάτοις ἤχοις προ‐ άγουσιν ἐς ἀξίωμα. καὶ οἱ μὲν ἁπλοῖ τῶν ῥυθμῶν τοιοίδε. Οἵ γε μὴν σύνθετοι παθητικώτεροί τέ εἰσι, τῷ κατὰ τὸ
35πλεῖστον τοὺς ἐξ ὧν σύγκεινται ῥυθμοὺς ἐν ἀνισότητι θεω‐ ρεῖσθαι, καὶ πολὺ τὸ ταραχῶδες ἐπιφαίνοντες, τῷ μηδὲ τὸν ἀριθμὸν ἐξ οὗ συνεστᾶσι τὰς αὐτὰς ἑκάστοτε δια‐ τηρεῖν τάξεις ἀλλ’ ὁτὲ μὲν ἀπὸ μακρᾶς ἄρχεσθαι, λήγειν δ’ εἰς βραχεῖαν, ἢ ἐναντίως, καὶ ὁτὲ μὲν ἀπὸ θέσεως,
40ὁτὲ δὲ ὡς ἑτέρως τὴν ἐπιβολὴν τῆς περιόδου ποιεῖσθαι. πεπόνθασι δὲ μᾶλλον οἱ διὰ πλειόνων ἢ δυεῖν συνεστῶτες ῥυθμῶν· πλείων γὰρ ἐν αὐτοῖς ἡ ἀνωμαλία· διὸ καὶ τὰς τοῦ σώματος κινήσεις ποικίλας ἐπιφέροντες οὐκ ἐς ὀλίγην ταραχὴν τὴν διάνοιαν ἐξάγουσιν. πάλιν οἱ μὲν ἐφ’ ἑνὸς
45γένους μένοντες ἧττον κινοῦσιν, οἱ δὲ μεταβάλλοντες εἰς ἕτερα βιαίως ἀνθέλκουσι τὴν ψυχήν, ἑκάστῃ δια‐ φορᾷ παρέπεσθαί τε καὶ ὁμοιοῦσθαι τῇ ποικιλίᾳ κατ‐ αναγκάζοντες. διὸ κἀν ταῖς κινήσεσι τῶν ἀρτηριῶν αἱ τὸ μὲν εἶδος ταὐτὸ τηροῦσαι, περὶ δὲ τοὺς χρόνους μικρὰν

2

.

15

(50)

ποιούμεναι διαφορὰν ταραχώδεις μέν, οὐ μὴν κινδυνώδεις, αἱ δὲ ἤτοι λίαν παραλλάττουσαι τοῖς χρόνοις ἢ καὶ τὰ γένη μεταβάλλουσαι φοβεραί τέ εἰσι καὶ ὀλέθριοι. ἔν γε μὴν ταῖς πορείαις τοὺς μὲν εὐμήκη τε καὶ ἴσα κατὰ τὸν σπον‐ δεῖον βαίνοντας κοσμίους τε τὸ ἦθος καὶ ἀνδρείους ἄν τις
55εὕροι, τοὺς δ’ εὐμήκη μέν, ἄνισα δὲ κατὰ τοὺς τροχαίους ἢ παίωνας θερμοτέρους τοῦ δέοντος, τοὺς δὲ ἴσα 〈μέν〉, μικρὰ δὲ λίαν κατὰ τὸν πυρρίχιον ταπεινοὺς καὶ ἀγεννεῖς, τοὺς δὲ βραχὺ καὶ ἄνισον καὶ ἐγγὺς ἀλογίας ῥυθμῶν παν‐
τάπασιν ἐκλελυμένους· τούς γε μὴν τούτοις ἅπασιν ἀτάκ‐83
60τως χρωμένους οὐδὲ τὴν διάνοιαν καθεστῶτας, παραφό‐ ρους δὲ κατανοήσεις. Ἔτι τῶν ῥυθμῶν οἱ μὲν ταχυτέρας ποιούμενοι τὰς ἀγω‐ γὰς θερμοί τέ εἰσι καὶ δραστήριοι, οἱ δὲ βραδείας καὶ ἀναβεβλημένας ἀνειμένοι τε καὶ ἡσυχαστικοί· ἔτι δὲ οἱ
65μὲν στρογγύλοι καὶ ἐπίτροχοι σφοδροί τε καὶ συνεστραμ‐ μένοι καὶ εἰς τὰς πράξεις παρακλητικοί, οἱ δὲ περίπλεῳ τῶν φθόγγων τὴν σύνθεσιν ἔχοντες ὕπτιοί τέ εἰσι καὶ πλαδαρώτεροι, οἱ δὲ μέσοι κεκραμένοι τε ἐξ ἀμφοῖν καὶ σύμμετροι τὴν κατάστασιν.

2

.

16

Περί γε μὴν ὑποκρίσεως ἐκεῖνο ῥητέον, ὅτι τῶν σω‐ ματικῶν κινήσεων ἐν αἷς ἔχει τὴν ὑπόστασιν τὰς μὲν τὸ σεμνὸν καὶ ἀρρενωπὸν νοημάτων καὶ λέξεων μελῶν τε καὶ ῥυθμῶν ἀπομιμουμένας καὶ εἰς τὸ ἀνδρίζεσθαι συναι‐
5ρομένας, ταύτας μὲν καὶ ὁρατέον τοῖς πᾶσι καὶ μιμητέον· τῶν δὲ τῆς ἐναντίας φύσεως θεαταὶ μὲν καὶ μιμηταὶ γε‐ νέσθων οἱ ἀγελαῖοι, καὶ τούτων οὔτε πασῶν οὔτε ἅπαντες· οἵ γε μὴν τήν τε φύσιν γενναῖοι καὶ τὰ ἤθη σπουδαῖοι παντελῶς τῆς τε μιμήσεως καὶ τῆς θέας ἀναχωρούντων.
10 Ἔφην τι διαλέξεσθαι καὶ περὶ τῶν ὀργάνων, ὧν τὴν χρείαν κἀκ τῆς προσηγορίας ῥᾴδιον γνῶναι. λεγόντων γὰρ ἡμῶν ὄργανον ἤτοι δι’ οὗ μόνου δυνατόν τι δρᾶν (ὡς δι’ ὀμμάτων ὁρᾶν) ἢ δι’ οὗ κάλλιστα ποιεῖν (ὡς κλῆμα δρε‐ πάνῳ τεμεῖν), κατὰ γοῦν τὴν δευτέραν σημασίαν ἀναγκαῖα
15τὰ κατὰ μουσικὴν ὄργανα· εἰ γὰρ καὶ φωνῇ δυνατὸν ᾠδὴν προενέγκασθαι καὶ μέλος, ἀλλ’ ὅμως ἔνι καὶ τούτων χρεία. ὥσπερ γὰρ οὐδ’ ἡ αὐτὴ φωνή τε καὶ ἁρμονία τὸν ἅπαντα ἀκροατὴν τέρπειν πέφυκεν, ἀλλ’ ἡ μὲν ἑτέρους, ἡ δ’ ἄλ‐ λους οἵα τε εὐφραίνειν, οὑτωσὶ δὲ κἀπὶ τῶν ὀργάνων ἔχει·
20οἷς γὰρ ἕκαστος φθόγγοις ὡμοίωται κατὰ τὸ ἦθος, τούτοις καὶ τὰ πρόσφορα τῶν ὀργάνων ἀγαπᾷ τε καὶ τε‐ θαύμακεν. Ἐν μὲν οὖν τοῖς ἐμπνευστοῖς ἄρρεν μὲν ἄν τις ἀποφή‐ ναιτο τὴν σάλπιγγα διὰ τὸ σφοδρόν, θῆλυ δὲ τὸν αὐλὸν84
25τὸν φρύγιον γοερόν τε ὄντα καὶ θρηνώδη, τῶν δὲ μέ‐ σων αὖ τὸν μὲν πυθικὸν πλέον ἀρρενότητος μετέχοντα διὰ τὸ βάρος, τὸν δὲ χορικὸν θηλύτητος διὰ τὸ ἐς ὀξύτητα εὐχερές. πάλιν ἐν τοῖς κατατεινομένοις τὴν μὲν λύραν ἔστιν εὑρεῖν πρὸς τὸ ἄρρεν ἀναλογοῦσαν διὰ τὴν πολλὴν
30βαρύτητα καὶ τραχύτητα, τὴν δὲ σαμβύκην πρὸς θηλύ‐ τητα, ἀγεννῆ τε οὖσαν καὶ μετὰ πολλῆς ὀξύτητος διὰ τὴν μικρότητα τῶν χορδῶν εἰς ἔκλυσιν περιάγουσαν, τῶν δὲ μέσων τὸ μὲν πολύφθογγον πλέον μετέχον θηλύτητος, τὸ δὲ τῆς κιθάρας οὐ πολὺ τῆς κατὰ τὴν λύραν ἀπᾷδον ἀρρε‐
35νότητος. εἰ δὲ χἄτερ’ ἄττα μεταξὺ τούτων ἔστιν εὑρεῖν, οὐκέτι δυσδιάγνωστος αὐτῶν ἡ φύσις, ἐχόντων ἡμῶν καθόλου χαρακτῆρας οἷς τὰ καθ’ ἕκαστον ὑποτάξομεν. οὕτω καὶ ἁρμονιῶν ἑκάστη κατὰ τὴν οἰκείαν φύσιν καὶ ῥυθμὸς ἕκαστος ὀργάνῳ τινὶ πρόσφορος, καὶ οὐκ ἂν ὁμοίως
40δι’ ἀνοικείου κινήσει〈εν〉. Ἐν τελείᾳ δὴ μουσικῆς ἐνεργείᾳ καὶ ἔννοια λαμβάνεται πρόσφορος καὶ λέξις πρέπουσα καὶ σύστημα παραπλήσιον καὶ ἁρμονία φθόγγων καὶ ῥυθμοῦ ποιότητες καὶ ὀργάνου χρῆσις ὁμολογουμένη. τέλεια μὲν οὖν προσακτέον τὰ τῆς
45μουσουργίας, ὅτε ἡ ἀκρότης οὐδαμῶς βλαβερά· ἐνίοτε δὲ μικτέον καὶ τῆς ἑτερότητος φυλαττομένους μή πη διὰ τὴν ἀκρότητα λάθοιμεν εἰς τοὐναντίον ἀγαγόντες τὸ ὑποκεί‐ μενον ἦθος· καὶ γὰρ οἱ σοφοὶ τῶν Ἀσκληπιαδῶν οὐ πάντη τὰ ἔντονα τῶν φαρμάκων προσφέρουσιν ἀσθένειαν τῆς

2

.

16

(50)

ὑποκειμένης φύσεως ὑποστελλόμενοι. τὴν δὲ μίξιν ποιη‐
τέον οὐ διὰ ψιλῶν τῶν ἐναντίων (ἀπρεπὲς γὰρ καὶ ἀντί‐ τυπον), ἀλλὰ τῶν μέσων πρὸς τὰ ἄκρα συναρμοττομένων, οἷον * * * ἄρρενι συστήματι μὴ τὸν θῆλυν ἀλλὰ καὶ τὸν μέσον ῥυθμὸν ἢ ῥυθμῷ θηλυτέρῳ τὸ μέσον σύστημα καὶ85
55ὄργανον, μὴ μόνον τοὐναντίον, καὶ ἐπὶ τῶν λοιπῶν ὡσαύ‐ τως, ἐξ ἀρρενότητος καὶ μεσότητος ἢ θηλύτητος καὶ μεσότητος, ἑνὸς πρὸς τὰ λοιπὰ ἢ δυεῖν ἢ καὶ πλειόνων πρὸς πλείω τὴν μίξιν ἀπεργαζόμενοι.

2

.

17

Ἆρ’ οὖν οὐ μᾶλλον τούτων ἐπακούουσιν ἐγγίνεται πόθος τήν τε αἰτίαν ἐπιζητῆσαι καὶ μαθεῖν τί τὸ τὴν ψυχὴν οὕτω προχείρως ἁλίσκεσθαι τῇ διὰ τῶν ὀργάνων μελῳδίᾳ καταναγκάζον; λέξω δὴ λόγον παλαιὸν μέν, σοφῶν δὲ
5ἀνδρῶν καὶ οὐκ ἄπιστον· εἰ γὰρ καὶ κατ’ ἄλλα ἀπίθανος εἴη, κατὰ γοῦν τὸ φαινόμενον ἀναμφιλέκτως ἀληθεύει. ὅτι μὲν γὰρ ψυχὴ κινεῖται φυσικῶς ὑπὸ τῆς δι’ ὀργάνων μουσικῆς, ἅπαντες μὲν ἴσασι· τούτου δ’ οὕτως ὑποκειμέ‐ νου εἰ μὲν ἄλλην αἰτίαν οἷόν τε εὑρεῖν καὶ εἰ βελτίω, τηνι‐
10καῦτα τὴν λεχθησομένην ἀποδοκιμαστέον· εἰ δ’ ἀδύνατον, πῶς οὐκ ἐκ τῶν ἐναργῶν καὶ τοῖς ἀκολούθοις ἐξ ἀνάγκης καταπιστεύσομεν; Ὁ μὲν οὖν λόγος ὡς ἁρμονία τις ἡ ψυχὴ καὶ ἁρμονία δι’ ἀριθμῶν· καὶ μέντοι καὶ ἡ κατὰ μουσικὴν ἁρμονία διὰ
15τῶν αὐτῶν ἀναλογιῶν συνεστῶσα· κινουμένων δὴ τῶν ὁμοίων καὶ τὰ ὁμοιοπαθῆ συγκινεῖται. τοῦτον μὲν οὖν ὕστερον τελέως ἐπισκεψόμεθα. ἕτερος δὲ λόγος τοιόνδε τί φησι· τῇ γὰρ δὴ προτέρᾳ τῆς ψυχῆς συστάσει, δι’ ἧς συναφὴν πρὸς τουτὶ πεποίηται τὸ σῶμα, τὴν τῶν ὀργά‐
20νων ἀναλογεῖν ὕλην τε καὶ φύσιν· ταύτην γάρ, ἕως μὲν ἐν τῷ καθαρωτέρῳ τοῦ παντὸς ἵδρυται ἀμιγὴς οὖσα σώ‐ μασιν, ἀκίβδηλόν τε εἶναι καὶ ἄχραντον καὶ τῷ τοῦδε τοῦ παντὸς ἡγεμόνι συμπεριπολοῦσαν· ἐπὰν δὲ ἐκ τῆς ἐπὶ
τάδε νεύσεως φαντασίας τινὰς ἐκ τῶν περὶ τὸν γήϊνον86
25ἀναλαμβάνῃ τόπον, τηνικαῦτα τῶν μὲν ἐκεῖθι καλῶν κατὰ μικρὸν αὐτὴν λήθην τε ἴσχειν καὶ ὑφιζάνειν· ὅσῳ δὲ τῶν ἄνω χωρίζεται, τοσούτῳ τοῖς ἐνθαδὶ προσάγουσαν πλείονος ἐμπίπλασθαι τῆς ἀνοίας καὶ ἐς τὸ σωματικὸν τρέπεσθαι σκότος, διὰ μὲν ἐλάττωσιν τῆς προτέρας ἀξίας
30οὐκέτι τῷ παντὶ νοητῶς συμπαρεκτείνεσθαι δυναμένην, ὑπὸ δὲ λήθης τῶν ἐκεῖθι καλῶν καὶ ἐκπλήξεως τῆς ἐπὶ γηΐνοις ἐς τὰ στερεώτερα καὶ ὕλῃ σύντροφα καταφερο‐ μένην. διὸ δὴ σώματος ἐφιεμένη, φασίν, ἀφ’ ἑκάστου τῶν ἀνωτέρω τόπων μοίρας τινὰς τῆς σωματικῆς συγ‐
35κρίσεως λαμβάνει τε καὶ ἐφέλκεται. διὰ μὲν οὖν τῶν αἰ‐ θερίων ἰοῦσα κύκλων πᾶν ὅσον αὐγοειδές τέ ἐστι καὶ ἐς τὸ ἀλεαίνειν τὸ σῶμα καὶ φυσικῶς συνέχειν ἐπιτήδειον μεταλαμβάνει, δεσμούς τινας ἐκ τούτων αὑτῇ τῶν κύκλων καὶ τῶν ἐν αὐτοῖς γραμμῶν † ταῖς ἀλλήλων φοραῖς †
40ἀτάκτῳ φορᾷ δικτύου τρόπον διαπλέκουσα· διὰ δὲ τῶν περὶ σελήνην φερομένη τόπων, ἀεροειδῶν τε καὶ πνεύματι λοιπὸν ἀντιτύπῳ κεκοινωνηκότων, πολὺν τὸν ῥοῖζον καὶ σφοδρὸν διὰ τὴν φυσικὴν ποιουμένη κίνησιν τοῦ τε ὑπο‐ κειμένου πνεύματος ὑποπίμπλαται, καὶ παρατεινομένη τὰς
45τῶν κύκλων ἐπιφανείας τε καὶ γραμμάς, τὰ μὲν ὑπὸ τῶν τοῦ πνεύματος ὄγκων καθελκομένη, τὰ δὲ φυσικῶς τῶν ἐπέκεινα ἀντεχομένη, τὸ σφαιροειδὲς ἀπόλλυσι σχῆμα, ἐς δὲ τὸ ἀνδρεῖον μεταβάλλεται. τὰς μὲν οὖν ἐπιφανείας, κατὰ τὴν αὐγοειδῆ γενομένας καὶ αἰθέριον ὕλην, ἐς τὴν ὑμενο‐

2

.

17

(50)

ειδῆ μορφὴν ἐναλλάττει, τὰς δὲ γραμμάς, περὶ τὸν ἐμ‐ πύριον καταντησάσας καὶ τῇ τοῦ πυρὸς ἐπιχρωσθείσας
ξανθότητι, ἐς τὴν τῶν νεύρων ἰδέαν τρέπει, πνεῦμα δὲ ὑγρὸν ἐκ τῶν τῇδε προσλαμβάνει λοιπόν, ὡς εἶναι τοῦτο πρῶτον αὐτῇ σῶμά τι φυσικόν, ἔκ τινων ἐπιφανειῶν87
55ὑμενοειδῶν τε καὶ γραμμῶν νευροειδῶν καὶ πνεύματος συγκεκροτημένον· τοῦτο καὶ ῥίζαν εἶναι σώματος, τοῦτο καὶ ἁρμονίαν ὠνόμασαν· τούτῳ καὶ τρέφεσθαι τουτὶ τὸ ὀστρεῶδες ὄργανον καὶ συνέχεσθαί φασιν. δηλοῖ δὲ καὶ ὁ ποιητὴς τοιάνδε αὐτῆς τὴν σύστασιν· φησὶ γοῦν [λ 219]
60
οὐ γὰρ ἔτι σάρκας τε καὶ ὀστέα ἶνες ἔχουσιν. ἀλλαχόθι δὲ τὴν μὲν ψυχὴν Ἀφροδίτην, τὴν δὲ σωματικὴν φύσιν διὰ τὸ τὴν ὑπόστασιν ἔχειν ἐν αἵματι καλῶν Ἄρεα, τοιούτοις τισὶ δεσμοῖς αὐτὴν ὑπὸ τοῦ δημιουργοῦ συν‐ εῖρχθαί φησιν, ὃν Ἥφαιστον ὀνομάζει· λέγει γὰρ ὧδε·
65[θ 278—80]
ἀμφὶ δ’ ἄρ’ ἑρμῖσιν χέε δέσματα κύκλῳ ἁπάντῃ·
πολλὰ δὲ καὶ καθύπερθε μελαθρόφιν ἐξεκέχυντο,
ἠΰτ’ ἀράχνια λεπτά. τοὺς μὲν οὖν ἑρμῖνας, Ἑρμοῦ λογίου τυγχάνοντας ἐπωνύ‐
70μους, τοὺς λόγους εἶναι καὶ τὰς ἀναλογίας δι’ ὧν ἐνδε‐ δέσθαι τῷ σώματι συμβέβηκεν αὐτὴν οὐκ ἂν ἀπὸ τρόπου λέγοιμεν, τὰ δ’ ἀράχνια τὰς ἐπιφανείας καὶ τὰς μορφὰς αἷς τὸ ἀνθρώπειον ὁρίζεται σχῆμα, τὸ δὲ μέλαθρον αὐτὸ δήπου τὸ τῇ ψυχῇ δημιουργηθὲν οἰκητήριον. ὅτι γὰρ
75αὐτῷ περὶ ψυχῆς ὁ λόγος, δηλοῖ καὶ τὰ ἑξῆς· τὸν γὰρ χωρι‐ σμὸν αὐτῶν ἐς τὰ οἰκεῖα ἀπαγγέλλων τὸν μὲν ἐς τὸν σύμ‐ φυλον τῆς ἀλογίας ἀποστέλλει τόπον, ἐς βαρβάρους καὶ Παίονας, περαιτέρω μηδ’ ὁτιοῦν ἐπισημηνάμενος, τὴν δὲ ἔς τε τὸν τῆς γενέσεως ἀρχηγὸν καὶ μακαρίου δια‐
80γωγῆς, ἐς Κύπρον, [θ 363 sq.]
ἔνθα τέ οἱ τέμενος βωμός τε θυήεις, καὶ ὡς ἐκ φαυλοτέρων ἀναχωροῦσαν καθαίρει τε καὶ ἀφαγνίζει· φησὶ γοῦν
ἔνθα δέ μιν Χάριτες λοῦσαν καὶ χρῖσαν ἐλαίῳ.
88
85 Λέγει δέ πού τοι καὶ ὁ σοφὸς Ἡράκλειτος τοιάδε οὐκ ἀπᾴδων· τὴν γὰρ εὐπαθοῦσαν ἐν αἰθέρι δηλῶν φησι [FVS B 118]· ψυχὴ αὔη ξηρὴ σοφωτάτη· τὴν δὲ ὑπὸ τῆς ἀερίου ζάλης τε καὶ ἀναθυμιάσεως θολουμένην ἐμφαίνει, λέγων [FVS B 77, cf. 36] ψυχῇσι θάνατον ὑγρῇσι γενέσθαι.
90 Τεκμηριοῦσι δὲ τοῦτο καὶ ἰατρῶν παῖδες· τὰ γάρ τε πρῶτα καὶ ἀναλογοῦντα τοῖς φυσικοῖς ὄγκοις καὶ συνεκ‐ τικώτατα τοῦ σώματος μέρη, ὧν καὶ σμικρὸν πεπονθό‐ των κινδυνεύειν φασὶ τὸ ζῷον, μήνιγγας εἶναι λέγουσι καὶ ἀρτηρίας, οὐδὲν ἀλλ’ ἢ νευρώδεις τινὰς καὶ ἀραχνοειδεῖς
95ὑμένας σωληνώδεις κἀν τῷ μέσῳ πνεύματος ὄντας περι‐ εκτικούς, δι’ ὧν ἡ ψυχὴ κινεῖται καὶ οὐχὶ τὸ σῶμα αὐ‐ ξομένων μὲν συνεκτεινομένη, φθινόντων δὲ συνιζάνουσα. δηλοῦσι δὲ τοῦτο κἀκ τῶν σφυγμῶν, ὧν τὴν μὲν εὔτακτον κίνησιν ὑγίειαν τοῦ ζῴου διαγορεύουσι, τήν γε μὴν ἄτα‐

2

.

17

(100)

κτον καὶ ταραχώδη φθορᾶς ἀπειλὴν καταμαντεύονται, τὴν δέ γε ἀτρεκεστάτην ἀκινησίαν παντελῆ τῆς ψυχῆς ἀνα‐ χώρησιν ἰσχυρίζονται.

2

.

18

Τί δὴ θαυμαστὸν εἰ τοῖς κινοῦσι τὰ ὄργανα, νευ‐ ραῖς τε καὶ πνεύματι, σῶμα ὅμοιον ἡ ψυχὴ φύσει λαβοῦσα συγκινεῖται κινουμένοις καὶ πνεύματός τε ἐμμελῶς καὶ ἐρρύθμως ἠχοῦντος τῷ παρ’ αὑτῇ πνεύματι συμπάσχει
5καὶ πληττομένης νευρᾶς ἐναρμονίως νευραῖς ταῖς ἰδίαις συνηχεῖ τε καὶ συντείνεται, ὅπου γε κἀν τῇ κιθάρᾳ τὸ τοιόν‐ δε συμβαῖνον θεωρεῖται; εἰ γάρ τις δύο χορδῶν ὁμοφώ‐ νων ἐς μὲν τὴν ἑτέραν σμικρὰν ἐνθείη καὶ κούφην καλάμην, θατέραν δὲ πόρρω τεταμένην πλήξειεν, ὄψεται τὴν καλαμη‐89
10φόρον ἐναργέστατα συγκινουμένην· δεινὴ γὰρ ὡς ἔοικεν ἡ θεία τέχνη καὶ διὰ τῶν ἀψύχων δρᾶσαί τι καὶ ἐνεργῆσαι. πόσῳ δὴ πλέον ἐπὶ τῶν ψυχῇ κινουμένων τὴν τῆς ὁμοιό‐ τητος αἰτίαν ἐνεργεῖν ἀνάγκη; Τῶν ὀργάνων τοίνυν τὰ μὲν διὰ νευρῶν ἡρμοσμένα τῷ τε
15αἰθερίῳ καὶ ξηρῷ καὶ ἁπλῷ παρόμοια κόσμου τε τόπῳ καὶ φύσεως ψυχικῆς μέρει, ἀπαθέστερά τε ὄντα καὶ ἀμετά‐ βολα καὶ ὑγρότητι πολέμια, ἀέρι νοτίῳ τῆς εὐπρεποῦς στάσεως μεθιστάμενα, τὰ δ’ ἐμπνευστὰ τῷ πνευματικῷ καὶ ὑγροτέρῳ καὶ εὐμεταβόλῳ, λίαν τε θηλύνοντα τὴν
20ἀκοὴν καὶ ἐς τὸ μεταβάλλειν ἐξ εὐθέος ἐπιτήδεια τυγχά‐ νοντα καὶ ὑγρότητι τήν τε σύστασιν καὶ τὴν δύναμιν λαμ‐ βάνοντα. βελτίω μὲν οὖν τὰ τοῖς βελτίοσιν ὅμοια, ἐλάττω δὲ θάτερα. ταῦτα γὰρ δὴ καὶ τὸν μῦθον ἐνδείκνυσθαί φασι, τῶν Μαρσύου τὰ Ἀπόλλωνος ὄργανά τε καὶ μέλη προτι‐
25μήσαντα. τὸν μὲν γὰρ Φρύγα τὸν κρεμασθέντα ὑπὲρ ποτα‐ μὸν ἐν Κελαιναῖς ἀσκοῦ δίκην τὸν ἀέριον καὶ πλήρη πνευ‐ μάτων καὶ ζοφώδη τυγχάνειν τόπον, ὑπεράνω μὲν ὕδατος ὄντα, τοῦ δὲ αἰθέρος ἐξηρτημένον, τὸν δὲ Ἀπόλλωνα καὶ τὰ ὄργανα τούτου τὴν καθαρωτέραν οὐσίαν καὶ αἰθέριον
30καὶ τὸν ταύτης εἶναι προστάτην. Ἔν γε μὴν τῷ περὶ τῆς χρήσεως τῶν ὀργάνων λόγῳ τάδε ἡμῖν ὑποφαίνουσιν οἱ παλαιοί. τὴν μὲν γὰρ βλα‐ βερὰν καὶ φευκτὴν μελῳδίαν ὡς ἐς κακίαν καὶ διαφθορὰν ὑπαγομένην θηριώδεσι τὴν μορφὴν καὶ θνηταῖς γυναιξὶ ταῖς
35Σειρῆσι περιέθηκαν, ἃς νικῶσι μὲν αἱ Μοῦσαι, φεύγει δὲ προτροπάδην ὁ σοφὸς Ὀδυσσεύς· διττῆς δὲ οὔσης τῆς χρησίμου μουσουργίας καὶ τῆς μὲν πρὸς ὠφέλειαν τῶν
σπουδαίων, τῆς δὲ πρὸς ἄνεσιν ἀβλαβῆ τῶν ἀγελαίων καὶ εἴ τινες τούτων ταπεινότεροι χρησιμευούσης, τὴν μὲν ἐν90
40κιθάρᾳ παιδευτικὴν ἀνδρώδη τυγχάνουσαν ἀνέθεσαν Ἀπόλ‐ λωνι, τὴν δὲ τὸ τερπνὸν ἀναγκαίως μεταδιώκουσαν διὰ τὸ τῶν πολλῶν στοχάζεσθαι θηλείᾳ θεῶν, μιᾷ τῶν Μου‐ σῶν, Πολυμνίᾳ περιτεθείκασι· τῆς δὲ κατὰ τὴν λύραν τὴν μὲν πρὸς παιδείαν χρήσιμον ὡς ἀνδράσι πρόσφορον ἀφώ‐
45ρισαν Ἑρμῇ, τὴν δὲ πρὸς διάχυσιν ἐπιτήδειον ὡς τὸ τῆς ψυχῆς θῆλυ πολλάκις καὶ ἐπιθυμητικὸν ἐκμειλιττομένην Ἐρατοῖ περιῆψαν. πάλιν δὲ ἐπὶ τῶν αὐλῶν τὴν μὲν τὸ τῆς ἡδονῆς ἐφιέμενον πλῆθος ἀνδρῶν καὶ μέρος ψυχῆς κολα‐ κεύουσαν μελῳδίαν τῇ μετὰ τοῦ καλοῦ τὸ ἡδὺ παραι‐

2

.

18

(50)

νούσῃ ζηλοῦν κατὰ τὴν προσηγορίαν Εὐτέρπῃ προσένειμαν, τὴν δ’ ὠφελεῖν δυναμένην σπανίως διὰ πολλὴν ἐπιστήμην καὶ σωφροσύνην, οὐ μὴν τέλεον τῆς φυσικῆς ἀποφοιτῶσαν θηλύτητος οὐκέτι ἄρρενι θεῶν, τῇ δὲ θηλείᾳ μὲν κατὰ γέ‐ νος, σώφρονι δὲ καὶ πολεμικῇ κατὰ τὸ ἦθος Ἀθηνᾷ νέμου‐
55σιν. τοιγαροῦν βραχεῖαν εἶναι τὴν δι’ αὐτῆς ὠφέλειαν ἐπιδεικνύμενοι καὶ τοῖς σοφοῖς φεύγειν κατὰ τὸ πολὺ τὴν δι’ αὐλητικῆς ῥᾳστώνην παραινοῦντες, ἀπορρῖψαι τὴν θεόν φασι τοὺς αὐλοὺς ὡς οὐ πρόσφορον ἡδονὴν ἐπιφέροντας τοῖς σοφίας ἐφιεμένοις, τοῖς δὲ διὰ τὰς συνεχεῖς δημι‐
60ουργίας τε καὶ ἐργασίας καματηροῖς τε καὶ ἐπιπόνοις τῶν ἀνθρώπων χρησιμεύουσαν· οἷον δὴ καὶ τὸν Μαρσύαν παρεισήγαγον, ὃν παρ’ ἀξίαν σεμνύνοντα τὴν αὑτοῦ μου‐ σικὴν δίκη μετῆλθεν· οὗ τὰ ὄργανα τοσοῦτον ἐλέλειπτο τῶν Ἀπόλλωνος ὅσον οἵ τε χειρώνακτες καὶ ἀμαθεῖς ἄνθρωποι
65τῶν σοφῶν καὶ αὐτὸς ὁ Μαρσύας τοῦ Ἀπόλλωνος. ταῦτα καὶ Πυθαγόραν συμβουλεῦσαι τοῖς ὁμιληταῖς αὐλοῦ μὲν αἰσθομένοις ἀκοὴν ὡς πνεύματι μιανθεῖσαν ἀποκλύζεσθαι, πρὸς δὲ τὸ λύριον ἐναισίοις μέλεσι τὰς τῆς ψυχῆς ἀλόγους
ὁρμὰς ἀποκαθαίρεσθαι· τὸν μὲν γὰρ τὸ τῆς χείρονος91
70μοίρας προεστὼς θεραπεύειν, τὸ δὲ τῷ τῆς λογικῆς ἐπιμελουμένῳ φύσεως φίλιόν τε εἶναι καὶ κεχαρισμέ‐ νον. μαρτυροῦσι δέ μοι καὶ οἱ παρ’ ἑκάστοις τῶν ἀνθρώ‐ πων λόγιοι μὴ τὰς ἡμετέρας ψυχὰς μόνον ἀλλὰ καὶ τὴν τοῦ παντὸς τοιαύτῃ κεχρῆσθαι συστάσει· οἱ μὲν γὰρ
75τὸν ὑπὸ σελήνῃ θεραπεύοντες τόπον, πνευμάτων πλήρη καὶ ὑγρᾶς ὄντα συστάσεως, ἐκ δὲ τῆς αἰθερίου ζωῆς τὴν ἐνέργειαν ποριζόμενον, ἀμφοτέροις τοῖς ὀργάνοις ἐμ‐ πνευστοῖς τε καὶ νευροδέτοις ἀπομειλίττονται, οἱ δὲ τὸν καθαρὸν καὶ αἰθέριον πᾶν μὲν τὸ ἐμπνευστὸν ὡς ψυχὴν
80μιαῖνον καὶ ἐπὶ τάδε καθέλκον ἀπέστερξαν, κιθάρᾳ δὲ καὶ λύρᾳ μόνοις ὀργάνων ὡς εὐαγεστέροις ὕμνησάν τε καὶ ἐτίμησαν· οὗ δὴ τόπου καὶ οἱ σοφοὶ μιμηταί τέ εἰσι καὶ ζηλωταί, τῆς μὲν τῶν ἐνθαδὶ ταραχῆς τε καὶ ποικιλίας, κἂν τῷ σώματι παρῶσι, τῇ γε προαιρέσει χωριζόμενοι,
85τῆς δὲ τῶν ἐκεῖθι καλῶν διηνεκοῦς τε ἁπλότητος καὶ πρὸς ἄλληλα συμφωνίας διὰ τῆς κατὰ τὴν ἀρετὴν ὁμοιώσεως ἀντεχόμενοι. [Τὸ χρωματικὸν γένος διατονικόν ἐστιν ηὐξημένον καὶ πεπυκνωμένον ἡμιτονίοις· τὸ δ’ ἐναρμόνιον διατονικόν
90ἐστι τόνῳ μὲν διπλασιασθέν, τῷ δ’ ἡμιτονίῳ δίχα διῃρη‐ μένον. διάτονον δὲ καλεῖται διότι πεπύκνωται τοῖς τόνοις κατὰ τὰ διαστήματα· ἀρρενωπὸν δ’ ἐστὶ καὶ αὐστηρό‐ τερον. χρωματικὸν δὲ καλεῖται παρὰ τὸ χρώζειν αὐτὸ τὰ λοιπὰ διαστήματα, μὴ δεῖσθαι δέ τινος ἐκείνων· ἔστι δὲ
95ἥδιστόν τε καὶ γοερόν· τὸ δ’ ἐναρμόνιον διὰ τὸ ἐν τῇ τοῦ ἡρμοσμένου τελείᾳ διαστάσει λαμβάνεσθαι· οὔτε γὰρ διτό‐ νου πλέον οὔτε διέσεως ἔλαττον ἐνεδέχετο κατὰ αἴσθησιν λαβεῖν τὰ διαστήματα· διεγερτικὸν δ’ ἐστὶ τοῦτο καὶ
† ἥπιον †.]92

3

t

ΑΡΙΣΤΕΙΔΟΥ ΚΟΙΝΤΙΛΙΑΝΟΥ ΠΕΡΙ ΜΟΥΣΙΚΗΣ ΤΡΙΤΟΝ

3

.

1

Τὰ μὲν δὴ παιδείας τε πέρι καὶ χρήσεως τῶν κατὰ μουσικὴν τόδε ἡμῖν ἐχέτω τέλος· τἀντεῦθεν δέ μοι περὶ τῶν φυσικῶς ἂν κατὰ ταύτην ῥηθησομένων ὁ λόγος, πρότερον δι’ ἀριθμῶν τὰς τῶν διαστημάτων συμφωνίας
5παραδεδωκότι. οἱ γὰρ δὴ πρῶτοι τοῦ τε σώματος τὸ φύσει ῥευστὸν καὶ μηδαμῇ στερεόν, ὅπερ διὰ τῆς ἐκ νεότητος ἐπὶ γῆρας κατὰ μικρὸν μεταβολῆς θεωρεῖται, κατα‐ μαθόντες κἀκ τούτου μάλιστα πρὸς τοῖς ἄλλοις τῶν αἰσθήσεων συνιδόντες τὸ ἀβέβαιον ἀτρεκεῖ καταλήψει
10τῇ δι’ ἀριθμῶν ἕκαστον τῶν ἐν μουσικῇ διαστημάτων σαφηνίζειν ἐπενόησαν. λαβόντες οὖν δύο χορδὰς ἀπὸ μο‐ νάδος ἀρξάμενοι συνετίθεσαν τοὺς ἀριθμούς. ἐκ μὲν οὖν τῆς ἑτέρας μίαν ὁλκὴν ἐξαρτήσαντες, ἐκ δὲ τῆς λοιπῆς δύο, καὶ τὰς ἀμφοτέρας πλήξαντες τὴν διὰ πασῶν συμφω‐
15νίαν εὗρον, καὶ ταύτην ἐν διπλασίονι λόγῳ τυγχάνειν ἀπεφήναντο. πάλιν δὲ ἐξ ἄλλης τρεῖς ὁλκὰς ἀποδήσαν‐ τες καὶ καθαψάμενοι τῆς χορδῆς πρὸς ἣν μὲν εὗρον αὐτὴν ἠχοῦσαν τὸ διὰ πέντε, πρὸς δὲ τὴν πρώτην τὸ διὰ πασῶν καὶ διὰ πέντε. θάτερον μὲν οὖν τριπλασίονα λόγον
20ἔχειν εὑρήκασι, θάτερον δὲ τὸν ἡμιόλιον. πάλιν δὲ ἄλλην προσθέντες χορδὴν καὶ ταύτην ἐκ τεσσάρων ὁλκῶν καθελ‐ κύσαντες εὕρισκον πρὸς μὲν τὴν τρίτην ἠχοῦσαν τὸ διὰ τεσσάρων ἐν ἐπιτρίτῳ, πρὸς δὲ τὴν δευτέραν τὸ διὰ πασῶν,
πρὸς δὲ τὴν πρώτην τὸ δὶς διὰ πασῶν. τὸ μὲν οὖν διὰ93
25τεσσάρων ἐν ἐπιτρίτῳ λόγῳ θεωρεῖσθαι διωρίσαντο, τὸ δὲ διὰ πέντε ἐν ἡμιολίῳ, τὸ δὲ διὰ πασῶν ἐν διπλασίονι, ὃς ἐξ ἀμφοῖν ἐστι σύνθετος· ὁ μὲν γὰρ τρία πρὸς τὸν δύο τὸν ἡμιόλιον δείκνυσιν, ὁ δὲ τέσσαρα πρὸς μὲν τὸν τρία τὸν ἐπίτριτον, πρὸς δὲ τὸν δύο τὸν διπλασίονα· τὰ δὲ
30μείζω διαστήματα πάλιν ἐκ τῆς συνθέσεως τῶν προ‐ ειρημένων λόγων θεωρεῖται. Βουληθέντες δὲ καὶ τοὺς τῶν ἐλαττόνων τοῦ διτόνου καταμαθεῖν λόγους, τόνου τε καὶ ἡμιτονίου καὶ διέσεως, οὕτως ἐποίησαν. εἰδότες γὰρ ὡς τὸ διὰ πέντε τοῦ διὰ τεσ‐
35σάρων ὑπερέχει τόνῳ συνέθεσαν ἀριθμοὺς κατὰ τὸ ἑξῆς τρεῖς, ὧν ὁ πρῶτος πρὸς μὲν τὸν δεύτερον τὸν ἐπίτριτον συνίστη λόγον, πρὸς δὲ τὸν τρίτον τὸν ἡμιόλιον. εἰσὶ δὲ οὗτοι· ἓξ ὀκτὼ ἐννέα. ὁ μὲν οὖν ὀκτὼ πρὸς τὸν ἓξ τὸν ἐπίτριτον ἔχει, ὁ δὲ ἐννέα πρὸς μὲν τὸν ἓξ τὸν ἡμιό‐
40λιον, πρὸς δὲ τὸν ὀκτὼ τὸν ἐπόγδοον· τὸ δὲ διὰ πέντε τοῦ διὰ τεσσάρων ὑπερεῖχε τόνῳ· ἐπόγδοον ἄρα λόγον ἔχειν τὴν τοῦ διὰ πέντε πρὸς τὸ διὰ τεσσάρων ὑπεροχήν, ὅπερ ἐστὶ τόνος, ἐθεώρουν. ἐβουλήθησαν δὲ καὶ τὸν τῶν ἡμι‐ τονίων κατανοῆσαι λόγον. μεταξὺ δὴ τοῦ ὀκτὼ καὶ τοῦ
45ἐννέα μηδενὸς ἀριθμοῦ θεωρουμένου τοὺς προκειμένους ὅρους διπλασιάσαντες ἐποίησαν μὲν ἑκκαίδεκα καὶ ὀκτω‐ καίδεκα, μεταξὺ δὲ τούτων εὗρον ἐμπεσόντα τὸν ἑπτα‐ καίδεκα. τούτῳ δὴ εἰρήκασι μερίζεσθαι τὸν τόνον εἰς ἡμι‐ τόνια. εὑρίσκεται δὲ ταῦτ’ οὐκ εἰς ἴσα διαιρούμενα, ἀλλ’

3

.

1

(50)

ἔς τε μεῖζον καὶ ἔλαττον· ὁ μὲν γὰρ ἑπτακαίδεκα πρὸς τὸν ἑκκαίδεκα τὸν ἐφεκκαιδέκατον ἔχει λόγον, ὁ δὲ ὀκτω‐ καίδεκα πρὸς τὸν ἑπτακαίδεκα οὐκ ἴσον, ἀλλ’ ἐλάττω τούτου τὸν ἐφεπτακαιδέκατον· δι’ ἃ κἀν τῇ καθ’ ἡμιτό‐
νιον διαγραφῇ διπλῆ γίνεται τῶν στοιχείων ἔκθεσις, ἵν’94
55ὅτε μὲν τοὔλαττον ἡμιτόνιον ἠχεῖν δέοι, πρὸς τὸ ἔγγιον τὴν ἐπίτασιν ἢ τὴν ἄνεσιν ποιώμεθα, ὅτε δὲ τὸ μεῖζον, πρὸς τὸ ἀπωτέρω· ὅθεν καὶ λεῖμμα τοῦτο τὸ διάστημα διὰ τὸ δυστέκμαρτον τῆς ἰσότητος ἐκάλεσαν οἱ παλαιοί. πάλιν δὴ τοὺς προειρημένους 〈ὅρουσ〉 διὰ τὰς αὐτὰς αἰτίας δι‐
60πλασιάσαντες εὗρον καὶ τὰς διέσεις οὐ τεμνούσας διχῇ τὸ ἡμιτόνιον. ἐποίησαν γὰρ τριακονταδύο τριακοντατέσ‐ σαρα τριακονταέξ· μεταξὺ δὲ τούτων πάλιν ἕτεροι πί‐ πτουσιν ὅροι, τοῦ μὲν τριακονταδύο καὶ τριακοντα‐ τέσσαρα ὁ τριακοντατρία, τοῦ δὲ τριακοντατέσσαρα καὶ
65τριακονταὲξ ὁ τριακονταπέντε, ὡς μεταξὺ τριακονταδύο καὶ τριακοντατέσσαρα γίνεσθαι δύο διαστήματα, τὸ μὲν ἔχον λόγον ἐπιτριακοστοδεύτερον, τὸ δ’ ἐπιτριακοστό‐ τριτον, τῶν δὲ τριακοντατέσσαρα καὶ τριακονταὲξ ὁμοίως δύο, τὸ μὲν ἐπιτριακοστοτέταρτον, τὸ δ’ ἐπιτριακοστό‐
70πεμπτον. ὁρῶμεν δὴ καὶ τὴν τῶν διέσεων φύσιν εἰς ἄνισα διῃρημένην. Τούτου δὴ οὕτως ἔχοντος οὐ χαλεπὸν συνιδεῖν ὅτι τὸ διὰ τεσσάρων οὐ συνέστηκεν ἀκριβῶς ἐκ δύο τόνων καὶ ἡμιτονίου. εἰ γὰρ θέλοιμεν δύο λόγους κατὰ τὸ ἑξῆς
75ἐπογδόους λαβεῖν κᾆτα προσθείημεν ὅρον τέταρτον ὃς ἕξει πρὸς τὸν πρῶτον ὅρον λόγον τὸν ἐπίτριτον, οὗτος οὐχ ἕξει πρὸς τὸν τρίτον οὔτε ἐφεκκαιδέκατον οὔτε ἐφ‐ επτακαιδέκατον, ἀλλὰ σύνεγγυς ἐπεννεακαιδέκατον καὶ ἐπιπεντακοσιοστοτέταρτον. ἔκκεινται δὲ καὶ κατὰ τὸ
80ἑξῆς ἀριθμοὶ τέσσαρες, ρϞβ σιϛ σμγ σνϛ· ὧν δὴ καὶ ὁ θεῖος Πλάτων ἐν Τιμαίῳ μνημονεύει, τὴν αἰσθητὴν μουσικὴν τῆς νοητῆς ἀκριβείᾳ πολὺ λείπεσθαι διελέγχων.

3

.

2

Τούτων ἡμῖν θεωρηθέντων εἴ γε θέλοιμεν χορδὴν ἐπί τινος ἐπιπέδου συμμέτρου τείναντες ὅπερ ἡμῖν τοὺς
ἅπαντας ἀριθμοὺς καταδέξεται διὰ τῶν προκειμένων ἀνα‐ λογιῶν ψάλλειν, εὑρεθήσονται σύμπαντες ἡμῖν οἱ φθόγ‐95
5γοι οἱ μὲν τοῖς ἀριθμοῖς συμφωνίαν ἔχοντες, οἱ δὲ κατ’ ἀσυμφωνίαν ἐλαττούμενοι. διὸ καὶ Πυθαγόραν φασὶ τὴν ἐντεῦθεν ἀπαλλαγὴν ποιούμενον μονοχορδίζειν τοῖς ἑταί‐ ροις παραινέσαι δηλοῦντα ὡς τὴν ἀκρότητα τὴν ἐν μου‐ σικῇ νοητῶς μᾶλλον δι’ ἀριθμῶν ἢ αἰσθητῶς δι’ ἀκοῆς
10ἀναληπτέον. ὅρους τοίνυν ποιησόμεθα τοῦτο θεωρεῖν πει‐ ρώμενοι προσλαμβανόμενον μὲν θ͵σιϛ· μέση δὲ ἔσται δ͵χη· νήτη δὲ ὑπερβολαίων β͵τδ. κἀκ τούτων τῶν ἀριθμῶν συντάττοντες τοὺς προειρημένους λόγους καὶ κατὰ τὰς μονάδας ἀπολαμβάνοντες ἐν τῷ κανόνι, καθάπερ ἐπὶ γραμ‐
15μῆς σημεῖα, διὰ τῶν μικροτέρων διαστημάτων ἐλάττοσι μέρεσι τῆς χορδῆς ἐλάττω πλήττοντες ἀέρα τὰ ὀξύτερα ἠχήσομεν, τῷ δ’ ἐναντίῳ λόγῳ δηλαδὴ τὰ βαρύτερα. ἀλλ’ ἐπειδὴ διὰ τὸ πλῆθος τοῦ ἀριθμοῦ δυσχερὴς ἡ τοιαύτη τῆς χορδῆς ἔκθεσις, διὰ γραμμικῆς ἐφόδου τοῦτο ποιητέον.
20 Εἰ γοῦν ἐκτεθείη χορδή τις ἐπὶ κανόνος, αὐτὴ δὲ ἠχοίη προσλαμβανόμενον, τὸ μὲν ἥμισυ διαλαβόντες αὐτῆς μέσην
ἠχεῖν ποιήσομεν, τὸ δὲ τέταρτον νήτην ὑπερβολαίων, τὰ δὲ τρία τέταρτα ὑπάτων διάτονον. εἰ δ’ αὐτὰ ταῦτα δίχα δι‐ έλοιμεν, ληψόμεθα νήτην συνημμένων· εἰ δὲ τῆς ἡμισείας96
25τὸ δίμοιρον, ὅπερ ἐστὶ τῆς ὅλης τρίτον, ἠχῆσαι ποιή‐ σομεν νήτην διεζευγμένων· εἰ δὲ τῆς ἁπάσης τὸ δίμοιρον, ὑπάτην μέσων. εἰ δὲ τοῦ διμοίρου τῆς ὅλης ἀπολάβοιμεν τριτημόριον, ἐκφωνηθήσεται παράμεσος· εἰ δὲ τοῦ διμοί‐ ρου τὸ δίμοιρον 〈δὶσ〉 θήσομεν, ἠχήσομεν ὑπάτην ὑπά‐
30των. ἵνα δὲ καὶ τὰ ἐλάττω ληφθῇ διαστήματα, ποιήσωμεν οὕτως· τῆς γὰρ ὅλης τὸ τέταρτον εἰς ὀκτὼ διελόντες ἴσα καὶ τούτων ἑνὶ τὸ ἴσον ἀπολαβόντες εὑρήσομεν τοῦ τόνου τὴν ὑπεροχήν· καὶ τοῦτο πάλιν εἰς ὀκτὼ διελόντες ὁμοίως ἴσα καὶ ὄγδοον αὐτῶν ἀπολαβόντες εὑρήσομεν τρίτην
35ὑπερβολαίων· κἀν τοῖς λοιποῖς δὲ τεταρτημορίοις τὰ ὅμοια μεταχειριούμεθα, καὶ διαλαμβάνοντες κατὰ τοὺς ὁμοίους λόγους ἠχήσομεν τῶν φθόγγων τὰς διαφοράς, παραθέντες μὲν κανόνα ψιλὸν καὶ αὐτὸν μὲν προδιαιροῦν‐ τες, ἀπὸ δὲ τῶν ἐν αὐτῷ σημείων παραλλήλους ἄγοντες ἐπὶ
40τὸν ὑποκείμενον τῇ χορδῇ κανόνα, κἄπειθ’ οὕτως τούτου μὲν τοῦ κανόνος τὰ μέρη σημειούμενοι, τὴν δὲ χορδὴν κατὰ τὰ σημεῖα διαλαμβάνοντες. ἡ μὲν τοῦ κανόνος λεγο‐ μένη κατατομὴ τοιάδε.

3

.

3

Εἰσὶ δὲ οἳ καὶ διὰ πλειόνων χορδῶν ἐπέδειξαν τὰς
συμφωνίας. τέσσαρας γὰρ ἐκτιθέμενοι χορδὰς ἰσοτόνους ἐπί τινος ὀργάνου τετραγώνου, ὃ δὴ καλοῦσιν ἑλικῶνα, καὶ τῆς τετάρτης τὸν ὑποκείμενον κανόνα σημηνάμενοι δίχα,97
5διάγουσι κανόνιον ἀπὸ τῆς κορυφῆς τῆς πρώτης χορδῆς πρὸς τὸ ληφθὲν ἐν τῇ τετάρτῃ σημεῖον· καὶ διαγώνιον πάλιν ἀγαγόντες ἀπὸ τῆς βάσεως τῆς πρώτης ἐπὶ τὴν κορυφὴν τῆς τετάρτης τοὺς τῶν συμφωνιῶν πάντας ἐπιδεικνύουσι λόγους· αἱ γὰρ χορδαὶ διαλαμβανόμεναι τοὺς
10καταλλήλους φθόγγους τοῖς λόγοις τῶν διαιρούντων αὐτὰς ἀριθμῶν ἠχήσουσιν. τὸ δὲ ὄργανον ᾗ τοιοῦτο ἔκκειται τὰς συμφωνίας ἔχον ἐν ταῖς τέτρασι χορδαῖς, πάντας δὲ τοὺς φθόγγους ἠχοῦν, [εἰκων] εἰ διὰ χορδῶν ἰσοτόνων ἀναπληρωθείη.
15 Παραιτητέοι τοίνυν οἱ τοὺς ἀριθμοὺς ὑποδειγματικῶς εἰλῆφθαι λέγοντες ἀνίσους, ἐπεὶ καὶ αἱ ὑπεροχαὶ τῶν ὀξυτήτων ἄνισοι, διὰ δὲ τὰς συμφωνίας πρώτου πρὸς τέ‐ ταρτον φθόγγον καὶ πέμπτον καὶ τετάρτου φθόγγου καὶ πέμπτου πρὸς ὄγδοον λαμβάνοντες ἀριθμοὺς ἓξ ὀκτὼ
20ἐννέα δώδεκα, ὧν ἐστιν ἀναλογία ὡς πρῶτος πρὸς δεύ‐ τερον, τρίτος πρὸς τέταρτον (ὡς προσλαμβανόμενος πρὸς ὑπάτων διάτονον, ὑπάτη μέσων πρὸς μέσην), πάλιν δὲ ὡς πρῶτος πρὸς τρίτον, δεύτερος πρὸς τέταρτον (ὡς προσ‐ λαμβανόμενος πρὸς ὑπάτην μέσων, ὑπάτων διάτονος
25πρὸς μέσην)· ὧν ὁ δεύτερος πρὸς τρίτον δηλοῖ τὸ ἐπόγδοον ᾧ τὸ διὰ πέντε τοῦ διὰ τεσσάρων ὑπερέχει. ταῦτα μὲν ἐπὶ τοσοῦτον.

3

.

4

Ἀκόλουθον δ’ ἂν εἴη λοιπὸν ἐπιζητῆσαι τί δήποτε πολλῶν διαστημάτων εὑρισκομένων ταυτὶ μόνον θεωρεῖ‐ ται σύμφωνα πρὸ τοῦ τελείου συστήματος· τὸ ἐπίτριτον τὸ ἡμιόλιον τὸ διπλάσιον. ἐπεὶ τοίνυν τὸ σύστημα τὸ
5τέλειον ἐν διπλασίονι θεωρεῖται λόγῳ, οὗτος δ’ ἀναλύεται
εἴς τε τὸ ἡμιόλιον καὶ ἐπίτριτον, λαμβάνομεν ἀριθμοὺς ἡμιόλιον μὲν πρῶτον τὸν τρία καὶ τέλειον πρῶτον 〈ἐν〉 ἀριθμοῖς, ἐπίτριτον δὲ πρῶτον τὸν τέσσαρα καὶ πρῶ‐ τον ἐπίπεδον ἐν γεωμετρίᾳ, 〈καὶ〉 τὰς τούτοις ἴσας εὐ‐98
10θείας τεμνούσας ἀλλήλας πρὸς ὀρθὰς ἐκτιθέμεθα, ὧν ἡ μὲν πρὸς τὸ αὑτῆς μέρος τὸν ἡμιόλιον λόγον, ἡ δὲ τὸν ἐπίτριτον ἕξει. καὶ δὴ σημείων ἡμῖν ἐν αὐταῖς ληφθέντων κατὰ τὰς ὑποκειμένας μονάδας εἰ παραλλήλους ἀγάγοιμεν, τὸ μὲν ὅλον ἡμῖν ἐμβαδὸν πῆ μὲν δώδεκα γίνεται μονά‐
15δων κατὰ γεωμετρίαν τοὺς λόγους ἐκτιθεμένοις, πῆ δὲ κατὰ ἀριθμητικὴν τριακονταπέντε † τελῶν τὰ † τῶν ἀριθ‐ μῶν σύμβολον καταδειχθήσεται· ἕκαστον δὲ τῶν ὑπὸ τῶν μερῶν τῶν εὐθειῶν ἐναλλὰξ καὶ ὑπὸ ὅλης καὶ μέρους περι‐ εχομένων παραλληλογράμμων τοὺς προειρημένους τῶν
20συμφώνων διαστημάτων ἐπιδείξει λόγους καὶ οὔτε πλείους τούτων οὔτε ἐλάττους. σαφηνείας δὲ ἕνεκεν ὑποκείσθω καὶ τὰ διαγράμματα.

3

.

5

Δύο δὲ εὐθείας εἰλήφαμεν τὴν μὲν ἀριθμὸν πρῶτον τέλειον περιέχουσαν (ἀρχὴν γὰρ καὶ μέσον καὶ τέλος, ἐναντιότητά τε καὶ μεσότητα πρῶτος ἐξέφηνεν ὁ τρία), τὴν δὲ ἐπιπέδου φύσιν ἐν γεωμετρίᾳ δείξασαν πρῶτον·
5ὁ μὲν γὰρ εἷς ἐφ’ ἑαυτὸν γινόμενος γεωμετρικῶς οὐδὲν οἷός τε πλῆθος ἐμφῆναι, ὁ δὲ δὶς δύο πρῶτον ἐπίπεδον καὶ τετράγωνον ἐγέννησε τὸν τέσσαρα. διττῶς δὲ τὰς δυνά‐ μεις ἀριθμητικῶς τε καὶ γεωμετρικῶς ἐξεθέμεθα, ὅτι τὴν ἁρμονικὴν ἀναλογίαν ἐξ ἀμφοῖν τῆς τε ἀριθμητικῆς καὶ
10γεωμετρικῆς συντεθεῖσαν γίνεσθαι συμβαίνει· ἡ μὲν γὰρ ἀριθμητικὴ τοὺς ὅρους ὑπερέχοντάς τε καὶ ὑπερεχομένους τοῖς ἴσοις ἀριθμοῖς ἔχει, ἡ δὲ γεωμετρικὴ τὰς ἴσας ὑπερο‐ χὰς κἀν τοῖς λόγοις πρὸς ἀλλήλους ἅσπερ κἀπὶ τῶν ὅρων
συνίστησιν, ἡ δ’ ἁρμονικὴ τὴν μὲν προτέραν ὑπεροχὴν ἐκ99
15τῆς ἀριθμητικῆς λαμβάνουσα, τὴν δὲ ἑτέραν ἐκ τῆς γεωμε‐ τρικῆς γεννᾶται. διττοῦ δὲ ὄντος τοῦ ποσοῦ τοῦ μὲν συνε‐ χοῦς ἐπιστάτις οὖσα γεωμετρία κατὰ μέγεθος ποιεῖται τοὺς λόγους ὅλα μέρεσι τοῖς αὐτῶν συγκρίνουσα, τὸ δὲ διαστη‐ ματικὸν ἀριθμητικὴ γνωματεύουσα, μερίζουσα τὸ ὅλον,
20τὰς τῶν μερῶν πρὸς ἄλληλα ποιεῖται συγκρίσεις. ὑπόκειν‐ ται δὲ ἑκάστῃ ἀναλογίᾳ 〈ἀριθμοί〉, ἀριθμητικῇ δύο τρία τέσσαρα, γεωμετρικῇ δύο τέσσαρα ὀκτώ, μουσικῇ τρία τέσσαρα ἕξ· βουλόμενοι γὰρ τοὺς περιέχοντας λόγους τὰς τρεῖς συμφωνίας ἐπιδεικνύναι κατὰ τὸ ἑξῆς, ἀναγκαί‐
25ως τὸν μὲν κατὰ τὸν ἐπίτριτον ἀριθμὸν ὑπερέχοντα, τὸν δὲ κατὰ τὸν διπλασίω πλεονάζοντα συνίσταμεν. καθόλου δὲ εἰπεῖν, εἰ μεταξὺ γεωμετρικῆς ἀναλογίας ἀριθμητικὰς παραβάλλοις μεσότητας, ἁρμονικὴν ἀναλογίαν ἢ ἐπίπεδον ἢ στερεὰν ἀπεργάσῃ. ἔστω γὰρ ἀναλογία γεωμετρικὴ δι‐
30πλασίων· δύο τέσσαρα ὀκτώ· ταύτης εἰ ἑκατέρῳ τῶν λό‐ γων ἀριθμητικὴν 〈παραβάλλοις μεσότητα, ἁρμονικὴν〉 ποι‐ ήσεις ἀναλογίαν [καὶ] ἐπίπεδον οἷον δύο τρία τέσσαρα ἓξ ὀκτώ. πάλιν δὲ ἔστω τις ἀναλογία κατὰ τὸ τριπλάσιον· τρία ἐννέα εἰκοσιεπτά. ταύτης τῶν λόγων εἰ παραβάλλοις
35ἑκατέρῳ μεσότητας δύο, μεταξὺ μὲν τοῦ τρία καὶ ἐννέα 〈τέσσαρα καὶ ἕξ, μεταξὺ δὲ τοῦ ἐννέα〉 καὶ εἰκοσιεπτὰ δώ‐ δεκα καὶ δεκαοκτώ, μουσικὴν στερεὰν ἀποτελεῖς ἀναλογίαν.

3

.

6

Ἐπειδὴ δὲ ἀριθμῶν ἀναγκαίως ἐπεμνήσθημεν, οὐκ ἀηδὲς περὶ τούτων ἐπὶ πλέον εἰπεῖν· ποικιλωτέρα γὰρ ἡ ἐξέτασις καὶ ἅμα πλείστη τοῖς κατὰ μουσικὴν ἐπιδειχθή‐
σεται συμφωνία. τὴν μέν γε μονάδα ὡς ἀρχὴν τῆς τῶν ὅλων100
5συμφωνίας καὶ ποιητικὴν αἰτίαν ἐλογίζοντο οἱ παλαιοί· πάντα γὰρ γίνεσθαι διὰ τῆς εἰς ἓν ἁρμονίας συνεχό‐ μενα· τὴν δὲ δυάδα κατὰ τὴν ὕλην ἔταττον ἐναντιότητος οὖσαν πρώτην ἐμφαντικήν. τριάδα δὲ τὸ σύμπαν ἐκά‐ λουν ἐναντιότητι καὶ μεσότητι πεπληρωμένον. τετράδα
10δὲ στερεὸν προσεῖπον· ἀρξαμένοις γὰρ ἀπὸ σημείου καὶ κατὰ τὸ ἑξῆς αὔξουσι τὰ διαστήματα τέταρτον τὸ στερεὸν εὑρίσκεται, ἐξ ἀριθμοῦ πρώτου τριῶν δεκτικοῦ διαστη‐ μάτων ἐπιφαινόμενον. τὴν δὲ πεντάδα αἴσθησιν ἔφασαν (φανερὰ δὲ ἡ αἰτία), τὴν δὲ ἑξάδα τελειότητα σώματος συν‐
15τιθέμενον ἐκ πρώτου περιττοῦ καὶ ἀρτίου [καὶ] κατὰ γεω‐ μετρίαν (διὸ καὶ γάμος αὐτοῖς προσηγορεύθη), τὴν δὲ ἑπτάδα ἁγνείαν (μόνος γὰρ οὗτος τῶν ἐντὸς δεκάδος οὔτε γεννᾶται γεωμετρικῶς ὑφ’ ἑτέρων οὔθ’ ἕτερον γεννᾷ), τὴν δὲ ὀκτάδα σῶμα ἔνυλον (ἐκ γὰρ τοῦ πρώτου 〈ἀρτίου〉
20πολυπλασιαζομένου κυβικῶς συνίσταται). τὴν δὲ ἐννεάδα μουσικὴν ἐκάλουν, ὅτι πρῶτος ἐξ ἀριθμῶν τοὺς τρεῖς συμ‐ φώνους παριστάντων λόγους συντίθεται (δύο γὰρ καὶ τρία καὶ τέσσαρα τὸν ἐννέα πληροῖ), ἀλλὰ καὶ 〈διὰ τὸ〉 τὴν τοῦ παντὸς ἁρμονίαν τε καὶ περιφορὰν ἐς τοσοῦτον συμ‐
25βαίνειν τὸν ἀριθμὸν ἑπτὰ μὲν πλανητῶν, δυεῖν δὲ τῆς τε ἀπλανοῦς σφαίρας καὶ τῆς μενούσης ὀνομαζομένων. τήν γε μὴν δεκάδα πρώτην ἐκάλουν συμφωνίαν· εἰ γάρ τις τὸ πρῶτον ἐν μουσικῇ σύστημα σύμφωνον, ὅπερ ἐστὶ τὸ διὰ τεσσάρων, εἰς τὰ ἐλάχιστα διέλοι διαστήματα (λέγω δὲ
30τὰς διέσεις), δέκα ταύτας γινομένας εὑρήσει, καὶ θέμενος ἀντὶ διέσεως μονάδα καὶ τὰς λοιπὰς ἰσομεγέθως τοῖς δια‐ στήμασι συντιθεὶς κατὰ τὰ τρία τῆς μελῳδίας γένη τὸν αὐτὸν ἀριθμὸν συμβαίνοντα θεωρήσει. ἀλλὰ καὶ πρῶτος
ἐκ δυεῖν ἀριθμῶν ἐστιν ὧν μέσος εἷς ἀνάλογον πίπτει, τοῦ101
35τε δύο καὶ ὀκτώ, οἷον δύο τέσσαρα ὀκτώ, ὃ καὶ πρώτη παρά τισιν ἁρμονία κέκληται· τὰς γὰρ ἐπιπέδους κατὰ γεω‐ μετρίαν ἀναλογίας οὕτως ἐκάλουν οἱ παλαιότεροι. ἀλλὰ κἀκ τῆς ἐννεάδος, ἣ τὴν τῶν ὅλων ἁρμονίαν σημαίνει, μετὰ τῆς ἐς τὸ πρῶτον ἀναφορᾶς καὶ εἰς ἓν συγκεφαλαιώσεως, οὗ
40μετασχοῦσα συνδέδεται, λογιζομένοις ὁ δέκα συμβαίνει. ἔστι δέ τις καὶ περὶ τὸν ἕνδεκα λόγος· ὁ γὰρ τόνος πρὸς τὴν πρώτην δίεσιν, ἐὰν † ἐπίτασιν †, τὸν ἐπώνυμον αὐτοῦ λόγον ἔχων ἀναφανήσεται. ὅ γε μὴν δώδεκα μουσικώτατος ἀριθμῶν· τῶν γὰρ πρὸ αὐτοῦ πάντων οὐδεὶς πρὸς τοὺς
45πλείστους τῶν προκειμένων τὰς ἁρμονικὰς ἐπιδείκνυσι συμφωνίας, εἰ καὶ ὅτι μάλιστα διαιρούμενοι λόγους τινὰς πρὸς ἄλλα πλάτη μερῶν ἐπιφαίνουσιν. ἀλλὰ γὰρ οὑτοσὶ μόνος πρὸς μὲν τὸν ἐννέα λόγον ἔχει τὸν ἐπίτριτον, πρὸς δὲ τὸν ὀκτὼ τὸν ἡμιόλιον, πρὸς δὲ τὸν ἓξ τὸν διπλασίω,

3

.

6

(50)

καὶ ἔτι πρὸς μὲν τὸν τέσσαρα τὸν τριπλασίω, πρὸς δὲ τὸν τρία τὸν τετραπλασίω [τοῖς ἀπὸ μονάδος ἐφεξῆς τρισὶ συμπληρωτικοῖς οὖσι δεκάδος καὶ τριῶν διαστημάτων τοὺς λόγους ἐπιδεδεγμένοις]· διὸ καὶ μέχρι τῆσδε τῆς ποσότητος (λέγω δὲ τῶν δώδεκα τόνων) ἡ φύσις ἡμῶν
55ἤρκεσε προαγαγεῖν τὴν τῆς φωνῆς ὀξύτητα.

3

.

7

Τάχ’ οὖν ἄν τις ὑπολάβοι μὴ συνεστάναι τὸν λόγον
ἡμῖν τὴν μὲν ἐξέτασιν τῶν κατὰ μουσικὴν ἐπ’ ἀριθμῶν ποιουμένοις, αὐτῶν δὲ τούτων φάσκουσι καὶ μὴ τελείως εἶναι δεκτικὰ τὰ διαστήματα. τούτου δὴ τὴν αἰτίαν εἰ102
5μέλλοιμεν ἐρεῖν, κινητέος ἡμῖν θεῖός τε καὶ ἀπόρρητος λόγος. τῶν γὰρ ἐνταυθοῖ κατὰ μίμησιν τὴν πρὸς τὰ τιμιώ‐ τερα συνισταμένων καὶ πρὸς τὴν ἐκείνων φοράν τε καὶ τροπὴν τήν τε γένεσιν λαμβανόντων καὶ τὸ εἶναι ποριζο‐ μένων, διαφορᾶς δὲ οὔσης ἐν ἀμφοτέροις τοῖς τόποις
10καὶ τοῦ μὲν καθαροῦ τε ὄντος καὶ ἀδιαφθόρου, τοῦ δὲ θολεροῦ καὶ ἰλυώδους, ἐκεῖθι μὲν ἡ ἐνέργεια τελεία καὶ ἀνεμπόδιστος γίνεται, ἐνταυθοῖ δὲ ἐλλιπής τε καὶ χω‐ λεύουσα καὶ δύσκολος, οὐ διὰ τὴν τοῦ δρῶντος αἰτίαν, διὰ δὲ τὴν τῆς ὕλης ταραχήν τε καὶ ἀδυναμίαν. ὡς γὰρ τὸν
15λιθοξόον ἐν μὲν λίθῳ φασὶν εὐχερῶς ἐνθήσειν οὓς ἂν προέληται τύπους, ἐν κισήριδι δὲ οὐδεπώποτε ἢ δυσκό‐ λως, οὐ κατὰ ἀτεχνίαν ἢ ἀσθένειαν τὴν αὑτοῦ, διὰ δὲ τὴν ἀνεπιτηδειότητα τῶν ὑποκειμένων, οὑτωσὶ δὲ καὶ τὴν ἐκ τοῦ παντὸς ἐνέργειαν τῶν μὲν ἐπέκεινα διὰ τὸ θειότερον
20ἐπιτηδείως ἐχόντων μᾶλλον καθικνεῖσθαι, τῶν δ’ ἐνθάδε διὰ τὴν πολλὴν ἀπόστασιν καὶ διὰ τὴν σωματικὴν ἀχλύν τε καὶ ὑποστάθμην τεθολωμένων ἀμαυρότερον. οἷον γὰρ ἀκτὶς ἡλιακή, φασί, θεωρεῖται ἐν μὲν ἀέρι καθαρωτάτη, ἐν δὲ θαλαττίοις βάθεσιν ἀμυδρὰ καὶ ἐξίτηλος, οὐκ αὐτὴ
25τοιαύτη τυγχάνουσα, τῆς δ’ ἡμετέρας αἰσθήσεως ὑπὸ τοῦ περιέχοντος παραποδιζομένης, οὑτωσὶ δὲ καὶ τὰς ἄνωθεν διηκούσας ἀπορροίας οὐχ ὁμοίως κατὰ πάντα ἐνεργεῖν τόπον, κατ’ ἀξίαν δὲ ἑκάστου τῶν ὑποκειμένων. διὸ καὶ αὐτοὺς ἡμᾶς, ὅτε μὲν τῇ τῶν ἐνθαδὶ ταραχῇ τε καὶ ἀταξίᾳ
30προσπεπόνθαμεν, ὀλίγης τινὸς καὶ ἀναγκαίας ὑπὸ τοῦ κρείττονος τυγχάνειν ἐπικουρίας διὰ τὴν τοῦ παντὸς ἕνωσίν τε καὶ κοινωνίαν· ἡνίκα δ’ ἂν αὑτούς τε γνόντες καὶ
ὅθεν ἡμῖν ἡ ἀρχὴ μαθόντες ἐπὶ τὰ τιμιώτερα τήν τε ὁρμὴν καὶ τὸν βίον τρέψωμεν, τηνικαῦτα τῆς ὅλης προνοίας δέ‐103
35χεσθαι τὸ ἀκραιφνὲς καὶ τελεώτατον, τῆς ἡμετέρας τότε φύσεως ἐς τὸ ἐπιτήδειον συμβαλλομένης ὁμοιώσει τῇ πρὸς τὸ κάλλιστον. τῆς δὲ τῶν ἐνθαδὶ πρὸς τὰ ἐκεῖθι συμ‐ παθείας τάς τε ὥρας ἀκριβῆ φέρουσι τεκμήρια, τροπάς τε ἀέρων καὶ ὑδάτων φοράς, θάλπη τε καὶ εὐκρασίας, ἃς κατὰ
40τὴν τῶν ἐκεῖθι ποιὰν σχέσιν γίνεσθαι συμβαίνει, ἔτι δὲ τὰ καθ’ ἕκαστον καιρὸν ὡς εἰπεῖν γινόμενα, φυτῶν τε αὐξήσεις καὶ φθίσεις, ζῴων τε πληρώσεις καὶ κενώσεις, ἅπερ αὐξομένῳ τε καὶ μειουμένῳ τῷ σεληνιακῷ κύκλῳ συμπάσχει τε καὶ συντρέπεται, καὶ μὴν καὶ θαλάττης
45παλιρροίας τε καὶ ὑποχωρήσεις, αἳ τῆς αὐτῆς θεοῦ τῷ δρόμῳ καὶ φάσεσι καθ’ ἕκαστα συμμεταβάλλουσιν, οἷον δὴ κατὰ μὲν τὸν ἔκπλουν τὸν δι’ Ἡρακλείων στηλῶν παρ’ ἕκαστα γίνεσθαι φιλεῖ, κατὰ δὲ τὴν Αἴγυπτον περὶ τὸ Νειλῶον ῥεῦμα ταῖς αὐταῖς ἐνιαυσίοις ὥραις ἀνόδους τε

3

.

7

(50)

καὶ ὑποχωρήσεις ταῖς ἡλιακαῖς ἀναλόγως πορείαις τε καὶ κινήσεσιν. μουσικὴν δὴ καὶ αὐτὴν ἀρχὴν μὲν ἔχειν ἐκ τῶν ὅλων, ὥσπερ καὶ τὰ ἄλλα, εἰπεῖν οὐκ ἀπίθανον, τῇ δὲ πρὸς τὴν σωματικὴν ὕλην μίξει τῆς κατὰ τοὺς ἀριθμοὺς ἀπο‐ πίπτειν ἀκριβείας τε καὶ ἀκρότητος, ἐπεὶ ἔν γε τοῖς ὑπὲρ
55ἡμᾶς τόποις ἀτρεκής τέ ἐστι καὶ ἀδιάφθορος. οὕτως καὶ τὰς εἰς ἴσα τῶν διαστημάτων διαιρέσεις ἀδυνατοῦμεν καὶ τὰς τῶν συστημάτων συμφωνίας ἐλλιπεῖς ἔχομεν τῆς σωματι‐ κῆς παχύτητος παρεμποδιζούσης.

3

.

8

Δῆλον δὲ ἔσται τὰς ἄλλας ἐπιδόντι τέχνας ὅσην ἐξ ἀριθμῶν ἐρανίζονται τὴν ὠφέλειαν. γραφικήν τε γὰρ εἴ τις ἐθέλοι θεωρεῖν, οὐδὲν ἄνευ ἀριθμῶν καὶ ἀναλογιῶν δρῶσαν εὑρήσει ἀλλὰ καὶ σωμάτων συμμετρίας καὶ χρωμάτων
5κράσεις δι’ ἀριθμῶν θηρωμένην κἀκ τούτων τὸ ἐς τὰς γραφὰς ποιουμένην κάλλος. αὐτὴν δὲ ταύτην ἔστιν ἰδεῖν
δι’ ἀριθμῶν καὶ τῆς πρώτης φύσεως οὖσαν μιμητικήν· οἵα γοῦν ἐν τοῖς φυσικοῖς σώμασιν ἀναλογία προσιοῦσα κάλλος ἐποίησε, ταύτην κἀν τοῖς μέτροις τῶν σχημάτων104
10κἀν ταῖς τῶν χροιῶν συγκράσεσι μεταδιώκουσιν. εἰσὶν οὖν καὶ παρ’ αὐτοῖς μορφαί τε καὶ χροιαὶ καὶ σχήματα βίων καὶ ἠθῶν δηλωτικά, συνίσταταί τε ἡ πᾶσα τέχνη κατ’ ἀντιστροφὴν τῆς τῶν φυσιογνωμονούντων· ὅπου μὲν γὰρ μορφῆς ὑποκειμένης συνορᾶται βίος, ὅπου δὲ ἤθους
15θεωρουμένου τυποῦται μορφή. ἰατρικὴ δὲ καὶ αὐτὴ πάντα μὲν δι’ ἀριθμῶν, παλμῶν τε καταλήψεις καὶ περιοδικῶν τύπων ἀναλογίας, παρίστησιν· ὧν οἱ μὲν τοῖς συμφώνοις ἀναλογοῦντες λόγοις, διπλασίῳ τε, ὡς ὁ ἀφημερινός, ἡμιολίῳ τε, ὡς οἱ διὰ τρίτης, ἐπιτρίτῳ τε, ὡς οἱ διὰ τετάρ‐
20της ἐπισημαίνοντες, οὐ πάντως κινδύνους ἐπιφέρουσιν, οἱ δὲ † χαλεποὶ † μέν, ἔχοντες δὲ πρὸς αὑτοὺς ὁμοιότητάς τινας, ὡς τῶν ἡμιτριταίων οἱ τούτοις παρακείμενοι, κίν‐ δυνον μὲν ἐπιφέρουσι, σμικρὸν δέ τι χρηστῆς ἐλπίδος ἔχουσιν, οἱ δὲ παντελῶς ἀσύμφωνοι τυγχάνοντες, ὡς οἱ
25συνεχεῖς, φοβεροί τέ εἰσι καὶ ὀλέθριοι· φαρμάκων δὲ ποιότητας καὶ δυνάμεις οὐδαμῶς ἄλλως ἢ διὰ συμμετριῶν τῶν κατὰ ποσότητας ἐτεχνήσατο. Καθόλου δὲ πάντα εἴ τις ἀνιχνεύοι, καὶ τὰ δόξαντα ἀπιθάνως ἂν ῥηθῆναι κατ’ ἀριθμὸν εὑρήσει σύμφωνα,
30βίων τε καὶ ἠθῶν τὰς σύνεγγυς ὁμοιότητας ὁμόνοιαν ἐπιφερούσας, τύχης τε ὑπόστασιν καὶ φρονήσεως μετοχὴν πράξεών τε καὶ ἐπιτηδευμάτων † συμφωνίαν † καὶ τὴν λοιπὴν τοῦ βίου κατάστασιν ἐν μὲν συμφώνοις λόγοις φιλίαν, ἐν δ’ ἀσυμφώνοις τοὐναντίον ἐπιφέροντα. ὧν
35πολλάκις τὴν ἀναρμοστίαν μέση τις ἥρμοσεν ἀναλογία, ὥσπερ ἀσύμφωνα διαστήματα μέση τεθεῖσα συμφωνία. εἰ δέ γε καὶ τὰς ἐν ψυχῇ μεσότητας θεωρεῖν ἐθέλοις, εὑρήσεις λογισμοῦ καὶ ἐπιθυμίας μέσην τὴν κατὰ τὸ
θυμικὸν ἀμφοῖν ἀναλογίαν. εἰ δὲ καὶ πολιτικὰς διατάξεις105
40θεωρήσειας, θαυμάσεις ὡς τοῦ μὲν βουλευτικοῦ καὶ δη‐ μοτικοῦ μέσον τάττεται τὸ πολεμικὸν οὔποτε τῆς αὑτοῦ λειτουργίας ἐν ταῖς ἀρίσταις πολιτείαις ἀφιστάμενον, τούτου δ’ αὐτοῦ τὸ μὲν ὁπλιτικὸν καὶ ἱππικὸν ἀκρότητες, μεσότης δ’ ἀμφοῖν τὸ γυμνητικὸν ὁμοιότητα πρὸς τοὺς
45ἄκρους ἐν πεζῇ κουφότητι κεκληρωμένον, πάλιν δ’ αὖ τὸ πλήρωμα τὸ σύμπαν βουλευτικοῦ καὶ δημοτικοῦ μεσό‐ τητα τὸ ἱππικὸν ἔχον ἀξιώματος ὑφειμένου μετοχῇ τοῖς ἄκροις ὡμοιωμένον. τὸ δὴ ταῦτα μὲν οὕτως ἐναργῶς δι’ ἀριθμῶν καὶ μεσοτήτων συνεστάναι, μουσικὴν δὲ μὴ ἂν

3

.

8

(50)

ὑπονοεῖν παντελῶς ἀμαθοῦς καὶ ἀμούσου τὴν φύσιν ἐστίν.

3

.

9

Ἤδη τοίνυν καὶ τὰ καθ’ ἕκαστα τῶν ἐν μουσικῇ λεγομένων διεξίωμεν ἑκάστου τὴν πρὸς τὸ σύμπαν ὁμοιό‐ τητα διασαφοῦντες. ὡς γὰρ οὐδὲ τῶν ἄλλων καλῶν ἕκα‐ στον δίχα τῆς πρὸς ἐκεῖνο συνίσταται συμφωνίας, οὕτως
5οὐδὲ μουσικὴν οὔτε συστῆναι συνέβη ποτὲ οὔτε μὴν συστᾶσαν οὕτω δυνατῶς ἐνεργεῖν, εἰ μὴ διὰ τὴν πολλὴν πρὸς τὰ ὑπὲρ ἡμᾶς ὁμοιότητα βεβαίαν καὶ θείαν ὡς ἀληθῶς τὴν ἰσχὺν ἐπεπόριστο. ἔσται δὲ τῶν λεχθησο‐ μένων σμικρὰ μὲν καὶ ἄλλων κοινὰ τεχνῶν, τὰ δὲ πλεῖστα
10καὶ μέγιστα μουσικῆς ἴδια· ἰδιαίτερον δὲ μάλιστα ὅτι τε ἐξ ἐναντίων ἡ σύστασις αὐτῆς τῇ φυσικῇ γενέσει παρα‐ πλησίως καὶ τῆς τοῦ παντὸς ἁρμονίας τὴν εἰκὼ φέρει. Πάλιν τὸν αὐτὸν ἡμῖν θεὸν ὃν καὶ κατ’ ἀρχὰς παρα‐ ληπτέον τὸν πάσης μὲν σωματικῆς συστάσεως, πάσης δὲ
15ψυχικῆς ἁρμονίας ἐπιστάτην, καὶ δεητέον, εἰ μέν τι τῶν λεχθησομένων δόξῃ τε ὀρθῇ λελέξεται καὶ ὅσιον πολ‐ λοῖς ἐκφαίνειν, σῴζειν τε εἰς ἀεὶ τὸν λόγον καὶ ἄξιον
ἀκοαῖς τε καὶ γνώσει παρασχεῖν, εἰ δέ τι τούτων ἢ παρὰ τὴν τῶν ὄντων αἰτίαν ἐκμελῶς ἔχει ἢ οὐ προσηκόντως106
20ἐς τήνδε τὴν γραφὴν σιγᾶν δέον κατατάττεται, συγγνώ‐ μην μὲν ἡμῖν νέμειν τοῦ τε συντόνου τῆς φιλοπονίας καὶ τῆς εἰς τὸ ὁμόφυλον φιλανθρωπίας, τοὺς δὲ λόγους ἤτοι κατακρύψαι τέλεον ἢ οἷς ἀνεπίψογον παραδοῦναι.

3

.

10

Πρῶτον μὲν οὖν κινήσεως πέρι τῆς κατὰ τὴν φωνὴν τίς ἂν ἀμφισβητήσειεν ὡς οὐχὶ τῷ παντὶ συμφώνως ἔχει; τούτου γὰρ ἔκ τε τοῦ ποιητικοῦ κἀκ τῆς ὕλης συνεστη‐ κότος, ὕλης δὲ οὔσης ἁπλῆς τε καὶ ἀμορφώτου καὶ παντὸς
5εἴδους ἐστερημένης, ταῖς μὲν τῶν ἄλλων τεχνῶν ὑποβά‐ θραις τε καὶ ἀρχαῖς ὡς μὲν πρὸς τὰς σφετέρας τέχνας ὕλαις εἶναι συμβέβηκεν, ὡς δὲ πρὸς τὴν φύσιν πολὺ πρό‐ τερον εἴδεσι τυγχάνειν· ἡ δὲ κίνησις ἡ κατὰ τὴν φωνὴν ἄνευ τε σωματικῆς διαφορᾶς ἐπινοεῖται καί ἐστι κατ’
10οὐσίαν, ὡς τὰ πρῶτα, ἀσώματος. ἀλλὰ καὶ τῆς ὕλης μυ‐ ρίας ἀμφισβητήσεις παρεσχημένης πότερα συνεχής ἐστιν ἢ διεχής, ἡ μουσικὴ κἀν τούτῳ τῆς ὕλης τὴν ἐναντιότητα δείκνυσι· τὴν γὰρ αὑτῆς ὕλην, ἥτις ἐστὶ κίνησις φωνῆς, συνεχῆ τε καὶ διαστηματικὴν ἐπιδέδειχεν. ὥσπερ οὖν ἡ
15τοῦ παντὸς προνοουμένη δύναμις τό τε λίαν συνεχὲς εἰς εἴδη διαιρεῖ τῆς ὕλης καὶ τὸ διεχὲς συνάγει συμμέτρως, οὑτωσὶ δὲ καὶ ἡ μουσικὴ τὴν μὲν πολλὴν συνέχειαν τῆς φωνῆς ὡς ἄχρηστον περιεφρόνησε, τὴν δὲ μείζω διέχειαν ὡς ἄπειρον ἀποδοκιμάσασα συμμέτρῳ διαστάσει τὴν
20μελῳδίαν ὑπεστήσατο. καὶ μὴν ὅτι μὲν φθόγγος αὐτῆς ἡ ἁπλῆ κίνησις δῆλον ἡμῖν· τοῦτο δὲ κοινὸν μὲν καὶ ταῖς ἄλλαις τέχναις (πᾶσαι γὰρ ἐξ ἀμερῶν τῶν πρὸς ἑαυτὰς τὴν ἀρχὴν ἔχουσιν), ἰδιαίτερον δὲ τὸ τῶν ἐναντίων εἶναι δεκτικὸν ὁμολόγως τῇ τοῦ παντὸς ὕλῃ· ὀξύτητος γοῦν ὁ
25αὐτὸς καὶ βαρύτητος μετείληφεν. ἀλλὰ καὶ τούτων οἱ μὲν ἑστᾶσιν, οἱ δὲ κινοῦνται· τὸ δ’ αὐτὸ κἀπὶ τοῦ σύμπαντος ἔστι λέγειν· καὶ γὰρ τῶν ὄντων τὰ μὲν ἕστηκε, τὰ δὲ κι‐ νεῖται. καὶ δὴ τούτων ἑκατέρου διτταὶ διαφοραί· τὰ μὲν γὰρ κατὰ τόπον ἕστηκεν, ὡς ἡ γῆ καὶ τὰ ἐν αὐτῇ, οἷς107
30ὁμολογοῦσιν οἱ βαρύπυκνοι φθόγγοι διὰ τὴν τοῦ στοι‐ χείου βαρύτητα καὶ συνάφειαν πρὸς τὰ ἐφεξῆς, τὰ δὲ κατὰ δύναμιν, ὡς τὰ θεῖα, οἷς ἐοίκασιν οἱ ἄπυκνοι τὴν ἐκτὸς σωματικῆς συζυγίας αὐτῶν ὑπόστασιν ἐνδεικνύμενοι· ἀρχαί τε γάρ εἰσι τῶν λοιπῶν φθόγγων, ὡς τῶν σωμάτων
35ἐκεῖνα, περιέχουσί τε τοὺς ἑξῆς ἅπαντας ἐν μὲν χορδαῖς ταῖς τῶν ἀριθμῶν ἐλαττώσεσιν, ἐν δὲ αὐλοῖς τῇ τῶν μεγε‐ θῶν ἀφαιρέσει. οὕτως δὴ καὶ ἐπὶ τῶν ὅλων θεῖοί τε ἄνδρες καὶ σοφοὶ διηρεύνησαν ὑφέσει τὰ δεῦρο πάντα καὶ ὑπο‐ βάσει τὰ ἔσχατα τῶν πρώτων ἀρετῇ τε καὶ ζωῇ καὶ κινήσει
40λειπόμενα ἀγαθοῦ μὲν μειώσει κακίαν δεῖξαι, ζωῆς δὲ ἐλαττώσει ποιῆσαι φθοράν, κινήσεως δὲ τῆς κατὰ λόγον βραδυτῆτι καὶ ἐνδείᾳ γίνεσθαι τοῦ μεσαιτάτου τὴν τελείαν ἀκινησίαν. πάλιν ἐπεὶ τῆς φορᾶς εἴδη δύο (ἡ μὲν γὰρ γίνεται κατ’ εὐθεῖαν, ἡ δὲ κατὰ κύκλον), τῇ μὲν κατὰ κύκλον χρῆ‐
45ται τὸ αἰθέριον σῶμα, ὃ δὴ καὶ ἐπίπεδον εἶναι πρός τινων εἴρηται, ὅπερ ὅμοιον ἂν εἴη τοῖς παρυπατοειδέσι (δύο γοῦν οὗτοι δηλοῦσι διαστήματα τήν τε δίεσιν καὶ τὸ ἡμιτόνιον)· τὴν δὲ κατ’ εὐθεῖαν [ἣν] φέρεται τὰ ὑπὸ σε‐ λήνην, ἃ βάθους τε ὁμολογουμένως μετέχει καί ἐστι τριχῇ

3

.

10

(50)

διαστατά, οἷς ὁμοιοῦσιν οἱ λιχανοειδεῖς, τὰς τρεῖς δη‐ λοῦντες διαστάσεις δίεσίν τε καὶ ἡμιτόνιον καὶ τόνον. τί δ’; οὐχὶ καὶ τούτων αὐτῶν ἐν ἀραιότητι καὶ πυκνότητι εἰσὶν αἳ διαφοραὶ τῶν ὑλικῶν σωμάτων ἐπιφαίνουσιν ἰδιότητας, ᾗ τὰ μὲν αὐτῶν ἀραιότητι κοῦφα καὶ ἀνωφερῆ,
55τὰ δὲ πυκνότητι βαρύτερα καὶ χαμαιπετῆ; καὶ μὴν τό γε τούτων αὐτῶν φύσει μὲν ἐς ἄπειρον προιέναι τὰς ὀξύ‐ τητας, τέχνῃ δὲ περιωρίσθαι τήν τε τοῦ δημιουργοῦ δηλοῖ δύναμιν καὶ τὴν ὑλικὴν φύσιν τὴν μὲν ἄπειρον οὖσαν καὶ ἄλογον, τὸν δὲ πέρας ὄντα καὶ λόγον· τούτῳ καὶ108
60σωμάτων συνίσταται κάλλη καὶ ψυχῆς ἀρεταὶ καὶ ἀέρων συμμετρίαι οὔτε ἐς ἄπειρον προβαίνουσαι οὔτε ἀθρόως ἐπὶ τοὐναντίον, δι’ ἐλαχίστων δὲ ἐπιδόσεων τὰς μεταστά‐ σεις ποιούμεναι, εὐκρασίας μὲν ἐν τῷ παντί, φυτοῖς δὲ εὐεστώ, ζῴοις δὲ ὑγίειαν παρεχόμεναι.

3

.

11

Ἔτι γε μὴν τὸ τρία τυγχάνειν τὰ πρῶτα σύμφωνα συστήματα τὴν τριαδικὴν τοῦ παντὸς ὑποφαίνει φύσιν. τὰ μὲν γὰρ αὐτῶν φαμεν ἀσώματα κατὰ τὸ διὰ πασῶν τέλειον, τὰ δὲ σώματα κατὰ τὸ διὰ τεσσάρων, τὰ δὲ τὴν
5ἐν μέσῳ φύσιν κεκληρωμένα κατὰ τὸ διὰ πέντε. πάλιν τὰ μὲν τῶν ὄντων θεῖα καὶ ἀείζωα, τὰ δ’ ἄψυχα διὰ παντός, τὰ δὲ μεταξὺ τούτων, ὡς τὰ θνητὰ ζῷα. δι’ ἃ δὴ καὶ τῶν μελῳδικῶν γενῶν τριττὴ γέγονεν ἡ ἀνωτάτω διαφορά. ἀλλ’ ἐπεὶ καὶ τῶν ἐν τοῖς σώμασι διαστημάτων τριττή
10τις ἡ φύσις, ἡ μὲν ἀρχηγέτις ἐφ’ ἓν τεταγμένη κατὰ γραμ‐ μήν, ἡ δ’ ἐπὶ ταύτῃ διὰ δυεῖν κατ’ ἐπίπεδον, ἡ δὲ τρίτη διὰ τριῶν αὐξήσεων ἐπὶ βάθος, τὸ μὲν ἐναρμόνιον τέτακται κατὰ γραμμὴν ἁπλοῦν τυγχάνον καὶ ἀδιάφορον, τὸ δὲ διά‐ τονον ὡς στερεὸν ὑπάρχον καὶ βάθους μετείληφε, τὸ δὲ
15χρωματικὸν τετάξεται κατ’ ἐπίπεδον, ὅπου καὶ παρὰ τοῖς παλαιοτέροις πᾶσαν τὴν ἐπίπεδον φύσιν χρόαν κεκλῆσθαι συνέβαινε, 〈τῷ〉 χρώματος εἶναι δηλωτικὴν πάσης ἐπιφα‐ νείας διεγνωσμένης. πάλιν δ’ αὐτῶν τῶν 〈γενῶν τῶν〉 με‐ λῳδικῶν εἰς εἴδη μεμέρισταί τινα. καὶ τοίνυν ἐπεὶ τὸ μὲν
20ἐναρμόνιον ἀδιαίρετόν ἐστι, τὸ δὲ χρῶμα ἐς τρία διαιρεῖται, τὸ δὲ διάτονον ἐς δύο, καὶ σύμπαντα πληροῖ τὴν ἑξάδα τοῦ τελείου συστήματος τοῖς τόνοις ἐξισουμένην, ἐν μὲν τῷ περὶ ἀνθρώπου λόγῳ τὸ μὲν ἐναρμόνιον ψυχικὴν οὐσίαν ἐμφαίνει μοναδικήν τε οὖσαν καὶ ἁπλῆν, τὸ δὲ109
25χρῶμα τὴν μεταξὺ ψυχῆς καὶ σώματος ὑπόστασιν, ἣν κα‐ λοῦμεν φύσιν· τριάδι γὰρ ἀναλογεῖ διὰ τὸ τέλειον (διό τινες τὴν καλουμένην ψυχὴν νοῦν θύραθεν προσειπόντες, τὸ δ’ ὑφ’ ἡμῶν λεγόμενον φύσιν ψυχὴν ὀνομάσαντες, ἀπὸ τῆς ἐν αὐτῇ θεωρουμένης τελειότητος ἐντελέχειαν αὐτὴν
30προσειρήκασι)· τὸ δὲ διάτονον δηλοῖ τὸ αἰσθητὸν σῶμα· τουτὶ γὰρ στερεόν τ’ ἐστὶ καὶ ἀντιτυπὲς ὡς κἀκεῖνο σκλη‐ ρόν τε καὶ ἀπειθές, τήν τε σύνθεσιν ὁμοίαν ἔχει· καὶ γὰρ τὸ σῶμα καθόλου τε καὶ κατὰ μέρη συνέστηκεν οὕτως τῇ † δυοισισχ ... † καὶ ἡμισέος συνθέσει, ὡς ἐκεῖνο δυεῖν
35〈τόνων〉 καὶ ἡμιτονίου τάξει γεγενημένον· τὸ δὲ χρῶμα ἐκ πάντων ἡμιτονίων σύγκειται τὴν φυσικὴν ὁμοιότητα τῆς ἐντελεχείας πρὸς ἑαυτὴν 〈* * * τὴν〉 δὲ τελειότητα τῷ τριπλασιασμῷ τῆς ἡμιτονιαίας διαστάσεως ἐπιδεικνύον· τὸ δ’ ἐναρμόνιον κατὰ δίεσιν 〈καὶ δίεσιν〉 καὶ δίτονον
40τοῖς μὲν διεσιαίοις διαστήμασι τὸ τῆς ψυχῆς δι’ ἐλαχίστων ἡρμοσμένον καὶ οἷον ἄογκον καὶ ἀμερὲς ἐπιδηλοῖ, τῷ δὲ διτόνῳ τὴν σφοδρὰν αὐτῆς καὶ ἄθρουν αὐτοκινησίαν. ἔν γε μὴν τῷ παντὶ τὸ μὲν ἐναρμόνιον ἁπλοῦν τε ὂν καὶ ἀπαθὲς ὡμοίωται τῷ ποιητικῷ, τὸ δὲ χρῶμα τριχῇ διαι‐
45ρούμενον ἐς ἀριθμὸν τέλειον τὸν ζωῆς αἴτιον τοῖς σώμασιν ὑποφαίνει τόπον, τὸ δὲ διάτονον, ἐς δύο, τὸ τῆς ὕλης διαιρε‐ τόν τε καὶ παθητικόν.

3

.

12

Ταῦτα δ’ οὐκ ἂν μάχοιτο τοῖς περὶ τῶν διαστημάτων προειρημένοις· ὅπου γὰρ περὶ τὸ μέγεθος ἡ διαφορά, ὁ
μὲν αἰθέριος διὰ δυάδος 〈ἐμφαίνεται τόπος, ὁ δ’ ὑλικὸς διὰ τριάδοσ〉. ὅπου δὲ δυνάμεως ἔκθεσις, ὁ μὲν αἰθέριος ὡς110
5τέλειος κατείληφε τὸν τρία, ὁ δ’ ὑλικὸς ὡς ἀτελὴς καὶ παθητικὸς ἔστερξε τὴν δυάδα. ἀλλὰ καὶ τῆς τοιαύτης ἐναλλαγῆς οὐκ ἀνάρμοστος ἡ αἰτιολογία· ὡς γὰρ ἐκ τούτων τῶν ἀριθμῶν τὸν ἓξ τέλειον ὄντα καὶ πρῶτον τοῖς αὑτοῦ μέρεσι συμπληρούμενον (διὸ καὶ γάμος εἴρηται)
10γεννᾶσθαι συμβαίνει, οὑτωσὶ δὲ καὶ τούτων τῶν φύσεων συνιουσῶν, αἰθερίου τε καὶ ὑλικῆς, ἅπασα κατὰ σῶμα ζωτικὴ συνίσταται φύσις. ἀλλὰ καὶ τριῶν τόπων ἡμῖν ἀποδειχθέντων, ἐὰν καὶ τοὺς λόγους αὐτῶν οὓς ἔχουσι πρὸς ἀλλήλους ἐξετάζωμεν, τοῦ μὲν πρώτου πρός τε τὸν
15δεύτερον καὶ τὸν τρίτον, τοῦ δὲ δευτέρου πρὸς τὸν τρίτον, ἡ τῆς ἑξάδος ἡμῖν ποσότης ἀναπληρωθήσεται. Τῶν δὲ δὴ κατὰ μουσικὴν ἀριθμῶν ἅπαντες ἱεροί τε καὶ τελεσιουργοί, ὁ μὲν ἐπόγδοος τὴν πάντων δηλῶν ἁρμο‐ νίαν (ἑπτὰ γὰρ ὄντων τῶν πλανητῶν ὄγδοος μὲν ὁ ζῳδια‐
20κός, ἐνάτη δὲ ἡ ἄναστρος καλουμένη σφαῖρα), ὁ δὲ ἐφ‐ επτακαιδέκατος τρεῖς ἐφεξῆς ἀστειοτάτους παρατιθεὶς ὅρους. ὁ μὲν 〈γὰρ〉 ἑκκαίδεκα καὶ ὀκτωκαίδεκα μόνοι πάντων ἐπιπέδων ἀριθμῶν τὰς χώρας ἴσας ταῖς σφετέραις περιμέτροις ἔχουσι τὴν συμμετρίαν περιέχοντός τε καὶ
25περιεχομένου, ψυχῆς καὶ σώματος, δηλοῦντες· ὁ δὲ ἑπτακαίδεκα μέσος ὢν τῶν προειρημένων ὅρος καὶ τὴν ἀμφοῖν φυσικὴν μεσότητα δηλῶν τὴν πρώτην τῆς σελήνης ἐς τὰ ἐπίγεια φυσικήν τε μετάδοσιν καὶ ἀπόρροιαν ἀνα‐ διδάσκει· ὁ δὲ τριακονταὲξ σαφηνίζων τὴν δίεσιν ἀνθρω‐
30πίνου ζῴου τὴν πρώτην δείκνυσι δημιουργίαν.

3

.

13

Ἔτι μὴν ἐν τῇ τῶν τρόπων οὓς καὶ τόνους ἐκαλέ‐ σαμεν ἐκθέσει ἕκαστος μὲν αὐτῶν, εἰ κατὰ τὰ τρία γένη μεμιγμένως γράφοιτο, τὸν τῶν εἰκοσιοκτὼ πληρώσειεν
〈ἂν〉 ἀριθμὸν ἴσον ὄντα τοῖς σεληνιακοῖς φωσίν· ἑκάστου111
5γὰρ μηνὸς τοσαυτάκις αὐτὴν ὁρᾶσθαι συμβαίνει· πάλιν δὲ κατ’ ἰδίαν ἐκτιθέμενοι καὶ 〈μὴ〉 μελῳδουμένου τοῦ τῶν συνημμένων συστήματος ἰσοδυναμοῦντος τῷ διεζευγ‐ μένων τοὺς πάντας ἐκφωνουμένους φθόγγους ἔχουσι πεντεκαίδεκα καὶ ἰσαρίθμους τῇ τῆς σελήνης αὐξήσει·
10ὡς γὰρ αὕτη μέχρι πεντεκαίδεκα φώτων ἐπιδεδωκυῖα πά‐ λιν ἄρχεται τοῦ φθίνειν, οὕτως καὶ ἡ φωνὴ μέχρι πεντεκαί‐ δεκα φθόγγων ἐπιτείνασα πάλιν ὑπέστρεψεν εἰς βαρύ‐ τητα. καὶ ἀριθμὸς δὲ ἐπ’ ἀμφοῖν ὁ αὐτὸς συμβαίνει 〈γίνε‐ σθαι καὶ οὕτως· καὶ γὰρ ἐκείνη〉 ἄχρις εἴκοσι καὶ ἐννέα
15πρόεισιν ἡμερῶν ἐνίοτε τὴν λοιπὴν ἔνην καὶ νέαν ἔχουσα, καὶ οἱ φθόγγοι, κατ’ ἐπίτασιν καὶ ἄνεσιν εἰ μελῳδηθεῖεν, τέλος μὲν ἐπιτάσεως, ἀρχὴν δὲ ἀνέσεως ὄντα τὸν πεντε‐ καιδέκατον ἅπαξ ἠχήσαντες τὸν ἴσον ἀριθμὸν πληροῦσιν.

3

.

14

Ἀλλὰ καὶ τῶν ἐν ἑκάστῳ τετραχόρδων πέντε τυγ‐ χανόντων ἕκαστον αὐτῶν τοῖς ἡμετέροις αἰσθητηρίοις ὅμοι‐ ον δείκνυται. τὸ μὲν οὖν βαρύτατον ὅπερ ἐστὶν ὑπάτων ἔοικεν ἁφῇ (πρωτίστης γὰρ αὐτῆς καὶ τὰ ἀρτίτοκα τῶν
5βρεφῶν ἀντιλαμβάνεται ὑπὸ τῆς τοῦ περιέχοντος ψύξεως ἐς ἐκβόησιν προαγόμενα, καὶ ἡ βαρυτάτη πέφυκε δι’ ὅλου χωροῦσα σώματος)· τὸ δὲ δεύτερον 〈ὃ καλοῦμεν μέσων πλησιαίτερον〉 γεύσει (χρεία τε γὰρ αὐτῆς διὰ τὴν ζωὴν πρὸ τῶν λοιπῶν καὶ ὁμοιότης πρὸς τὴν ἁφήν·
10ἁφὴ γὰρ γλώττης ἡ γεῦσις). τὸ δὲ τρίτον ὃ καλεῖται συνημμένων ὀσφρήσει συντακτέον· ἕπεταί τε γὰρ τῇ γεύσει καὶ ἀμφοτέραις ἐστὶ πρὸς ἄλληλα κοινωνία· πολλοὶ γοῦν καὶ ταῖς ὀσμαῖς ἀντὶ τροφῆς, ὥσπερ ἰατρῶν παῖδες, λειποθυμοῦντας περιέσωσαν. τὸ δὲ τέταρτον ὅ φαμεν
15διεζευγμένων ἀκοῇ παραβλητέον· πόρρω τε γὰρ τῶν
ἄλλων αἰσθήσεων ἀπῴκισται καὶ οὐδὲ κατὰ ταὐτὸ μέρος ὥσπερ οἱ μυκτῆρες σύγκειται, ἀλλ’ ἡ μὲν αὐτῶν ἐν δεξιᾷ, ἡ δ’ ἐπὶ τἀναντία χωρὶς οὖσαι καὶ σφῶν αὐτῶν διεζύ‐ γησαν. τὸ δὲ δὴ λοιπὸν ὅπερ ἐστὶν ὑπερβολαίων ὁράσει112
20προσομοιωτέον· ὡς γὰρ ἐκεῖνο τῶν ἄλλων συστημάτων ὀξύτατον, οὑτωσὶ καὶ ἥδε πασῶν αἰσθήσεων, οὐ τῆς τῶν σωμάτων δεομένη πλησιότητος ὥσπερ αἱ λοιπαὶ ἀλλ’ αὐτὴ παρ’ αὑτῆς τοῖς ὑποκειμένοις ἐπιβάλλουσα. Ἀλλὰ γὰρ καὶ τὴν τῶν πρώτων στοιχείων πεντάδα
25τούτοις ἀναλογοῦσαν εὑρήσομεν, τῷ μὲν ὑπάτων γῆν ὡς βαρυτάτην, τῷ δὲ μέσων ὕδωρ ὡς γῇ πλησιαίτατον, τῷ δὲ συνημμένων ἀέρα (διήκει γὰρ οὗτος ὑφιζάνων καὶ καθελκόμενος ἔν τε θαλαττίοις βάθεσι καὶ φωλεοῖς γῆς τῆς ἐνταῦθα τῶν ζῴων ἀναπνοῆς χάριν, ἧς ἄνευ οὐκ ἂν
30σῴζοιτο, ἐπιτήδειος ὤν), πῦρ δὲ τῷ διεζευγμένων (τούτου γὰρ παρὰ φύσιν ἡ ἐπὶ τὰ κάτω φορὰ καὶ ἡ κατοχὴ βίαιος, φυσικὴ δὲ ἡ πρὸς τὸ ἄνω πορεία καὶ τῶν τῇδε κεχωρι‐ σμένη). τῷ δὲ ὑπερβολαίων τὸν αἰθέρα ὡς ἀκρότητα προσ‐ νεμητέον.
35 Καὶ γὰρ τούτων ἕκαστον τῶν στοιχείων τοῖς ἡμετέροις ἔστιν εὑρεῖν ἀναλογοῦν αἰσθητηρίοις, γῆν μὲν ὡς ἀντί‐ τυπον ἁφῇ σκληρῶν τε οὔσῃ καὶ μαλακῶν ἀντιληπτικῇ, ὕδωρ δὲ γεύσει (δι’ ὑγρότητος γὰρ αὕτη τῶν ποιοτήτων αἰσθητική), ἀέρα δ’ ὀσφρήσει (δι’ ἀναπνοῆς γὰρ εὐωδίαι
40πᾶσαι δοκιμάζονται), πῦρ δὲ ἀκοῇ (θερμότητι γὰρ ἐνερ‐ γεῖ πολλῇ τουτὶ τὸ αἰσθητήριον, ψυχρότητι δὲ φθείρεταί τε καὶ ἀπόλλυται, διὸ καὶ προβέβληται τὸ τῶν ὤτων ἀλεξ‐ άνεμον), αἰθέρα δὲ ὁράσει (διὰ γὰρ αὐγοειδοῦς ταύτῃ σώ‐ ματος ἡ ἐνέργεια).

3

.

15

Τῶν δὲ διὰ πέντε τριῶν ὄντων πάλιν τὰ ὅμοια συν‐ αρμόττοντες ὁμοίοις τὸν πρέποντα περὶ ἑκάστων λόγον ποιησόμεθα· τὸ μὲν γὰρ δι’ ὑπάτων καὶ μέσων ἐν μὲν
ἀνθρώπου φύσει γεῦσιν καὶ ἁφὴν ἅμα δηλοῖ διὰ τὴν ἐν113
5ἀντιτύποις αὐτῶν ἐνέργειαν, ἐν δὲ τῷ παντὶ γῆν καὶ ὕδωρ διὰ τὴν ἐπὶ τὸ μέσον ἐπίσης ῥοπήν· τὸ δὲ κατὰ συν‐ ημμένων 〈νέμομεν〉 ὅπου μὲν ὀσφρήσει, ὅπου δὲ ἀέρι, δι’ ἃς εἰρήκαμεν αἰτίας· τὸ δὲ κατὰ διεζευγμένων ὅπου μὲν ἀκοῇ τε καὶ ὁράσει (διὰ 〈γὰρ〉 θερμότητος, ἣν χωρὶς
10αὐγῆς οὐκ ἔστιν ἰδεῖν, ἀμφοτέρων ἡ κοινωνία), ὅπου δὲ πυρὶ καὶ αἰθέρι τὸν ἄνω τόπον ἀμφοτέροις κατειληφόσιν. δυεῖν δὲ εἰδοῖν ὄντοιν τοῦ διὰ πασῶν τὸ μὲν πρότερον ἐν μὲν ἀνθρώπῳ τέτταρα δηλοῖ τῶν αἰσθητηρίων ἅμα, οἷς ἀπό τε τῶν ἐκτὸς πραγμάτων καὶ ἀπὸ τῶν ἡμετέρων δυνά‐
15μεων μόνον ἡ ἐνέργεια, τὸ δὲ δεύτερον ὅρασιν ὡς μείζονα, ἥτις οὐ δυεῖν συνεληλυθότοιν ἀποτελεῖ τοὖργον ἀλλὰ καὶ τρίτου προσδεῖται τοῦ φωτὸς εἰς ἐπικουρίαν· ἐν δὲ τῷ παντὶ τὸ μὲν πρότερον σύστημα τὸν ὑλικὸν καὶ ἐπ’ εὐθείας κινούμενον, θάτερον δὲ τὸν αἰθέριον καὶ κυκλοφορητικὸν
20δηλώσει τόπον.

3

.

16

Ἔν γε μὴν τῷ περὶ ψυχῆς τῆς ἀνθρωπίνης λόγῳ καὶ ταῖς ἀρεταῖς οὐκ ἀτόπως ἄν τις παραβάλλοι τὰ συστήματα. τὸ μὲν οὖν ὑπάτων καὶ μέσων σωφροσύνῃ προσνεμητέον· διπλῆ γὰρ ταύτης ἡ ἐνέργεια· τῆς γὰρ ἡδονῆς τὴν
5μὲν παράνομον εἶναι συμβέβηκεν, ἧς ἀποχὴν παντελῆ καὶ ἡσυχίαν ἐπαινοῦντες οὐκ ἀλόγως τῷ βαρυτάτῳ τῶν συστημάτων ὁμοιώσομεν, τὴν δὲ ἔννομον, ἧς περὶ συμ‐ μετρίαν ὁ ἔπαινος, ἣν οὐκ ἀτόπως τῷ μέσων ὑποτάξομεν. τό γε μὴν συνημμένων δικαιοσύνῃ προσνεμητέον· συνῆπταί
10τε γὰρ ἡ ταύτης ὑπόστασις εἰς σωφροσύνην καὶ τὴν αὑτῆς δύναμιν ἐν πολιτικαῖς τε χρείαις καὶ ἰδιωτικαῖς εὐποιίαις διὰ κοινωνίας ποιεῖται συνάγουσα τὸ ἀνθρώπειον. τὸ δὲ διεζευγμένων ἀνδρίᾳ παρισωτέον· μάλιστα γὰρ αὕτη χωρίζει πάσης κακίας, τῆς ἐς τὸ σῶμα προσπαθείας
15τὴν ψυχὴν ἀπολύουσα. τὸ δ’ ὑπερβολαίων φρονήσει πέφυ‐ κεν ἐφάμιλλον· τὸ μὲν γὰρ ὀξύτητος πέρας, τῆς δ’ ἐν ἀκρότητι τἀγαθόν. πάλιν ταῦτα τοῖς διὰ πέντε τρισὶν εἰ παρομοιώσομεν, 〈τὸ μὲν πρῶτον δυσὶν ἀρεταῖς ἀποδώ‐ σομεν〉 δικαιοσύνην τε καὶ σωφροσύνην ἅμα τάττοντες114
20ὡς τοῦ τῆς ψυχῆς ἐπιθυμητικοῦ κόσμον οὔσας, τὸ δὲ δεύτερον ἀνδρίᾳ τὴν τοῦ θυμικοῦ δηλοῦν ἀρετήν τε καὶ ὑπόστασιν καὶ πρὸς ἑκατέραν τῶν δυεῖν φύσεων παρὰ μέρος ῥοπήν, τὸ δὲ τρίτον φρονήσει τὴν λογικὴν οὐσίαν δηλοῦν. ἔτι μὴν καὶ τὴν δυάδα τοῦ διὰ πασῶν τῇ γενικῇ
25τῆς ψυχῆς δυάδι παραβλητέον, τὸ μὲν πρότερον τῷ πρα‐ κτικῷ καὶ ἀλόγῳ μέρει, τὸ δ’ ἕτερον τῷ λογικῷ καθ’ ὁμοιότητα παρατιθέντας.

3

.

17

Ὅρα δὴ ὅπως καὶ διττῆς κατὰ τὸν βίον οὔσης πράξεως (ἡ μὲν γὰρ πρὸς ἀρετήν, ἡ δὲ πρὸς κακίαν κατα‐ βάλλει) καὶ ταύτας τὰς διαφορὰς τῶν βίων ὑπέδειξεν ἡ μουσική. τὸ μὲν γὰρ πρότερον τῶν τελείων συστημάτων
5τῇ νέᾳ πάσῃ, φασίν, ὅμοιον ἡλικίᾳ, καθ’ ἣν ἅπαντες βιοῦ‐ μέν τε ὁμοίως καὶ παθῶν ἐπίσης ἡττώμεθα· τὸ δ’ ἀπὸ μέσης τὰ μετὰ τὴν παιδικὴν ἡλικίαν διπλᾶ διαδηλοῖ βίων εἴδη. τὸ μὲν γὰρ κατὰ συνημμένων τῷ μὲν βραχύτερον εἶναι τὴν εὐχέρειαν, τῷ δὲ διὰ τὴν ἡμιτονιαίαν συναφὴν
10ἔγγιον εἶναι καὶ ἥδιον κατὰ τὸν ἦχον τὴν τῆς κακίας εὐχερῆ καὶ ἡδεῖαν διαδηλοῖ φύσιν, ἐν ᾗ τοῦ μὲν ἐν ἡλικίᾳ βίου μηδαμοῦ τις μετεβάλετο, πονηρίας δὲ ἐπίδοσιν εἴ‐ ληφε μόνης· τὸ δὲ κατὰ διεζευγμένων μεῖζον μὲν ὂν τὸ δυσχερές, τονικὴν δὲ ποιούμενον μεταβολὴν περατού‐
15μενόν τε τῇ τῆς φωνῆς δυνάμει τὴν σφοδρὰν καὶ σύντονον
ἐς τὸ βέλτιον βίου μετάστασιν δηλοῖ τήν τε τῆς ἀρετῆς δύναμιν· ἐν ἀκρότητι γὰρ αὐτῆς ἡ ὑπόστασις, κακίας δὲ εἶδος ἅπαν ἀτελοῦς τε φύσεως ἔλεγχος καὶ παντελὴς ἀδυναμία. διὸ καί τινες τῶν σοφῶν τὸ μὲν τέλειον τῆς115
20ἀρετῆς ὡς μέγιστον ἑκάστῳ κόσμον καὶ σωτήριον ἀπο‐ φαινόμενοι θεότητα προσειρήκασι, τὸ δὲ τῆς κακίας μειω‐ τικόν τε καὶ φθαρτικὸν πάσης φύσεώς τε καὶ συστάσεως συνειδότες ὡς ἀπρεπὲς λογικῷ ζῴῳ θηριωδίαν ἐπωνόμα‐ σαν. λέγει δέ που [Op. 287—292] καὶ Ἡσίοδος περὶ ἀμ‐
25φοῖν οὕτως ἐναργῶς τοῖς ὀνόμασιν ἐπὶ τῶν ἕξεων ἑκα‐ τέρων ὡς μουσικὸς ἄν τις ἐπὶ τῶν συστημάτων εἶπε χρώμενος·
τὴν μὲν γὰρ κακότητα καὶ ἰλαδὸν ἔστιν ἑλέσθαι
ῥηϊδίως· λείη μὲν ὁδός, μάλα δ’ ἐγγύθι ναίει·
30τῆς δ’ ἀρετῆς ἱδρῶτα θεοὶ προπάροιθεν ἔθηκαν ἀθάνατοι· μακρὸς δὲ καὶ ὄρθιος οἶμος ἐς αὐτὴν καὶ τρηχὺς τὸ πρῶτον· ἐπὴν δ’ εἰς ἄκρον ἵκηαι, ῥηϊδίη δὴ ἔπειτα πέλει χαλεπή περ ἐοῦσα.

3

.

18

Φέρε δὴ καὶ τὰς τῶν λογικῶν ζῴων γενέσεις ὅπως ταῖς κατὰ μουσικὴν ἀναλογίαις συμπεπόνθασιν ἐπι‐ δείξωμεν. τὴν μὲν οὖν καθ’ ἑπταμήνους περιφορὰς τελε‐ σιουργουμένην κατὰ τοὺς ἁρμονικοὺς θεωρήσομεν γινομέ‐
5νην λόγους. εἰ γὰρ λαβόντες τὸν ἓξ πρῶτον ὄντα γενέσεως σύμβολον ἐφεξῆς συνθείημεν ἀριθμοὺς τοὺς τῶν ἁρμο‐ νικῶν ἀναλογιῶν πρὸς αὐτὸν ἐπιδεικτικούς, ἐπιτρίτου τε καὶ ἡμιολίου καὶ διπλασίου, ἔσονται μὲν ἡμῖν κείμενοι κατὰ τὸ ἑξῆς ἀριθμοὶ οἵδε· ἓξ ὀκτὼ ἐννέα δώδεκα· τού‐
10τους δὲ συνθέντες καὶ ποιήσαντες τὸν τριακονταπέντε καθ’ ὅν φασι τὰ ἑπτάμηνα διαπλάττεσθαι, εἰ κατὰ τὸν
ἓξ πολυπλασιάσαιμεν αὐτόν, 〈ποιήσαιμεν ἂν τὸν διακόσια δέκα〉 ἰσάριθμον ταῖς τῶν ἑπταμήνων περιόδοις ἡμερη‐ σίαις. πάλιν δὲ εἰ τοῖς αὐτοῖς ὅροις τοὺς ῥυθμικοὺς προσ‐116
15θέντες λόγους ἴσον τε καὶ διπλασίονα καὶ ἡμιόλιον καὶ ἐπίτριτον ἀπὸ μονάδος ἀρξόμεθα, συγκείσονται μὲν ἀριθ‐ μοὶ οἵδε· εἷς δύο τρία τέσσαρα· ὧν ὁ μὲν εἷς οὐδένα προ‐ τεταγμένον ἔχων ἀριθμὸν τὸν ἴσον πρὸς ἑαυτὸν ἕξει λόγον, ὁ δὲ δύο πρὸς τὸν ἕνα τὸν διπλασίονα, ὁ δὲ τρία πρὸς τὸν
20δύο τὸν ἡμιόλιον, ὁ δὲ τέσσαρα πρὸς τὸν τρία τὸν ἐπίτρι‐ τον· οὓς ἀλλήλοις μὲν παραθέντες τὸν τῶν δέκα πληροῦμεν ἀριθμόν, τοῦτον δὲ τῷ τριακονταπέντε συνθέντες ποιή‐ σομεν τὸν τεσσαρακονταπέντε, καθ’ ὅν φασι μορφοῦσθαι τὰ ἐννεάμηνα. τῷ δὲ ἓξ πάλιν ὡς τελείῳ τὸν τεσσαρα‐
25κονταπέντε πολυπλασιάσαντες τὸν τῶν ἐννεαμήνων ἀριθ‐ μὸν ἕξομεν διακόσια ἑβδομήκοντα· τοσαύταις γὰρ ἡμε‐ ρῶν περιπολήσεσι ζωογονεῖσθαι συμβαίνει τοὺς προειρη‐ μένους. τοὺς δ’ ὀκταμηνιαίους ἰδεῖν ἔστι γεννωμένους μὲν τῷ μετέχειν ἐλαχίστων λόγων, ὅτι δὲ μὴ πάντων, οὐδα‐
30μῶς ζωογονουμένους. Ἀλλὰ γὰρ καὶ τοὺς λόγους τῶν διαστημάτων εἰ προσ‐ αγάγοιμεν τοῖς περὶ σωμάτων συμμετρίας λεγομένοις, εὑ‐ ρήσομεν ὡς τοῖς μὲν συμφώνοις διαστήμασι τὰ κάλλους μετέχοντα ἀναλογεῖ, τοῖς δ’ ἀσυμφώνοις ὡμοίωται τὰ ἐναν‐
35τία. κάλλος δὲ σώματος οὐ τὸ τὴν ἄδοξον ἐπιφαῖνον θηλύ‐ τητα νομιστέον, ἀλλὰ τὸ ψυχῆς ἐπιτηδειότητα δηλοῦν πρὸς ἀνδραγαθίαν, ἧς οἱ τετυχηκότες ἐς ἀρετὴν παρα‐ κλητέοι καὶ ἐς φιλίαν ἀξιόκτητοι· τοῦτο γὰρ δύναται καὶ τὸ τῷ θείῳ Πλάτωνι ῥηθέν [Resp. III 403 c], σκοπὸν
40εἶναι μουσικῆς τὰ τοῦ καλοῦ ἐρωτικά.

3

.

19

Ἄθρει δὴ ὡς καὶ τῶν τοῦ παντὸς σωμάτων ὡδὶ
συμφωνοῦσιν οἱ λόγοι. πυρὶ μὲν γὰρ διὰ τὸ πυραμίδι παρα‐ πλήσιον τὸν τέσσαρα νέμομεν ἀριθμὸν ἰσαριθμοῦντα ταῖς τοῦ σχήματος γωνίαις, γῇ δὲ ὡς κύβῳ τὸν ἓξ ἰσάζοντα τοῖς117
5ἐπιπέδοις, ἀέρι δὲ ὡς ὀκταέδρῳ διὰ τὰ ἐπίπεδα τὸν ὀκτώ, ὕδατι δὲ ὡς εἰκοσαέδρῳ διὰ τὰς γωνίας τὸν δώδεκα. εἰλήφαμεν γὰρ τῆς τε ἀνωφεροῦς καὶ τῆς κατωφεροῦς δυ‐ άδος τῶν μὲν ποιητικῶν τὰς γωνίας αἷς δρῶσι διὰ τὴν ὀξύτητα, τῶν δὲ παθητικῶν τὰ ἐπίπεδα οἷς τέμνεται· ἀὴρ
10μὲν γὰρ ὑπὸ πυρός, γῆ δὲ ὑπὸ ὕδατος συνάγεται καὶ δια‐ χεῖται. Τούτων οὕτως ἐχόντων δῆλον ὡς καὶ τῶν ἐνιαυσίων ὡρῶν ἑκάστη τὸν τοῦ παραπλησίου τῶν στοιχείων ἀριθ‐ μὸν λήψεται, ἔαρ μὲν τὸν ἀέρος, ἐοικὸς αὐτῷ δι’ ἁπαλό‐
15τητα, τὸν ὀκτώ, θέρος δὲ πυρὸς διὰ θερμότητα τὸν τέσσαρα, μετόπωρον δὲ γῆς διὰ ξηρότητα τὸν ἕξ, χειμὼν δὲ ὕδατος δι’ ὑγρότητα τὸν δώδεκα. ἕξει τοίνυν τὸ ἔαρ, καθὰ καὶ Πυθαγόραν ἔφασαν λέγειν, πρὸς μὲν μετόπωρον τὸ διὰ τεσσάρων, πρὸς δὲ χειμῶνα τὸ διὰ πέντε, πρὸς δὲ
20θέρος τὸ διὰ πασῶν, ὡς ὑπογέγραπται· ὧν καὶ ἡ ἀναλογία μουσικὴ ποικίλως ἐξ ἐπιτρίτου καὶ ἡμιολίου καὶ ἐναλλὰξ τὸν διπλασίω πληροῦσα.

3

.

20

Ἔστιν οὖν κἀν τῷ τοῦ παντὸς σώματι παράδειγμα μουσικῆς ἐναργές. πάλιν γὰρ τὸ μὲν διὰ τεσσάρων τὴν ὑλι‐ κὴν ἐμφαίνει τετρακτύν, τὸ δὲ διὰ πέντε καὶ τὸ αἰθέριον προσσημαίνει σῶμα, τὸ δὲ διὰ πασῶν τὴν τῶν πλανητῶν
5ἐμμελῆ κίνησιν, περὶ ἧς μικρὰ διαλάβωμεν. ποιηταὶ μὲν γὰρ ταύτην πνοῇ κινούμενοι μουσικῇ διὰ παντὸς ᾄδουσιν ἄστρων χορὸν ἐπονομάζοντες, σοφοὶ δὲ ἄνδρες καὶ ἀληθείας ἰχνευταὶ δι’ ἀποδείξεων τοιῶνδε ἐθήρασαν. πᾶν φασι σῶμα τάχει πολλῷ φερόμενον καθ’ ὁμοίου καὶ
10ὑπείκοντος ἠρέμα κυμαινομένου τε ὑπὸ τῆς πληγῆς δίκην τῶν ὑπὸ ψηφῖδος ἐν ὕδασι κύκλων διαθεόντων ἦχον ποιὸν
ἀποτελεῖν· ὥσπερ δὲ τὸν ἀέρα τόνδε ἁπλοῦν τε ὄντα καὶ τοῖς ἡμετέροις ὀργάνοις προσφυῶς ἔχοντα διαφόρως ἠχεῖν συμβαίνει (τῆς γὰρ ὁμοίας πληγῆς ὑπό τε ἀνδρὸς καὶ γυ‐118
15ναικὸς παιδός τε καὶ πρεσβύτου γινομένης ἀνόμοιον ἀπο‐ δίδοσθαι τὸν ἦχον), οὑτωσὶ δὲ κἀκεῖθι τὸν μὲν αἰθέρα τυγχάνειν ἁπλοῦν, τὰ δ’ ἐν αὐτῷ σώματα πολλά τε ὄντα καὶ ποικίλα, ὡς δηλοῦται, μεγέθει τε καὶ χροιαῖς ἐνερ‐ γείαις τε καὶ ἀπορροίαις πλήττειν αὐτὸν κατὰ τὴν οἰκείαν
20δύναμιν καὶ φύσιν. ἡμῖν μὲν οὖν ἀνεπαισθήτους γίνεσθαι τοὺς ἤχους (οὐ γὰρ ἐπιτηδείως τὰς ἀκοὰς ἔχειν ἔκ τε τῆς πολλῆς ἀποστάσεως καὶ τῆς πρὸς τὸ σῶμα κράσεως θολερωτέρας, καθάπερ οἳ τὰ ὦτα κάκιον ἡμῶν διατέ‐ θεινται οὔτε τῆς ἡμετέρας ἐπαΐουσι φωνῆς οὔτε, ὃ μέ‐
25γιστον, βροντῶν τε καὶ τοιούτων κτύπων), τοῖς δὲ βελτίοσι τῶν μὴ φαύλως ἐν ἀνθρώποις βεβιωκότων ἐγγύς τε ἐλάσαι 〈μετεῖναι〉 τῆς ἀκοῆς καὶ μηδαμῶς ἀμοίροις γε‐ νέσθαι τῆς τοιᾶσδε εὐδαιμονίας· ὥσπερ γὰρ καὶ τῶν κρειττόνων ἐπόπτας γενέσθαι φύσει μὲν ἡμῖν εἶναι δυσ‐
30χερές, τοῖς δ’ ἀρετῆς ἐς ἄκρον ἐλθοῦσι καὶ ἐπιστήμης τῆς ἐπιτηδείου δυνατῶς ἔχειν καὶ θείων μορφῶν ἀβλαβῶς θεωρῆσαι παρουσίαν, οὕτω δὲ καὶ τῆς τοῦ παντὸς ἠχῆς ἀκοῦσαι μὲν ἀπὸ ταὐτομάτου καὶ μάλιστα τοὺς ἀναξίους ἀμηχανώτατον, τοὺς δὲ σπουδαίους καὶ ἐπιστήμονας
35ἀφθόνως τῆς τοιαύτης τιμῆς τε καὶ εὐμοιρίας σπανίως μέν, ὅμως δ’ οὖν μεταλαμβάνειν ὑπὸ τῶν κρειττόνων. τούτους δὴ τοὺς ἤχους προφέρεσθαί φασι κατὰ τὴν ὑποκειμένην τοῖς φθόγγοις τάξιν· τῶν δὲ φθόγγων ὧν μὲν ἀρρενικῶν, ἑτέρων δὲ θηλυτέρων, ἄλλων δὲ ἐπικοί‐
40νων ὄντων ἑκάστῳ δύναμιν τῶν πλανητῶν καὶ ἐνέργειαν παρίσωσαν.

3

.

21

Πρότερον οὖν διοριστέον τί τὸ ἄρρεν φύσει καὶ θῆλυ. τὸ μὲν οὖν ἄρρεν ἐν μὲν σώματι σκληρόν τε καὶ ξηρόν,
ἐν δὲ ψυχαῖς πρακτικόν τε καὶ φιλόπονον, τὸ δὲ θῆλυ ὑγρὸν διειμένον ἠρεμαῖόν τε καὶ φυγόπονον. τούτων δὴ κατα‐119
5κρατούντων ἢ μιγνυμένων ἐπίσης τὰς τῶν ἐνεργειῶν δια‐ φορὰς γίνεσθαι συμβαίνει. ὁ μὲν οὖν τῆς σελήνης κύκλος ὑγρός τε ὢν καὶ διειμένος, συμπάσης γενέσεως σωματικῆς αἰτιώτατος, τὸν διὰ τοῦ ε θῆλυν ἀφίησι φθόγγον ἐπὶ μικρὸν ἠρρενωμένον· καὶ γὰρ αὕτη πλεῖστον μὲν θηλύτητος ἐν
10τῷ δέχεσθαι τὰς παρὰ τῶν ἄλλων ἀπορροίας ἔχει, μετέχει γε μὴν καὶ ἀρρενότητος προϊεῖσα καὶ παρ’ αὑτῆς εἰς τὴν γῆν τὰς γεννητικάς τε καὶ θρεπτικὰς δυνάμεις σωμάτων. δηλοῦσι δὲ τοῦτο καὶ οἱ ταύτης μυστιπόλοι τε καὶ ὀργι‐ ασταί· ἀρρενόθηλύν τε γὰρ αὐτὴν προσειρήκασι, πλέον
15μετέχουσαν θηλύτητος, καὶ τὸν κερασφόρον αὐλὸν ἀνῆψαν αὐτῇ τῷ τε μηνοειδεῖ τοῦ σχήματος παραπλήσιον ὄντα καὶ βαρύτατον ἐπίσης προσλαμβανομένῳ κατὰ τὴν ἐκφώ‐ νησιν. ὁ δὲ τοῦ Ἑρμοῦ κατὰ μὲν τὸ πλεῖστον ξηραντικὸς ὑπάρχων διὰ τὴν πρὸς τὸν ἥλιον κατὰ μέγεθος ἐγγύτητα,
20δι’ ὀλίγου δὲ ὢν ὑγραντικὸς εἴ ποτε τούτου χωρισθείη καὶ νυκτεριναῖς σπανίως, ἡμεριναῖς δὲ ἐπὶ πλέον γεγηθὼς φάσεσι, τὸ ἀρρενόθηλυ καὶ αὐτὸς ἠχεῖ, πλέον μὴν ἠρρε‐ νωμένον τῷ καὶ αὐτὸς τῇ τε ξηρότητι μᾶλλον καὶ τοῖς ἡμερινοῖς ᾠκειῶσθαι σχήμασιν. ὁ δὲ δὴ τῆς Ἀφροδίτης
25φαιδρός τε ὢν κατὰ τὴν θεὰν καὶ ἡδὺς καὶ εὐφροσύνης ἀπεργαστικὸς καὶ ὑγρὸς τὸ πλέον νυκτί τε χαίρων τὸν θῆλυν ἄκρως ἐπέχει φθόγγον. ὁ δὲ τοῦ ἡλίου ξηρότερος καὶ καυστικὸς διόλου τε θερμὸς καὶ δραστικὸς ἠχεῖ τὸν ἄρρενα. ὁ δὲ τοῦ Ἄρεος θερμός τε ὢν καὶ ὁρμητικός, ὑγροῖς
30τε καὶ νυκτερινοῖς γεγηθὼς σχήμασι, τὸν ἐπαμφοτερίζοντα προΐησι, πλέον μὴν ἠρρενωμένον. ὁ δὲ τοῦ Διὸς ἡδύς τε
ἐν ἅπασιν ἐνεργήμασιν ὢν καὶ πάντα ὀλίγου δεῖν τῷ τῆς Ἀφροδίτης ἐφάμιλλος καὶ κατὰ ἄνεσιν πρὸς τοὺς παρ’ ἑκάτερα θεωρούμενος καὶ τοῦ μὲν Ἄρεος τὸ θερμὸν ἐλατ‐120
35τῶν, τοῦ δὲ Κρόνου τὸ ψυχρὸν παραμυθούμενος, εὔκρατόν τε ἐξ ἀμφοῖν ἔχων μίξιν καὶ κατὰ ταὐτὰ τῷ τῆς Ἀφροδί‐ της ἐν μὲν ἡμερίοις πνεύμασι γόνιμος ὤν, ἐν δὲ σωμάτων συναφαῖς τεκνοσπόρος τε καὶ γαμήλιος, οὐκ ἂν ἀπεικότως ἠχοίη τὸν θηλύτερον, τελευταῖος δὲ ὁ τοῦ Κρόνου σκληρός
40τε ὢν καὶ αὐχμηρὸς καὶ ἐπίπονος τὸν ἄρρενα. Λειπομένης δὴ τῆς διὰ τεσσάρων ἀπὸ μέσης κατὰ συνημ‐ μένων συμφωνίας εὕροιμεν ἂν καὶ τὸν ζῳδιακὸν ἐν τέτταρ‐ σι τόποις καὶ μεγέθεσι θεωρούμενον. τούτων οὖν εἰ τὸ μὲν πρῶτον ἀποδοίημεν τῇ μέσῃ, τὸ δὲ δεύτερον τῇ μετὰ
45ταύτην, κἀπὶ τῶν λοιπῶν ὁμοίως, οὐκ ἂν ἀπὸ τρόπου λέγοι‐ μεν. καὶ γὰρ τούτων ἕκαστοι φυσικῶς ἐκ τῆς πρὸς τοὺς πλανωμένους ὁμοιότητος καὶ τῶν ἐνεργειῶν ὁμοίως μετ‐ ειλήφασιν· ἐν οἷς καὶ τοὺς ἐλάττω τῶν μεγεθῶν 〈τῶν〉 προειρημένων ἢ καὶ μείζω τόπον ἑκάστου κατέχοντας καὶ

3

.

21

(50)

τῶν διαστημάτων τὰς ὑπεροχὰς ἢ ἐλλείψεις ἠχεῖν οὐκ ἀπεικός, ὡς συνεστάναι παρὰ σφίσι καὶ τὴν ἐναρμόνιον μελῳδίαν, ὧν τὰ παμμήκη σώματα καὶ τὰ σμικρότατα τῶν διαστημάτων ἠχεῖν δύναται. Πάλιν τοίνυν ἑτέρων ἑπτὰ λειπομένων φθόγγων τοῖς μὲν
55τοῦ ζῳδιακοῦ τόποις διανέμοντες πεπαύμεθα (ἁπλῆ γὰρ τούτων ἡ ἐνέργεια)· τῶν δὲ πλανωμένων διττὴν ἐχόντων δύναμιν (ἑτέρως γὰρ διὰ νυκτός, ἄλλως δὲ δι’ ἡμέρας δύ‐ νανται) πάλιν αὐτοῖς ἕνα τῶν λοιπῶν κατ’ ἐναντιότητα τῶν ἡμερινῶν δυνάμεων ἀποδώσομεν τοῖς μὲν δραστηρίοις
60αὐτῶν ἢ ἐπιπόνοις τὸ ἄρρεν ἢ τὸ κατὰ τὴν μίξιν ἀρρενό‐ τητι πλεονάζον ἀπονέμοντες, τοῖς δ’ ἀδρανεστέροις ἢ ὑγροτέροις τὸ θῆλυ προσάγοντες ἢ τὸ θηλύτητι περιτ‐
τεῦον. μόνον δὴ τὸν προσλαμβανόμενον ἐπὶ τῶν πλανητῶν διὰ τοῦ ε λεγόμενον ἔστιν εὑρεῖν· τὸ γὰρ δὴ στοιχεῖον121
65τοῦτο τῇ τῆς σελήνης ἀναλογοῦν φύσει γενέσεως εἶναι σύμβολον ἀνθρώποις ἀρέσκει λέγειν ἐξ ἀρτίου πρώτου καὶ περιττοῦ κατ’ ἀριθμὸν συντεθειμένον.

3

.

22

Ἐκ δὴ τούτων συνιδεῖν δυνατὸν ὡς καὶ συστή‐ ματα καὶ τρόπους ἑκάστῳ τῶν θεῶν καὶ τοῖς τούτων ὁμοί‐ οις ἀποδώσομεν τοῖς ἰδίοις φθόγγοις ἀναλογοῦντα, σελήνῃ μὲν καὶ ταῖς ἀναλόγοις δυνάμεσι τὴν ἀπὸ προσλαμβανο‐
5μένου νέμοντες ἁρμονίαν, Ἑρμῇ δὲ καὶ τοῖς ὁμοίοις τὸ δεύ‐ τερον σύστημα, τρίτον δὲ τῷ τρίτῳ καὶ τοῖς παραπλησίοις, τέταρτον τῷ τετάρτῳ καὶ τοῖς ἐμφερέσι, καὶ ἐπὶ τῶν ἑξῆς ὁμοίως. τῷ δὲ ζῳδιακῷ πᾶν μὲν εἶδος ἀποδώσομεν ἅπαντι, τοῖς δὲ παρὰ μέρος αὐτοῦ μεγέθεσι τὰ τοῖς φθόγγοις ἀνα‐
10λογοῦντα ἐπὶ τὸ βάρος χρώμενοι τῇ συμφωνίᾳ. πάλιν δὲ ἐπὶ τῶν λοιπῶν φθόγγων, οὓς ταῖς νυκτεριναῖς ἐνεργείαις ἀφωρίσαμεν, τῇ μὲν τάξει καθάπερ ἐδόθη χρησόμεθα, τὴν δὲ ἁρμονίαν ἐπὶ τὸ βάρος συστησόμεθα. λοιπὸν δὲ οὐκ ἄ‐ δηλον ὡς ἑκάστῳ καὶ ῥυθμοῦ καὶ ὀργάνων φύσιν τοῖς συ‐
15στήμασι πρέπουσαν ἀποδώσομεν, ὅπου μὲν πλείονος ἐνερ‐ γείας χρεία, δι’ ὁμοιότητος τὴν ἀκρότητα προσκαλούμενοι, ὅπου δὲ ὑφειμένης, διὰ τῆς τῶν ἀνομοίων μίξεως τὰς ὑπερβολὰς ἀνακεραννύντες.

3

.

23

Τούτων γὰρ δὴ τῶν ἐναιθερίων ἤχων καὶ πρὸς ἀλλήλους γίνονται λόγοι. τὸν γὰρ δὴ ζῳδιακὸν μερισθῆναι μὲν συμβέβηκεν εἰς μέρη δώδεκα ἰσαρίθμως τοῖς τε ἐν μου‐ σικῇ τόνοις καὶ τῇ περιμέτρῳ τοῦ ὀρθογωνίου τριγώνου· —
5τοῦτο γὰρ ἐκ πασῶν ῥητῶν συνίσταμεν πρῶτον (τὰ γὰρ ἐξ ἐλαττόνων αὐτοῦ πλευρῶν ὀρθογώνια τρίγωνα μίαν πάντως ἄρρητον ἕξει, εἴ γε μέλλοι τὴν ὑποτείνουσαν τὸ ἴσον δυναμένην δεῖξαι ταῖς τὴν ὀρθὴν περιεχούσαις· διὸ
καὶ τὸν πέντε πρῶτόν φασι ῥητὴν ἐπιδεῖξαι διάμετρον, τὴν122
10τοῦ παραλληλογράμμου διαγώνιον 〈ὃ〉 τὰς ὀρθὰς γωνίας ἐπιτρίτῳ περιέχει λόγῳ ῥητὴν διάμετρον προσειπόντες)· τοῦ δὴ τοιούτου τριγώνου συνεστῶτος, ὡς ἔφην, ἐκ τριῶν καὶ τεσσάρων καὶ πέντε, εἰ τὰς πλευρὰς ἀριθμητικῶς συνθείημεν, ἡ τῶν δώδεκα πληροῦται ποσότης. ἔτι γε μὴν
15τὸν μὲν τέσσαρα πρὸς ἑκάτερον τῶν λοιπῶν ἀριθμητικῶς συνθέντες, ὁτὲ μὲν τὸν τῶν ἑπταμήνων, ὁτὲ δὲ τὸν τῶν ἐννεαμήνων ἀριθμὸν δηλοῦμεν, ὧν ἑκατέρῳ τελεσιουρ‐ γεῖται τὸ ἀνθρώπειον, ἐξ ἄρρενος καὶ θήλεος τὴν σύστασιν ἔχον, ὡς ἡ τῶν συντιθεμένων ἀριθμῶν δείκνυσι φύσις·
20εἰ δὲ τὸν τρία τῷ πέντε συνθείημεν, ἄμφω τυγχάνοντες ἄρρενες ἄτροφον γονὴν καὶ ἄζων τὴν τῶν ὀκταμήνων δη‐ λοῦσιν. ἀλλ’ εἰ καὶ τῶν πλευρῶν ἑκάστην κατὰ βάθος αὐξήσαιμεν (βάθος γὰρ ἡ σώματος φύσις), ποιήσαιμεν ἂν τὸν διακόσια δεκαὲξ ἰσάριθμον ὄντα σύνεγγυς τῷ τῶν
25ἑπταμήνων. πάλιν δὲ τὰς τρεῖς ἐπ’ ἀλλήλας κατὰ βάθος ποιήσαντες καὶ τῷ προειρημένῳ προσθέντες τὸν τῶν ἐννεαμήνων συντίθεμεν διακόσια ἑβδομηκονταέξ. ἐν ἀμ‐ φοτέροις δὲ ὁ ἓξ περιττεύει γαμικὸς τυγχάνων δι〈ὰ τὴν προειρημένην〉 αἰτίαν. ἀλλὰ καὶ τῶν τεττάρων ῥυθμι‐
30κῶν λόγων ἐστὶ τὸ σχῆμα δεκτικόν· ἡ μὲν γὰρ ἐκ τριῶν εὐθεῖα διαιροῖτ’ ἂν ἐς τὸν διπλασίω λόγον, ἡ δὲ ἐκ τεσσά‐ ρων εἰς τὸν ἴσον, ἡ δὲ ἐκ πέντε εἰς τὸν ἡμιόλιον· αἱ δὲ τὴν ὀρθὴν περιέχουσαι δηλοῦσι τὸν ἐπίτριτον. τούτου δὴ καὶ Πλάτων φησὶν [Resp. VIII 546 c] ἐπίτριτον πυθμένα
35πεντάδι συζυγέντα. —διὰ ταῦτα δὴ τὴν εἰς δώδεκα τοῦ παντὸς διαίρεσιν πεποιημένοι πρώτῳ μὲν τελείῳ πολυ‐ πλασιάσαντες τὸν δώδεκα τῷ τρία, τὸν τῶν τριακονταέξ, οὓς καὶ ὡρονόμους ἐπονομάζουσιν, ἀριθμὸν πεποιήκαμεν·
τούτων δὲ κατὰ δεκάτην δύναμιν ἐχόντων πάλιν τῷ δέκα123
40πολυπλασιάσαντες αὐτοὺς ἑτέρῳ τελείῳ τὸν τῶν τριακο‐ σίων ἑξήκοντα ποιοῦμεν ὅρον ἰσάριθμον ὄντα ταῖς τοῦ κύκλου σύμπαντος μοίραις. τέσσαρες μὲν οὖν ὀρθαὶ περὶ τὸ κέντρον γίνονται μόναι γωνίαι· τούτων δὲ ἑκάστην ἀπὸ τῶν ἀγομένων διαμέτρων ἐκ τῶν ἐπὶ τῆς περιφερείας σημεί‐
45ων τῶν τὴν δωδεκάδα διακρινόντων εἰς τρεῖς ὀξείας τέμνε‐ σθαι συμβαίνει. ὧν αἱ μὲν δύο τὴν ἑξάγωνον ἔχουσαι φάσιν τὸν ἴσον δηλοῦσι λόγον, αἱ δὲ τρεῖς τοῦ τετραγώνου πρὸς τὰς τοῦ ἑξαγώνου τὸν ἡμιόλιον, αἱ δὲ τέσσαρες τοῦ τρι‐ γώνου πρὸς ἄμφω τὰς προειρημένας πῆ μὲν τὸν ἐπίτρι‐

3

.

23

(50)

τον, πῆ δὲ τὸν διπλασίω· αἱ δὲ πέντε οὐδένα τῶν ἁρμο‐ νικῶν πρὸς τὰς προτέρας ἔχουσαι λόγον ἀσύμφωνον καὶ ἀσύνδετον τοῦ κύκλου ποιοῦσιν εὐθεῖαν· αἱ δὲ ἓξ πρὸς τὰς προειρημένας πάσας συμφωνοῦσαι ποσότητας δηλοῦσι τὴν διάμετρον. λέγω δὲ ἁρμονικὸν μὲν λόγον τὸν καὶ δι’
55ἑνὸς ἀριθμοῦ μείζονος τὸν ἐλάττω δυνάμει καὶ ἀδιαιρέ‐ τως δηλοῦντα κατὰ συμφωνίαν (καὶ γὰρ ἐν ὀξυτέρᾳ φωνῇ δυνάμει περιέχεσθαι συμβέβηκε τὴν βαρύτητα), ῥυθμικὸν δέ, ἡνίκα διωρισμένως εἷς ἀριθμὸς παραλαμβάνεται τὸ μὲν εἰς θέσιν, τὸ δὲ εἰς ἄρσιν μεριζόμενος.

3

.

24

Ἐκ δὴ τῶν προειρημένων συμφωνιῶν καὶ τῶν παρειλημμένων κατὰ τοὺς φθόγγους δυνάμεων εἴ γε ἐθέ‐ λοις καὶ γενέσεων ἀνιχνεύειν προτελέσεις, οὐκ ἀπὸ σκοποῦ βαλεῖς· ἀλλὰ κἀν σώματος κράσει καὶ ψυχῇ καὶ ἤθεσι
5πράξει τε καὶ βίῳ καὶ ζωῇ τό τε θῆλυ καὶ ἄρρεν καὶ μικτὸν ἐπισκοπῶν τῶν φθόγγων καὶ τὸ τῶν σχημάτων σύμ‐ φωνον ἢ ἀσύμφωνον οὔτε ἄμουσον οὔτε ἀληθείας πόρρω ποιήσῃ τὴν κατάληψιν. Καὶ μὴν οὐ τὸ σῶμα τοῦ παντὸς μόνον ἀλλὰ καὶ τὴν
10ψυχὴν δι’ ἀριθμῶν συμφώνων συνεστάναι καὶ θεωρεῖσθαι
παλαιοί τε ἄνδρες καὶ σοφοὶ διισχυρίσαντο. λέγει γάρ πως καὶ ὁ θεῖος Πλάτων ἐν Τιμαίῳ [cf. 35 a] τάδε, ὡς τῆς ἀμερίστου καὶ μεριστῆς οὐσίας μέσην οὐσίαν λαβὼν καὶ ἐπὶ τῆς ταὐτοῦ καὶ θατέρου μεριστῆς τε καὶ ἀμερίστου124
15φύσεως τὰς μεσότητας τῇ τῶν οὐσιῶν μεσότητι συνθεὶς καὶ τούτων τῶν τριῶν κρᾶσιν ποιησάμενος ὁ ψυχῆς δη‐ μιουργὸς πάλιν κατ’ ἀριθμοὺς τούσδε τὸ σύμπαν κρᾶμα διεῖλεν ἀρτίους τε καὶ περιττούς· καὶ δῆτα τοὺς μὲν ἀρτίους ἄχρις ὀκτάδος αὔξει κατὰ τὸν διπλασίω λόγον,
20τοὺς δὲ περιττοὺς ἕως εἰκοσάδος καὶ ἑπτάδος κατὰ τὸν τριπλασίω. ταῦτα δὲ οἱ μὲν διὰ τὸ τὴν ψυχὴν ἀριθμοῖς ἐνεργεῖν τὴν μὲν καθ’ ἕκαστον τὰ κατὰ τὰς τέχνας, τὴν δὲ τοῦ παντὸς τὰ κατὰ φύσιν, οὕτως εἰρῆσθαί φασιν, οἱ δὲ ἀκριβέστεροι τῆς τε δυνάμεως καὶ οὐσίας αὐτῆς παριστάναι
25φασὶ τὴν ἰδιότητα. αἱ μὲν γὰρ ἐπ’ ἀριθμῶν ἐκθέσεις, ὧν ἡ φύσις ἔξω σωμάτων, τὴν ἀσώματον αὐτῆς ἀρχὴν δεικνῦ‐ σιν, αἱ δὲ διὰ τῶν λόγων καὶ ἀναλογιῶν αὐξήσεις τὴν ἐπὶ βάθος φοράν, ἡ μὲν κατὰ δυάδα (κύβος γὰρ ἀπὸ δυάδος ὀκτώ) τὸ σωματικὸν βάθος ὃ καλοῦμεν φυσικόν (φθαρτὸν
30γὰρ τοῦτο καὶ διαιρετόν), ἡ δὲ κατὰ τριάδα τὸ † κατὰ τὴν † ἀσώματον καὶ τὸ ἀδιαίρετον καὶ τὸ ἐνεργητικόν (κύβος γὰρ ἀπὸ τριάδος ἑπτὰ καὶ εἴκοσι)· χρῆσθαι γὰρ αὐτὴν καὶ τῷ σωματικῷ βάθει συμβαθυνομένην αὐτῷ καὶ ἐναντιο‐ παθεῖν πολλάκις τῷ ψυχικῷ (τοῦτο γὰρ ἰσχυρότερον) καὶ
35ὁτὲ μὲν ἐς τὰ βελτίω τρέπεσθαι, ἃ ἤρεσεν εἶναι πρὸς πε‐ ριττοῦ διὰ τὸ ἀμέριστον, ᾧ προσέοικε τὰ ἀσώματα, ὁτὲ δὲ πρὸς τἀναντία, ὧν ἄρτιος ἡ φύσις καὶ ὡς σωμάτων διαιρετή. Ἀλλὰ καὶ τὰ μέγιστα τῶν ἀγαθῶν αὐτῆς τοῖς ἐκκει‐
40μένοις ὅροις παρόμοια προσειρήκασι· τὰς γὰρ τέτταρας
ἀρετὰς οὐκ ἄλλο τυγχάνειν ἢ πρὸς ἀριθμοὺς ὁμοιότητας, τὴν μέν γε φρόνησιν ἀνάλογον μονάδι (μοναδικὴ γὰρ ἡ ἑκάστου καὶ ἁπλῆ γνῶσις), δυάδι δὲ ἀνδρίαν καὶ δευτέρᾳ χώρᾳ παραπλήσιον, ὁρμὴν ἀπό τινος ἐφ’ ἕτερον καὶ μετά‐125
45βασιν ἐμφαίνουσαν, τριάδι δὲ σωφροσύνην, ἐνδείας ἐν μέσῳ καὶ ὑπερβολῆς συμμετρίαν κερασαμένην, τετράδι δὲ δι‐ καιοσύνην (πρώτη γὰρ ἰσότητα δείκνυσιν ἐξ ἰσάκις ἴσων πρώτη συνεστῶσα)· τῆς δὲ σωματικῆς εὐποτμίας ἰσχὺν μὲν ἀναλογεῖν ἀνδρίᾳ (διὸ καὶ δυάδι), κάλλος δὲ σωφροσύνῃ

3

.

24

(50)

διὰ τὰς τῶν μερῶν καὶ χρωμάτων συμμετρίας (διὸ καὶ τριάδι), ὑγίειαν δὲ δικαιοσύνῃ διὰ τὴν πρὸς ἄλληλα ὁμό‐ νοιαν τούτων· φρονήσει δὲ οὐδεμίαν ὁρῶντες ἐν σώμασιν ὁμοιότητα εὐλόγως διὰ τῆς ἑπτάδος * * * ὁρῶμεν τὸν σοφὸν διχῶς τὸν περὶ ψυχῆς συνιστάντα λόγον· τὸ μὲν γὰρ
55κατὰ τὰς διπλασίους καὶ ἀρτίους χώρας τῷ παθητικῷ προσνέμει βάθει, τὸ δὲ κατὰ τὸ τριπλάσιον καὶ περιττὸν τῷ λογικῷ καὶ ἀσωμάτῳ, ἄμφω δὲ ἐκ μονάδος τῆς αὐτῆς ὡς μιᾶς ἀρχῆς καὶ αἰτίας ἐξηρτημένα. σαφηνίσει δὲ καὶ τοῦτο τὸ διάγραμμα κατὰ τὴν διπλῆν τετρακτὺν πάσας ἀναλογίας
60γεωμετρικὰς καὶ μουσικὰς ἐπιδεχόμενον καὶ τοὺς μὲν περιττοὺς τῶν ἀριθμῶν ἐπ’ εὐθείας ἔχον, τοὺς δὲ ἀρτίους κατὰ περιφέρειαν. ἐν μὲν γὰρ σώματι τὸ κυκλικὸν τιμιώ‐ τερον· τοῦτο γὰρ κουφότερόν τε καὶ καθαρώτερον, τὸ δ’ εὐθύτερον βαρύτερον καὶ ὑλικώτερον· ἐν δὲ ψυχῇ τὸ
65μὲν εὐθὺ καὶ ἀκλινὲς τἀγαθόν· τουτὶ γὰρ ἰσότητι καὶ ταὐ‐ τότητι πρεσβεῦον, θάτερον δὲ ὑποβεβηκός, τὸ πολύτροπον τοῦ παθητικοῦ διὰ τοῦ σκολιοῦ τῆς γραμμῆς αἰνιττό‐
μενον, ᾗ τοῦτο κατὰ ταὐτὸ κοιλότητός τε ὁμοῦ καὶ κυρ‐ τότητος ἐμφαντικόν. διὸ καὶ τοὺς Ἑλλήνων λογίους οὐκ126
70ἀπὸ τρόπου τῷ Πανὶ περιάπτειν τὸν καλαύροπα· τὸν γὰρ τῆς τοῦ παντὸς ἐμψυχίας ἐπώνυμον οὐκ ἀπεικὸς ὀργάνῳ ταύτης ἐνδεικτικῷ χρῆσθαί τε καὶ κοσμεῖσθαι. Τῶν δὴ τοῦ ἐκκειμένου διαγράμματος ἀναλογιῶν αἱ μὲν ἀριθμητικαὶ ταὐτότητι τῶν ὑπεροχῶν θεωρούμεναι τὸ
75τῆς ψυχῆς ὁμοιομερὲς ἐπιφαίνουσιν· αἱ δὲ γεωμετρικαὶ μεγέθεσι διαφέρουσαι τὴν σωματικὴν ἐπιφαίνουσι πηλι‐ κότητα· αἱ δ’ ἁρμονικαὶ συμμετρίαι δι’ ἀμφοῖν τυγχά‐ νουσαι τὴν ἐκ ψυχῆς καὶ σώματος ἐπιδείκνυνται ζῴου σύστασιν. ἥ γε μὴν ἐχομένη τούτου θεωρία περὶ τῶν δια‐
80κοσίων πεντηκονταὲξ πρὸς διακόσια τεσσαρακοντατρία προείρηται. τὴν γοῦν συμφωνίαν τῶν μερῶν τῆς ψυχῆς διὰ τοῦ πρώτου συμφώνου τοῦ ἐπιτρίτου συνίστησιν· ὁ δὲ δὴ περὶ τούτου λόγος τὴν κατὰ μῆκος καὶ πλάτος ἐμψύ‐ χωσιν σημαίνει, ἥπερ ἐν τῇ πρὸς πᾶν ἀποστάσει βάθους
85γίνεται συμπληρωτική. τῶν δὲ δύο κύκλων τὴν πρὸς τὸ ἡγεμονικὸν τῶν φαντασιῶν δηλούντων ἀνακύκλησιν ἀνα‐ λόγως ταῖς τῆς φωνῆς ἐπιτάσεσι καὶ ἀνέσεσιν ὁ μὲν ἐκ τῆς ἀρτιάκις τετρακτύος τὸ πρακτικὸν τῆς τοῦ παν‐ τὸς δηλοῖ ψυχῆς, ὃ καὶ συνεῖρκται τῷ σώματι, ὁ δ’ ἐκ
90τῆς κατὰ τοὺς περιττοὺς τὸ θεωρητικὸν καὶ θειότατον καὶ ἐκτὸς ὁμιλοῦν τῷ βελτίονι. οὕτω δὴ τὸν μὲν ταὐτό‐ τητος ἐπιφημίζει τῆς κατὰ τὴν φρόνησιν οὐσίας τὸ ἀμετά‐ βλητον ἐμφαίνοντα, τὸν δὲ ὀνομάζει θατέρου τὸ τῆς παθητικῆς καὶ ἀλόγου φύσεως ἀβέβαιον διοριζόμενον.
95ταῦτα μὲν οὖν ταύτῃ.

3

.

25

Μελῳδίας δὲ ὁ λόγος ἀρχὴν φυσικωτάτην καὶ πρω‐ τίστην τὸν ἐνθουσιασμὸν δείκνυσιν. τὴν γὰρ δὴ ψυχὴν ἐπὶ
τάδε ῥέψασαν ἀποβολῇ φρονήσεως οὐδὲν ἀλλ’ ἢ ἐν ἀγνωσίᾳ καὶ λήθῃ διὰ τὸν σωματικὸν γινομένην κάρον, ταράχου τε καὶ127
5πτοιήσεως ἐμπιπλαμένην, παράφορον τέως ἐν αὐτῷ τε τῷ τῆς γενέσεως καθίστασθαι χρόνῳ κἀν τῷ δεῦρο βίῳ κατά τινας περιόδους πλέον τε καὶ μεῖον * * * παραπολαύειν. ταύτην δὴ διὰ τὴν πολλὴν ἀγνωσίαν καὶ λήθην οὐδὲν μα‐ νίας ἀποδέουσαν κατασταλτέον φασὶν εἶναι τῇ μελῳδίᾳ
10ἤτοι καὶ αὐτοὺς μιμήσει τινὶ τὸ τῆς φύσεως ἄλογον ἀπο‐ μειλιττομένους, οἷον ὅσοι τε ἄγριοι τὸ ἦθος καὶ ζωω‐ δέστεροι, ἢ καὶ δι’ ἀκοῆς ὄψεώς 〈τε〉 φόβον τὸν τοιόνδε ἀποτρεπομένους, οἷον ὅσοι πεπαιδευμένοι καὶ φύσει κο‐ σμιώτεροι. διὸ καὶ τὰς βακχικὰς τελετὰς καὶ ὅσαι ταύταις
15παραπλήσιοι λόγου τινὸς ἔχεσθαί φασιν, ὅπως ἂν ἡ τῶν ἀμαθεστέρων πτοίησις διὰ βίον ἢ τύχην ὑπὸ τῶν ἐν ταύ‐ ταις μελῳδιῶν τε καὶ ὀρχήσεων ἅμα παιδιαῖς ἐκκαθαί‐ ρηται. ὅτι 〈δὲ〉 πᾶν πάθος μανία, δηλοῖ μὲν καὶ ὁ ποιητὴς ἐπὶ μὲν τῆς δι’ ἐπιθυμίαν ἐπτοημένης εἰπών [Ζ 160]
20
τῷ δὲ γυνὴ Προίτου ἐπεμήνατο, ἐπὶ δὲ τοῦ διὰ τὸν φόνον τοῦ παιδὸς σχετλιάζοντος λέγων [Ο 128]
μαινόμενε φρένας ἠλέ· δηλοῦσι δὲ καὶ ἄνδρες σοφοὶ πᾶν πάθος μικρὰν ἐπιληψίαν
25ὀνομάσαντες· αἱρεῖ δὲ καὶ ὁ λόγος ἐκ τῶν ὑπερβολῶν· εἰ γὰρ παντὸς πάθους ἀκρότης μανία, δῆλον ὡς καὶ τὰ λοι‐ πὰ μεγέθη μανίαι μέν εἰσι σμικραί, τῷ δὲ προσεῖναί τι φρονήσεως ἢ μεῖζον ἢ ἔλαττον τὸ δυστύχημα ἐπισκιά‐
ζεται.128
30 Τῆς δὲ μελῳδίας τῆς τε κατὰ μέρη συστηματικὰ καὶ τῆς ἁπάσης κατὰ τὴν ὅλην μελοποιίαν ἡ μὲν ἐπ’ εὐθείας, ἡ δὲ κατὰ μεταβολὴν γίνεται τῆς τῶν στοιχείων 〈τάξεως· ὧν〉 τὸ μὲν πρῶτον ὡς γενέσεως σύμβολον γῇ προσνεμη‐ τέον, τὸ δὲ δεύτερον ὡς καὶ μετέχον ἀρρενότητος ὕδατι, δι’
35οὗ τὰς περὶ τὴν γῆν ἐνεργεῖ γενέσεις ἡ φύσις, τὸ δὲ τρίτον ἀέρι θῆλυ τυγχάνον, τὸ εὔτρεπτον τοῦ στοιχείου καὶ παθη‐ τικώτατον ἐπιδεικνύον, τὸ δὲ τέταρτον πυρὶ τελέως ἄρρεν τυγχάνον ἐνεργητικωτάτῳ στοιχείῳ, τὸ δὲ τούτοις συνταττόμενον, λέγω δὲ τὸ ταῦ, αἰθέρι· πλήκτρῳ τε γάρ
40ἐστι τὸ σχῆμα παραπλήσιον, ἱερόν τέ ἐστι θεοῦ ὃν τοῦ παντὸς εἶναι πλῆκτρον ὁ τῶν σοφωτέρων ἀποφαίνεται λόγος· διὸ τοῖς ἅπασι συντέτακται φωνήεσι κατὰ τοὺς φθόγγους, ὥσπερ ὁ αἰθὴρ τοῖς λοιποῖς ζωτικὴν δύναμιν μεταδιδούς. διὸ κόσμος μὲν ὕλης ἡ ἐκείνων κίνησις, κό‐
45σμος δὲ ψυχῆς † ἢνουσος † μελῳδία. καὶ μὴν καὶ τῶν ῥυθμῶν, ὧν ἐν ἄρσει καὶ θέσει τὴν ὑπόστασιν ἴσμεν, ἡ μὲν θέσις γένεσιν τὴν τῶν καθ’ ἕκαστον, ἡ δὲ ἄρσις τὴν φθο‐ ρὰν δηλοῖ (ὥσπερ γὰρ τούτων οὐδέτερον δίχα τοῦ λοιποῦ ῥυθμὸν ἐργάζεται, οὕτως οὐδὲ γένεσιν ἔστιν εὑρεῖν ἄνευ

3

.

25

(50)

φθορᾶς· ἀλλὰ γὰρ πάντως ἡ μέν τινων φθορὰ γενέσεως ἑτέροις ἀφορμή, ἡ δὲ γένεσις ἀπό τινων ἐφθαρμένων λαμβάνει σύστασιν)· καὶ τούτων δὲ οἱ μὲν ἀμετάβολοι καθεστᾶσιν, οἱ δὲ μετάβολοι γίνονται.

3

.

26

Περὶ δὴ τῆς μεταβολῆς βραχέα εἰπόντες κατα‐ παύσομεν τὸν λόγον. τῶν γὰρ δὴ τελείων μελῶν τὰ μὲν ἀκο‐ λούθως ἔχει ταῖς πρώταις ἐπιβολαῖς, τὰ δὲ ἐναλλάττει κατὰ τὸ ἑξῆς εἰς ἑτερότητα, ὥσπερ ἔστι κἀν τῷ παντὶ συνιδεῖν
5ἔν τε ταῖς μακροτάταις περιόδοις βίων τε ἀλλαγὰς καὶ πο‐
λιτειῶν μεταβολὰς εὐφορίας τε καὶ ἀφορίας ζῴων τε καὶ φυτῶν, κἀν τοῖς καθ’ ἕκαστον τὰ μὲν ταῖς τῆς πρώτης γενέσεως αἰτίαις ἤρτηταί τε καὶ συνέπεται, τὰ δ’ ἐκ τεχ‐ νικῆς ἢ τυχηρᾶς ἐναλλαγῆς μετέστη τε καὶ μετεσχημα‐129
10τίσθη. οὕτω δὴ καὶ βίων ἀρχαὶ καὶ πράξεων ὁρμαὶ καὶ ἐπιτηδευμάτων μελέται καὶ τόπων μεταστάσεις μὴ κατὰ τὰς πρώτας αἰτίας γινόμεναι τὴν σύμπασαν τῆς γενέσεως μετέβαλον ἰδιοτροπίαν. ὅτι γὰρ ταῦθ’ οὕτως ἔχει, μάρτυς μὲν ἀξιόχρεως καὶ Ὅμηρος· ὅπου μὲν γάρ φησι [Ζ 488]
15
μοῖραν δ’ οὔτινά φημι πεφυγμένον ἔμμεναι ἀνδρῶν, ὅπου δέ [Υ 336]
μὴ καὶ ὑπὲρ μοῖραν δόμον Ἄϊδος εἰσαφίκηαι, ἥ τε ποίησις αὐτῷ πᾶσα θρυλεῖ τὰ τοιάδε. ἐν μὲν γὰρ Ἰλιάδος ἀρχῇ φησι [Α 3]
20
πολλὰς δ’ ἰφθίμους ψυχὰς Ἄϊδι προΐαψεν, ὡς τῆς μοιριδίου τῶν Ἀχαιῶν φθορᾶς διὰ τὴν ὀργὴν τοῦ Ἀχιλλέως καινοτομηθείσης, ἐν δὲ Ὀδυσσείᾳ [α 8sq.]
νήπιοι, οἳ κατὰ βοῦς Ὑπερίονος Ἠελίοιο
ἤσθιον· αὐτὰρ ὁ τοῖσιν ἀφείλετο νόστιμον ἦμαρ,
25ὡς εἰ μὴ τοῦτο ἔδρασαν οὐκ ἂν τῆς οἴκαδε αὐτῶν ἀνα‐ κομιδῆς ἐστερημένων. ἀλλὰ καὶ οἱ σοφοὶ διττὴν τοῦ μέλ‐ λοντος εἶναί φασι τὴν ποιότητα, τὴν μέν γε ἀναγκαίαν καὶ ἄτρεπτον, ἣν καλεῖσθαι γενησόμενον, τὴν δ’ ἀλλοιωτὴν καὶ οὐ πάντως ἀφωρισμένην, ἥν φασι μέλλον· τὴν μὲν οὖν
30ἀναγκαίαν τὰ ὑπὲρ σελήνην ἐπέχειν καὶ κατειληφέναι, τὴν δ’ ἀμφίβολον καὶ ἐνδεχομένην τὰ ἐπὶ τάδε· καὶ τὰ μὲν καθόλου συμβαίνοντα ἄτρεπτά τε εἶναι καὶ ἀναγκαῖα, τὰ δ’ ἐπὶ μέρους εὐμετάβλητα διὰ παντός· καὶ μὴν ὅσα γινόμενα μὲν τῇ τοῦ παντὸς συνεργεῖ σωτηρίᾳ τε καὶ
35τάξει, μὴ γινόμενα δὲ ἐμποδίζει, ταῦτα τυγχάνειν ἀναγ‐
καῖα· ὅσα δὲ οὔτε γινόμενα τῇ τῶν ὅλων διοικήσει συμ‐ βάλλεται οὔτε μὴ γινόμενα βλάπτει τὴν σύστασιν, ταῦτα δὲ ἐπαμφοτερίζειν κατὰ τὴν ἔκβασιν. μαρτυρεῖ δέ μοι ταῦθ’ οὕτως ἔχειν καὶ λόγιον παλαιὸν Πυθικῶν τριπόδων130
40ἐκφοιτῆσαν περὶ τῆς Μήδων Πλαταιᾶσιν ἐπὶ τοὺς Ἕλλη‐ νας στρατιᾶς· φησὶ γάρ [cf. Herodotum IX 43]
τῇ πολλοὶ πείσονται ὑπὲρ Λάχεσίν τε μόρον τε
τοξοφόρων Μήδων, ὅταν αἴσιμον ἦμαρ ἐπέλθῃ. δῆλον μὲν οὖν ὡς διὰ τοῦ προτέρου τῶν ἐπῶν πρὸ μοίρας
45ἀπολέσθαι φησὶ τοὺς Μήδους· ἐν δὲ τῷ δευτέρῳ εἰ μὲν αἴσιμον παρὰ τὴν ἐσομένην σημαίνειν μοῖραν ἐκδεξόμεθα (ὥς πού φησι καὶ ὁ ποιητής [θ 511sq.]
αἶσα γὰρ ἦν ἀπολέσθαι, ἐπὴν πόλις ἀμφικαλύψῃ
δουράτεον μέγαν ἵππον),

3

.

26

(50)

αὐτόθεν φανερὸν τὸ τῶν λόγων διάφωνον· εἰ δ’ ἐπὶ τοῦ προσήκοντος λάβοιμεν (ὡς ἀλλαχοῦ φησιν [Γ 59]
Ἕκτορ, ἐπεί με κατ’ αἶσαν ἐνείκεσας), ταῖς τῶν σημαινομένων ἑπόμενοι συμφωνίαις ἐς ταὐτὸν καταντήσομεν· τὸ μὲν γὰρ θείᾳ ψήφῳ προσῆκον ἀποφαν‐
55θὲν ὡς ἀκόλουθον νενομοθέτηται, τὸ δ’ ἀκόλουθον θεῶν ἐπικυρούντων ἀναγκαῖον· τοῦτο δ’ ἐξ ἅπαντος εἱμαρ‐ μένον, ὥστε ὁμοίως πάλιν εὕρηται 〈τὸ〉 λόγιον ταὐτὸν παρὰ τὴν εἱμαρμένην καὶ καθ’ εἱμαρμένην πάθος τοῖς Μήδοις προαγορεῦσαν. ἆρ’ οὖν οὕτω περιφανῶς ἐν ἀκαρεῖ
60χρόνου λόγους ἐναντίους αὑτοῖς ὁ τοῦ παντὸς ἐξηγεῖται προφήτης; πολλοῦ γε καὶ δεῖ· ἀλλὰ γὰρ ἔοικεν ἡμῖν ὑπο‐ δηλοῦν τὴν διδυμότητα τῆς πεπρωμένης· τὸ μὲν γὰρ ὑπὲρ Λάχεσίν τε μόρον τε παρὰ τὴν πρώτην ἑκάστου φησὶ τῆς γενέσεως αἰτίαν, τὸ δ’ ὅταν αἴσιμον ἦμαρ ἐπέλθῃ
65κατὰ τὴν ἀκολούθως τῇ προκειμένῃ πράξει συγκυρήσασαν
εἱμαρμένην.131

3

.

27

Ἐνταῦθα δή μοι τοῦ λόγου γεγενημένῳ τοιόνδε τι καταφαίνεται, ὡς ἔστι μὲν κἀκ τούτων ἀποφυγή τις ἐμ‐ μέθοδος 〈τῶν〉 τὸν ἀσύμφορον τῆς φύσεως εἱρμὸν ἑτέραις ἀναλυόντων ἀκολουθίαις· ὥσπερ γὰρ καὶ κατὰ μουσικὴν ἐκ
5μικρᾶς ἀρχῆς τοῦ φθόγγου τὴν ἅπασαν ἁρμονίαν συμ‐ βαίνει μεθίστασθαι, οὑτωσὶ δὲ κἀν ταῖς πράξεσιν ἐκ μετρίας ἐπιβολῆς ὁ σύμπας βίος μετεσχηματίσθη· ἀλλ’ οὔτε βεβαίους τὰς τοιαύτας ἀποφυγὰς οὔτε ἐνδόξους ἀπο‐ φαντέον· οὐδὲ γὰρ τελέως τὸν τῆς γενέσεως τάραχον
10φεύγουσι〈ν οἱ〉 ῥᾳστώνης ἕνεκεν τὰς τῶν ἀλγεινῶν ἀπο‐ φυγὰς μηχανώμενοι. μόνη δῆτα ἡ θεία διὰ φιλοσοφίας μετάστασις ἀτρεκής τε καὶ βέβαιος ἐς μεταβολήν, τῆς μὲν πρὸς τὰ σώματα προσπαθείας ἀπολύουσα τὴν ψυχήν, τῇ δὲ μεθέξει τῆς ἀρετῆς ἄξιον τὸν τῶν τιμίων ἐπιστή‐
15μονα τῆς παρὰ τοῦ θείου καὶ ὁμοίου προνοίας ἀπεργαζο‐ μένη· αὕτη γὰρ διαπέφευγεν ὄντως γένεσιν, εἰ μέν τι τῶν ἀτόπων συμβαίνοι φέρουσα πράως καὶ ἀνδρείως, κακὸν δὲ οὐδὲν ἢ αἰσχρὸν πλὴν πονηρίας καὶ τοῦ κάκῃ δουλεύειν διοριζομένη, πάντα δὲ ἐν ἀρετῇ λέγειν τε καὶ πράττειν
20εἰθισμένη· ἣν ἀδέσποτον εἶναι καὶ ὁ τοῦ θείου Πλάτωνος [resp. X 617 e] ἡμῖν κηρύττει προφήτης. ταύτης οὖν, λέγω δὲ φιλοσοφίας, ὡς μεγίστην σύννομον καὶ ὀπαδὸν τὴν μου‐ σικὴν ἀσκητέον τε καὶ παιδευτέον τελεώτατα, καὶ ὡς περὶ μικρῶν πρὸς μείζω μυστηρίων περὶ ἀμφοῖν λογιζο‐
25μένους ἑκατέρᾳ τὴν προσήκουσαν ἀξίαν καὶ τιμὴν ἀπο‐ νεμητέον, καὶ τὴν συζυγίαν ὡς πρεπωδεστάτην καὶ γνη‐ σιωτάτην συναπτέον· ἡ μὲν γὰρ γνώσεως ἁπάσης τελε‐ σιουργός, ἡ δὲ προπαιδεία τυγχάνει, καὶ ἡ μὲν ἀκριβὴς τῷ ὄντι τελετὴ τὸ διὰ τὴν ἐν γενέσει συμφορὰν ταῖς ψυχαῖς
30ἀποβληθὲν δι’ ἀναμνήσεων ἀναπληροῦσα, ἡ δὲ μυσταγωγία τις καὶ προτέλειον εὐμενὲς σμίκρ’ ἄττα προφέρουσα καὶ προγεύουσα τῶν ἐν φιλοσοφίᾳ τελεσιουργουμένων· καὶ μου‐ σικὴ μὲν πάσης μαθήσεως τὰς ἀρχάς, φιλοσοφία δὲ τὰς ἀκρότητας παραδίδωσιν.132
35 Καὶ δὴ τουτὶ τέλος ἡμῖν οἱ περὶ μουσικῆς ἐχόντων λόγοι· οὓς εἰ μὲν τελέως ἐκπεπονήκαμεν, πολλὴ χάρις μουση‐ γέτῃ θεῷ τῷ τε ἐς τόδε τὴν ὁρμὴν προτρεψαμένῳ καὶ ἐς τέλος ἀγαγόντι τὴν ἐπιχείρησιν· εἰ δέ τι τῶν ῥηθῆναι προσηκόντων παραλελοίπαμεν, οὐδ’ οὕτω, φασί, κακῶς·
40ὡδοποίηται γὰρ ἱκανῶς τοῖς ὕστερόν ποτε δυνησομένοις
ἐντελῆ 〈τὰ〉 κατὰ μουσικὴν μιᾷ καταθέσθαι πραγματείᾳ.133